1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

30

λόγος καὶ ὁ ἐν τῇ λογικῇ ψυχῇ καταβεβλημένος, καθ' ὃν τὸ λογίζεσθαι ἡμῖν πάρεστιν, βʹ. καὶ παρὰ τοῦτον ἕτερος, ὁ διὰ γλώττης καὶ φωνῆς ἐνάρθρου σημαίνων τι, γʹ. καὶ κατὰ τρίτον 2.13.2 τρόπον, ὁ διὰ γραφῆς τῷ γραφεῖ συντεταγμένος. δʹ. ἤδη δὲ λόγον εἰώθαμεν καλεῖν καὶ τὸν σπερματικὸν ἢ φυτικόν, καθ' ὃν δυνάμει τὰ μηδέπω φύντα ἐναπόκειται τοῖς σπέρμασιν, μέλλοντα ὅσον οὔπω τῇ ἐνεργείᾳ εἰς φῶς προϊέναι. εʹ. καὶ παρὰ ταῦτα ἑτέρως εἰώθασιν ὀνομάζειν λόγον τὸν ἐπιστημονικὸν τέχνης τινὸς ἢ ἐπιστήμης καὶ πάντων τῶν τοιωνδὶ θεωρημάτων καταληπτικόν, οἷον ἰατρικὸν ἢ ἀρχιτεκτονικὸν ἢ γεωμετρικόν. 2.14.1 διαφόρων τοίνυν τρόπων παρισταμένων ἐκ τῆς τοῦ λόγου φωνῆς, τοῦ τε εὐαγγελιστοῦ ἀπολύτως εἰρηκότος «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος», προσήκει τὸν νοῦν ἐπιστήσαντα καταμαθεῖν, ὡς ξένον τι χρῆμα λόγου παρὰ τὰ ἐγνωσμένα ἡμῖν ὁ εὐαγγελιστὴς ἐπὶ τοῦ παρόντος παραδίδωσιν, ἀπολύτως μὲν εἰπὼν λόγον προσθεὶς δὲ τὸ ξένον καὶ παράδοξον τῆς ἰδιαζούσης αὐτῷ δυνάμεως ἐν τῷ «καὶ θεὸς ἦν ὁ 2.14.2 λόγος». μὴ γὰρ τῶν πρός τι, φησίν, νόμιζε εἶναι καὶ τοῦτον, ὡς τὸν ἐν ψυχῇ λόγον ἢ ὡς τὸν διὰ φωνῆς ἀκουόμενον ἢ ὡς τὸν ἐν σωματικοῖς ὄντα σπέρμασιν ἢ ὡς τὸν ἐν μαθηματικοῖς ὑφεστῶτα θεωρήμασιν· οὗτοι γὰρ πάντες τῶν πρός τι ὄντες ἐν ἑτέρᾳ προϋποκειμένῃ νοοῦνται οὐσίᾳ. ὁ δὲ θεὸς λόγος οὐχ ἑτέρου δεῖται τοῦ προϋποκειμένου, ἵν' ἐν αὐτῷ γενόμενος ὑποστῇ, καθ' ἑαυτὸν δέ ἐστιν 2.14.3 ζῶν καὶ ὑφεστὼς ἅτε θεὸς ὤν. «θεὸς» γὰρ «ἦν ὁ λόγος». θεὸν δὲ αὐτὸν ἀκούων, φησίν, μὴ ἄναρχον καὶ ἀγέννητον ὁμοίως τῷ αὐτοῦ πατρὶ καὶ αὐτὸν εἶναι ὑπολάβῃς, μάνθανε δὲ ὅτι «ἐν ἀρχῇ ἦν» οὗτος ὁ θεὸς λόγος. τίνα δ' αὐτοῦ τὴν ἀρχὴν ὑφίσταται, διασαφεῖ ἑξῆς, οὐκ εἰπών· καὶ ὁ λόγος ἦν ὁ θεός, μετὰ τῆς τοῦ ἄρθρου προσθήκης, ἵνα μὴ αὐτὸν εἶναι τὸν ἐπὶ πάντων ὁρίσηται, ἀλλ' οὐδ'· ἐν τῷ θεῷ, ἵνα μὴ καταβάλῃ ἐπὶ τὴν ἀνθρωπίνην ὁμοιότητα, ἀλλὰ «καὶ ὁ λόγος 2.14.4 ἦν πρὸς τὸν θεὸν» ἔφη. εἰ γὰρ εἰρήκει· καὶ ὁ λόγος ἦν ἐν τῷ θεῷ, ὡς ἐν ὑποκειμένῳ συμβεβηκὸς καὶ ὡς ἕτερον ἐν ἑτέρῳ δούς, σύνθετον ὥσπερ εἰσῆγεν τὸν θεόν, οὐσίαν μὲν αὐτὸν ὑποτι2.14.5 θέμενος δίχα λόγου συμβεβηκὸς δὲ τῇ οὐσίᾳ τὸν λόγον. ὅπερ οἰηθεὶς Μάρκελλος τὸν πατέρα καὶ τὸν υἱὸν ἐπὶ τὸ αὐτὸ συνάγει, τὴν μὲν οὐσίαν καλῶν τὸν πατέρα, τὸν δ' ἐν αὐτῷ λόγον τὸν υἱόν· οὐ λογισάμενος ὡς ὁ τοῦτο διδούς, τὸν θεὸν ἄνευ λόγου ὑποθέμενος, ἀθέῳ καὶ δυσσεβεῖ περιπέσοι ἂν δόγματι θεὸν ἄλογον παραδεχόμενος, ἔχοντα μὲν λόγον ὡς συμβεβηκότα ἐν αὐτῷ οὐ μὴν αὐτὸν ὄντα 2.14.6 λόγον· δέον ἕν τι θεῖον, ἄρρητον, ἀγαθόν, ἁπλοῦν, ἀσύνθετον, μονοειδὲς τὸ ἐπέκεινα τῶν ὅλων ὁμολογεῖν, αὐτόθεον, αὐτονοῦν, αὐτόλογον, αὐτοσοφίαν, αὐτοφῶς, αὐτοζωήν, αὐτοκαλόν, αὐτοαγαθὸν ὄντα καὶ τούτων ὅ τι ἄν τις κρεῖττον ἐπινοήσειεν, μᾶλλον δ' ὑπὲρ 2.14.7 πάντα νοῦν καὶ πάσης ἐπέκεινα διανοίας τε καὶ ἐνθυμήσεως, τὸν δὲ τούτου μονογενῆ υἱόν, ὡς ἂν εἰκόνα τοῦ πατρὸς ἐξ αὐτοῦ φύντα πάντη τε καὶ κατὰ πάντα ὁμοιότατον ὄντα τῷ γεγεννηκότι, καὶ αὐτὸν θεὸν καὶ νοῦν καὶ λόγον καὶ σοφίαν καὶ ζωὴν καὶ φῶς εἶναι αὐτοῦ τε τοῦ καλοῦ καὶ ἀγαθοῦ εἰκόνα, οὐκ αὐτὸν ὄντα τὸν πατέρα ἀλλὰ τὸν τοῦ πατρὸς μονογενῆ υἱόν, οὐδ' αὐτὸν ὄντα τὸν ἀγέννητον καὶ ἄναρχον ἀλλὰ τὸν ἐξ αὐτοῦ φύντα καὶ ἀρχὴν ἐπιγραφόμενον τὸν 2.14.8 γεγεννηκότα. εἰ δὲ τούτοις ἀντιλέγων Μάρκελλος ταὐτὸν εἶναι φάσκοι τὸν θεὸν καὶ τὸν ἐν αὐτῷ λόγον, ἀσύνθετον καὶ ἁπλοῦν τὸν θεὸν ὁριζόμενος, ὥρα μήτε πατέρα μήτε υἱὸν ὁμολογεῖν αὐτόν, ἄντικρυς δὲ τὸν Ἰουδαῖον προβάλλεσθαι ἢ τὸν Σαβέλλιον εἰσάγειν, πατέρα καὶ υἱὸν τὸν αὐτὸν εἶναι φάσκοντα· ὥστε κατ' αὐτὸν τὸ «ἐν ἀρχῇ ἦν ὁ λόγος» ἴσον εἶναι τῷ ἐν ἀρχῇ ἦν ὁ θεός, καὶ τὸ «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν» ἴσον εἶναι τῷ καὶ ὁ θεὸς ἦν πρὸς τὸν 2.14.9 θεόν, ὁμοίως δὲ καὶ τὸ τρίτον ταὐτὸν εἶναι τῷ καὶ θεὸς ἦν ὁ θεός, ἃ δὴ πρὸς τῷ ἀσυναρτήτῳ καὶ παραλογώτατα εἴη ἄν. πῶς δὲ καὶ τὸ «πάντα δι' αὐτοῦ ἐγένετο» χώραν ἕξει, ἑνὸς ὄντος τοῦ ὑποκει μένου; οὐ γὰρ ὑπ' αὐτοῦ φησιν