1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

44

σοφίαν σὴν ἀδελφὴν εἶναι» καὶ «σὺ τὴν σοφίαν κήρυξον, ἵνα φρόνησίς σοι ἐπακολουθήσῃ» 3.2.3 καὶ «κρείσσων γὰρ σοφία λιθῶν πολυτελῶν» καὶ «ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισεν στύλους ἑπτὰ» καὶ ὅσα ἄλλα τούτοις ἀδελφὰ ἐν τῇ αὐτῇ φέρεται βίβλῳ· δι' ὧν οὐδαμοῦ σοφία θεοῦ ὠνόμασται, ἀλλὰ ἀδιορίστως ἡ σοφία, ἵνα μὴ σύμβαμά τι νομίσωμεν αὐτὴν εἶναι περὶ τὸν θεόν, ὡς ἐν τῷ ἐπιστήμονι ἀνδρὶ τὴν ἐπιστήμην, ἀλλ' ὑφεστῶσαν καὶ ζῶσαν σοφίαν, τὴν αὐτὴν οὖσαν τῷ 3.2.4 υἱῷ τοῦ θεοῦ. εἰ δέ τις ἕξιν ἐν τῷ θεῷ σοφὴν καθ' ὃ νοοῦμεν τὸν θεὸν σοφὸν ὑπολάβοι εἶναι τὴν ἐνταῦθα λεγομένην σοφίαν, ἐπακουσάτω λεγούσης τῆς γραφῆς «εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι». τίς δ' ἂν οὕτω μανείη, ὡς τὸν ἐπὶ πάντων θεὸν καὶ τὴν ἐν αὐτῷ σοφὴν ἕξιν ὑπολαβεῖν ἀδελφὴν τῶν ἐν ἀνθρώποις κατορθούντων 3.2.5 λέγεσθαι; εἰ δὲ ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ ἐκλάβοις τὸ εἰρημένον «Χριστὸς» γὰρ «θεοῦ δύναμις καὶ θεοῦ σοφία», οὐδὲν ἐμποδὼν ἔσται τῇ διανοίᾳ, ἐπεὶ καὶ τὴν πρὸς ἡμᾶς οὐκ ἀναίνεται ἀδελφότητα δι' ὑπερβολὴν φιλανθρωπίας. εἰ δὲ ἓν καὶ ταὐτὸν ἦν ὁ θεὸς καὶ ἡ ἐν ταῖς Παροιμίαις εἰσαγομένη σοφία, ἕξις οὖσα σοφὴ ἐν αὐτῷ νοουμένη καθ' ὃ σοφὸς ὁ θεός, τί ἐκώλυεν ἀντὶ τῆς σοφίας τὸν θεὸν ἀναγεγράφθαι; ὥστε τὸ «ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισεν στύλους ἑπτά» καὶ τὰ τούτοις συνημμένα εἰρῆσθαι ἀντὶ τοῦ· ὁ θεὸς 3.2.6 ᾠκοδόμησεν ἑαυτῷ οἶκον καὶ τὰ ἑξῆς, καὶ πάλιν ἀντὶ τὸ «εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι» λελέχθαι ἀντὶ τοῦ· εἶπον τὸν θεὸν σὸν ἀδελφὸν εἶναι. ἀλλ' ὁρᾷς ὡς τὴν ἀκοὴν πλήττει ἡ τοιαύτη 3.2.7 φωνὴ οὐκ ἔχουσα ἁρμονίαν. εἰ δ' ἐπὶ τὸν υἱὸν ἐκλάβοις τὰ λόγια αὐτὸς γὰρ ἦν ἡ σοφία, πάντα σοι εὐροήσει, μηδενὸς δυσσεβοῦς νοήματος ἐμποδὼν ἱσταμένου, συνεπιμαρτυροῦντος τοῦ ἀποστόλου Παύλου, ὃς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν λαμπρᾷ τῇ φωνῇ σοφίαν ὠνόμασεν εἰπὼν «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία». 