1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

45

κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον» ἀντὶ τοῦ συναγάγῃ· ὅρα μήποτε τοιοῦτόν ἐστιν καὶ τὸ «ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα» καὶ τὸ «εἴ τις οὖν ἐν Χριστῷ, καινὴ κτίσις» καὶ ὅσα ἄλλα εὕροι ἄν τις τοιουτότροπα τὴν θεόπνευστον γραφὴν διερευνώμενος. μὴ θαυμάσῃς οὖν εἰ μεταφορικῶς καὶ ἐν τῷ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ» τὸ ἔκτισεν ἀντὶ τοῦ κατέστησεν ἢ κατέταξεν εἰς τὸ ἄρχειν εἴρηται, ἐπεὶ καὶ ἐν Εὐαγγελίοις λεγομένου ὑπὸ τοῦ σωτῆρος ἡμῶν τοῦ «ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις» οὐ τὴν τῶν ἁμαρτημάτων ὁμολογίαν καθ' ὃ λέλεκται ἐν ἑτέροις «ἐξομολογεῖσθε ἀλλήλοις τὰς ἁμαρτίας» φαμὲν ὑπὸ τοῦ σωτῆρος δηλοῦσθαι, ἀλλὰ τὴν ἐπὶ τοῖς νηπίοις εὐχαριστίαν ἀντὶ τοῦ «εὐχαριστῶ σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς» 3.2.13 τοῦ ἐξομολογεῖσθαι λελεγμένου. μυρία δ' ἄν τις εὕροι σχολῇ ζητήσας τῷ κατὰ μεταφορὰν τρόπῳ δι' ὅλης τῆς θείας γραφῆς εἰρημένα, καὶ ἄλλα πολύσημον ἔχοντα τὴν διάνοιαν, καὶ ὁμωνύμως ