1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

41

εἰκόνος δὲ αὐτοῦ πανταχοῦ γῆς προφερομένης οὐκ ἄν τις σωφρονῶν δύο εἴποι τοὺς κρατοῦντας, ἀλλ' ἕνα τὸν καὶ διὰ τῆς εἰκόνος τιμώμενον, κατὰ τὸν αὐτὸν τρόπον ὡς καὶ πολλάκις ἡμῖν εἴρηται καὶ ἡ ἐκκλησία τοῦ θεοῦ ἕνα παραλαβοῦσα θεὸν σέβειν τὸν αὐτὸν καὶ διὰ 2.23.4 τοῦ υἱοῦ, ὡς διὰ εἰκόνος, μένει προσκυνοῦσα. ἃ δὴ μὴ συνεὶς Μάρκελλος τὴν εἰκόνα «τοῦ θεοῦ τοῦ ἀοράτου» τὴν σάρκα εἶναι τοῦ σωτῆρος ἀπεφήνατο, ἣν ὁ ἀπόστολος «μορφὴν δούλου» κέκληκεν· οὐ λογισάμενος ὅτι καὶ πάντες ἄνθρωποι κατὰ τὴν σάρκα τοῦ σωτῆρος τυγχάνουσιν μεμορφωμένοι. καὶ τὸ μὲν σῶμα ὃ ἀνείληφεν ὁ σωτὴρ τῆς ἀγενήτου καὶ ἀρρήτου καὶ πατρικῆς θεότητος εἰκόνα εἶναι διισχυρίζεται, τὸν δὲ υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ δι' οὗ τὰ πάντα συνέστη «πάντα» γὰρ «δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν» ἀρνεῖται εἶναι εἰκόνα τοῦ θεοῦ αὐταῖς συλλαβαῖς λέγων οὐκοῦν πρόδηλον, ὅτι πρὸ τῆς τοῦ ἡμετέρου σώματος ἀναλήψεως ὁ λόγος καθ' ἑαυτὸν οὐκ ἦν εἰκὼν τοῦ ἀοράτου θεοῦ. 2.23.5 ὁρᾷς ὅσῃ διαστροφῇ κέχρηται τῆς ἀποστολικῆς ἑρμηνείας. οὕτω δὲ τοῦ εὐαγγελιστοῦ Ἰωάννου τὸ παρὰ Μωσεῖ καὶ τοῖς λοιποῖς προφήταις κεκρυμμένως ἐγνωσμένον μυστήριον εὐαγγελιζομένου καὶ ἀνακαλύπτοντος μεγάλῃ τε κηρύττοντος βοῇ τὸ «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ 2.23.6 ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι' αὐτοῦ ἐγένετο» καὶ μαρτυρομένου ὅτι «ἦν τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω», τήν τε υἱότητα σαφῶς παριστῶντος ἐν τῷ περὶ μὲν τοῦ πατρὸς λέγειν «θεὸν οὐδεὶς ἑώρακεν πώποτε», περὶ δὲ τοῦ υἱοῦ «ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο», 2.24.1 ὁ θαυμαστὸς οὗτος τῶν Χριστοῦ λόγων διδάσκαλος τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τοὺς παραγγελτικοὺς τῶν πρακτέων λόγους ἀπὸ τῆς θείας συναγαγὼν γραφῆς τοιοῦτόν τινα ὁρίζεται τὸν «ἐν ἀρχῇ» λόγον. ἐπάκουσον δὲ ὅπως ταῦτα συνιστᾶν πειρᾶται, τοῦτον γράφων τὸν τρόπον * * * * * τῶν δὲ διδασκόντων αὐτοὺς ὥσπερ αἰδουμένων μεμνῆσθαι τοῦ λόγου, ὃν οὕτω πᾶσαι αἱ θεῖαι κηρύττουσιν γραφαί. ∆αυὶδ μὲν γὰρ περὶ αὐτοῦ λέγει «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν», αὖθίς τε ὁ αὐτὸς «ἐξαπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς». Σολομὼν δὲ «ζητήσουσίν με κακοί, καὶ οὐχ εὑρήσουσιν. ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ λόγον κυρίου οὐ προ είλοντο». Ἡσαΐας τε «ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ». καὶ αὖθις Ἱερεμίας «ᾐσχύνθησαν σοφοὶ» φησὶν «καὶ ἐπτοήθησαν καὶ ἑάλωσαν, ὅτι τὸν λόγον κυρίου ἀπεδοκί2.24.2 μασαν». καὶ Ὡσηὲ δὲ ὁ προφήτης «ἐμίσησαν» ἔφη «ἐν πύλαις ἐλέγ χοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο». Μιχαίας τε ὁμοίως καὶ αὐτὸς περὶ τοῦ λόγου μνημονεύων «ἐκ Σιὼν» ἔφη «ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ». ταῦτα καὶ τὰ τούτοις ἀδελφὰ συναγαγὼν κρατύνειν διὰ τούτων τὴν 2.24.3 ἑαυτοῦ δόξαν ἡγεῖται. ὅρα δὲ πῶς φύρας τὰς ἀπὸ τῆς θείας γραφῆς μαρτυρίας ὁμοῦ συνήγαγεν καὶ τὸν ἀποστελλόμενον τοῦ θεοῦ λόγον, τὸν σωτήριον καὶ ἰατικόν, καὶ τὸν τῶν πρακτέων παραγγελτικόν. τὸ γὰρ «ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο» ποῖον ὑποτίθεται λόγον ἢ πάντως που τὸν περὶ τῶν ὁσίων καὶ δικαίων πράξεων παραγγελτικόν, πάντα τε μᾶλλον ἢ τὸν υἱὸν τοῦ θεοῦ ὁμολογεῖν βούλεται, ὥσπερ αἰδούμενος μνημονεῦσαι τοῦ υἱοῦ. ἡμεῖς μὲν γὰρ οἴδαμεν τὸν υἱὸν τοῦ θεοῦ κυριώτατον ὄντα υἱὸν καὶ ἀληθῶς μονογενῆ τοῦ θεοῦ, καὶ λόγον δὲ αὐτὸν ἀκριβῶς ἴσμεν οὐχ ὅμοιον τῷ ἐν ἀνθρώποις, ἀλλ' οἷον προσήκει νοεῖν θεοῦ λόγον, ζῶντα καὶ ὑφεστῶτα καὶ υἱόν. ὁ δὲ λόγον σημαντικὸν καὶ τῶν πρακτέων παραγγελτικὸν εἰσάγων, εἰκότως ὤκνει τὸν υἱὸν ὁμολογεῖν, ὃν αὐτῷ ἔργῳ ἠρνεῖτο. 2.25.1 εἶτα καὶ αὐτὸς ἑαυτῷ τἀναντία γράφων οὐκ αἴσθεται. ἐν ἑτέροις μὲν γὰρ διισχυρίζεται μηδένα τοῦ προτέρου λαοῦ τὰ κατὰ τὸν λόγον ἐγνωκέναι, μυστήριον γὰρ εἶναι ἀποκεκρυμμένον. γράφει δὲ ὧδε αὐταῖς λέξεσιν τί γὰρ ἕτερον ἦν ἀποκεκρυμμένον μυστήριον ἢ τὸ