1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

5

ὁριζόμενος λέληθεν τοὔνομα μὲν αὐτῷ μόνον χαριζόμενος, τὸ δ' ἀληθῶς υἱὸν εἶναι ἀρνούμενος. ὁ γὰρ ἐξ οὐκ ὄντων γεγονὼς οὐκ ἂν ἀληθῶς γένοιτ' ἂν υἱὸς θεοῦ, ὅτι μηδὲ ἄλλο τι τῶν γεννητῶν. 1.10.1 ὁ δ' ἀληθῶς υἱὸς τοῦ θεοῦ, ἐξ αὐτοῦ ἅτε δὴ ἐκ πατρὸς ἀποτεχθείς, εἰκότως καὶ μονογενὴς καὶ ἀγαπητὸς χρηματίσειεν ἂν τοῦ πατρός· οὕτω δὲ καὶ θεὸς ἂν εἴη. τί γὰρ ἂν γένοιτο θεοῦ γέννημα ἢ τὸ τῷ γεγεννηκότι ἀφωμοιωμένον; κτίζει μὲν οὖν βασιλεὺς πόλιν ἀλλ' οὐ γεννᾷ πόλιν, γεννᾶν δὲ υἱὸν ἀλλ' οὐ κτίζειν λέγεται· καὶ ὁ τεχνίτης δημιουργὸς ἀλλ' οὐχὶ πατὴρ γένοιτ' ἂν τοῦ πρὸς αὐτοῦ δημιουργουμένου, τοῦ δ' ἐξ αὐτοῦ φύντος υἱοῦ οὐκ ἂν δημιουργὸς λεχθείη. καὶ δὴ καὶ ὁ τῶν ὅλων θεὸς τοῦ μὲν υἱοῦ πατήρ, τοῦ δὲ 1.10.2 κόσμου κτίστης ἂν εἰκότως καὶ ποιητὴς λέγοιτο. εἰ δ' ἅπαξ που τῆς γραφῆς εὑρίσκοι τις εἰρημένον «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», τὸν νοῦν ἐπισκοπεῖν χρὴ τοῦ λόγου, ὃν μικρὸν ὕστερον ἐκθήσομαι, ἀλλὰ μὴ κατὰ Μάρκελλον ἐκ μιᾶς λέξεως τὸ κυριώτατον τῆς ἐκκλησίας παρασαλεύειν δόγμα. κἀκεῖνος γὰρ ἅπαξ ἀκούσας λόγον εἶναι τὸν υἱόν, ἐπὶ τὸν ἄνθρωπον καταπεσὼν 1.10.3 τὴν ὕπαρξιν ἠθέτει αὐτοῦ. ὃν δὴ καὶ πρὸς αὐτοῦ καὶ πρὸς τοῦ πατρὸς μαρτυρούμενον εἶναι υἱὸν πῶς τοῖς λοιποῖς γενητοῖς παραβάλλειν ὅσιον; πῶς δ' ἔσται μονογενὴς τῷ πλήθει τῶν γεγονότων συναριθμούμενος; καὶ μὴν ἐξ αὐτῆς τῆς προσηγορίας ὁ υἱὸς τὴν πρὸς τὸν πατέρα φυσικὴν σχέσιν παρίστησιν, ὡς αὖ πάλιν τὸ μονογενὲς ὄνομα καὶ τοῦ γένους ἐφάπτεται καὶ τῆς γενέσεως αὐτῆς καὶ τοῦ μόνον εἶναι καὶ μηδέτερον αὐτῷ τῆς υἱότητος κοινωνεῖν. ἀλλ' 1.10.4 ἐοίκασιν ταὐτὸν Μαρκέλλῳ πάθος πεπονθέναι καὶ οὗτοι. ὁ μὲν γὰρ δέει τοῦ μὴ δύο θεοὺς εἰπεῖν τὴν ἄρνησιν τοῦ υἱοῦ προὐβάλλετο, τὴν ὑπόστασιν ἀθετῶν αὐτοῦ. οἱ δὲ δύο δόντες ὑποστάσεις, τὴν μὲν ἀγένητον τὴν δ' ἐξ οὐκ ὄντων κτισθεῖσαν, ἕνα μὲν θεὸν ὑφίστανται· ὁ δὲ υἱὸς οὐκέτ' αὐτοῖς οὔτε ὁ μονογενὴς ἔσται οὔτε μὴν κύριος, οὔτε θεός, μηδὲν μὲν ἐπικοινωνῶν τῇ τοῦ πατρὸς θεότητι, τοῖς δὲ λοιποῖς κτίσμασιν, καθ' ὃ ἐξ οὐκ ὄντων ὑπέστη, 1.10.5 παραβαλλόμενος. ἀλλ' οὐχ οὕτως ἡ ἐκκλησία· τὸν δ' υἱὸν τοῦ θεοῦ θεὸν καὶ κύριον ἀνακηρύττει, καὶ ἀληθῶς υἱὸν εἶναι καὶ θεὸν διδάσκει· οὐ κατὰ τοὺς πολλοὺς τοὺς ἐπίκλην ὀνομασθέντας υἱούς τε καὶ θεούς, περὶ ὧν εἴρηται «ἐγὼ εἶπα θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες», καθ' ὃ δὲ μόνος αὐτὸς ὁ ἐξ αὐτοῦ γεννηθεὶς τοῦ πατρὸς «ἐν μορφῇ θεοῦ ὑπῆρχεν», «εἰκών» τ' ἦν «τοῦ θεοῦ τοῦ ἀοράτου καὶ πρωτότοκος ἁπάσης κτίσεως». διὸ καὶ τιμᾶν καὶ σέβειν καὶ προσκυνεῖν μόνον αὐτόν, οἷα κύριον καὶ σωτῆρα καὶ θεὸν ἑαυτῆς, μεμάθηκεν. 1.11.1 εἰ δὲ φόβον αὐτοῖς ἐμποιεῖ, μή πη ἄρα δύο θεοὺς ἀναγορεύειν δόξαιεν, ἴστωσαν ὡς καὶ τοῦ υἱοῦ πρὸς ἡμῶν ὁμολογουμένου θεοῦ εἷς ἂν γένοιτο θεὸς μόνος ἐκεῖνος, ὁ μόνος ἄναρχος καὶ ἀγέννητος, ὁ τὴν θεότητα οἰκείαν κεκτημένος, αὐτῷ τε τῷ υἱῷ τοῦ εἶναι καὶ τοῦ τοιῷδε εἶναι γεγονὼς αἴτιος· δι' ὃν καὶ αὐτὸς ὁ υἱὸς ὁμολογεῖ ζῆν, ἄντικρυς λέγων «καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα» καὶ «ὥσπερ γὰρ ὁ πατὴρ ζωὴν ἔχει ἐν 1.11.2 ἑαυτῷ, οὕτως καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ». διὸ καὶ ἡμῶν καὶ ἑαυτοῦ θεὸν εἶναι διδάσκει τὸν πατέρα, ἐν οἷς φησιν «ἀνέρχομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν». καὶ κεφαλὴν δὲ αὐτοῦ μὲν τοῦ υἱοῦ τὸν θεόν, τῆς δ' ἐκκλησίας τὸν υἱὸν ὁ μέγας ἀπόστολος διδάσκει, πῆ μὲν λέγων «κεφαλὴ δὲ τοῦ Χριστοῦ ὁ θεός», πῆ δὲ περὶ τοῦ υἱοῦ φάσκων «καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ». 1.11.3 οὐκοῦν τῆς μὲν ἐκκλησίας αὐτὸς ἀρχηγὸς ἂν εἴη καὶ κεφαλή, κεφαλὴ δὲ αὐτοῦ ὁ πατήρ· οὕτως εἷς θεὸς ὁ τοῦ μονογενοῦς υἱοῦ πατήρ, καὶ μία ἡ καὶ αὐτοῦ τοῦ Χριστοῦ κεφαλή. μιᾶς δὲ οὔσης ἀρχῆς τε καὶ κεφαλῆς, πῶς ἂν γένοιντο θεοὶ δύο, οὐχὶ δὲ εἷς ἐκεῖνος μόνος ὁ μηδένα ἀνώτερον μηδὲ ἑαυτοῦ αἴτιον ἕτερον ἐπιγραφόμενος, οἰκείαν δὲ καὶ ἄναρχον καὶ ἀγένητον τῆς μοναρχικῆς ἐξουσίας τὴν θεότητα κεκτημένος καὶ τῷ υἱῷ τῆς ἑαυτοῦ θεότητός τε καὶ ζωῆς μεταδούς, ὁ δι'