3.2.8 τούτων ὧδέ πη κατεσκευασμένων, ἀκόλουθόν ἐστιν μετὰ τῶν προεκτεθέντων ἁπάντων ἐξ αὐτοῦ τοῦ προσώπου καὶ τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» λελέχθαι· εἰ δὲ λέγει ἐκτίσθαι ἑαυτόν, οὐχ ὡς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρελθὼν τοῦτ' ἂν εἴποι οὐδ' ὡς ὁμοίως τοῖς λοιποῖς κτίσμασιν καὶ αὐτὸς ἐκ τοῦ μὴ ὄντος γεγονώς, ᾗ τινες οὐκ ὀρθῶς ὑπειλήφασιν, ἀλλ' ὡς ὑφεστὼς μὲν καὶ ζῶν, προών τε καὶ προϋπάρχων τῆς τοῦ παντὸς κόσμου συστάσεως, ἄρχειν δὲ τῶν ὅλων ὑπὸ κυρίου, τοῦ αὐτοῦ πατρός, κατατεταγμένος, τοῦ «ἔκτισεν» ἐνταῦθα ἀντὶ τοῦ κατέταξεν 3.2.9 ἢ κατέστησεν εἰρημένου. διαρρήδην γοῦν τοὺς ἐν ἀνθρώποις ἄρχοντας καὶ ἡγεμόνας κτίσιν ὠνόμασεν ὁ εἰπὼν ἀπόστολος «ὑποτάγητε πάσῃ κτίσει ἀνθρωπίνῃ διὰ τὸν κύριον· εἴτε βασιλεῖ ὡς ὑπερέχοντι, 3.2.10 εἴτε ἡγεμόσιν ὡς δι' αὐτοῦ πεμπομένοις». καὶ ὁ εἰπὼν δὲ προφήτης «ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν θεόν σου, Ἰσραήλ. διότι ἰδοὺ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀναγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ» καὶ τὸ «γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον» τὸ κτίζων οὐκ ἐπὶ τοῦ γεγονότος ἐξ ἀνυπαρξίας παρείληφεν. οὐ γὰρ τότε ἔκτισεν ὁ θεὸς τὸ πνεῦμα, ὅτε τὸν Χριστὸν αὐτοῦ δι' αὐτοῦ πᾶσιν ἀνθρώποις κατ3.2.11 ήγγειλεν· οὐδὲν γὰρ «πρόσφατον ὑπὸ τὸν ἥλιον». ἀλλ' ἦν μὲν καὶ προϋπῆρχεν, ἀπεστέλλετο δὲ καθ' ὃν καιρὸν ἦσαν οἱ ἀπόστολοι συνηγμένοι· ὅτε δίκην βροντῆς «ἐγένετο ἦχος ἐκ τοῦ οὐρανοῦ, ὥσπερ φερομένης πνοῆς βιαίας», ἐπληρώθησάν τε «πνεύματος ἁγίου», καὶ οὕτως εἰς πάντας ἀνθρώπους τὸν Χριστὸν τοῦ θεοῦ κατήγγειλαν ἀκολούθως τῇ προφητείᾳ φησάσῃ «διότι ἰδοὺ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀναγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ», τοῦ μὲν «κτίζων» ἀντὶ τοῦ καταπέμπων ἢ κατατάσσων εἰρημένου, τῆς δὲ βροντῆς καθ' ἕτερον τρόπον τὸ εὐαγγελικὸν κήρυγμα δηλούσης. καὶ ὁ λέγων δὲ «καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός», οὐχ ὡς μὴ ἔχων καρδίαν τοῦτ' ἔλεγεν, καθαρὰν δὲ αὐτῷ τὴν διάνοιαν ἀπο3.2.12 τελεσθῆναι ηὔχετο. οὕτως εἴρηται καὶ τὸ «ἵνα τοὺς δύο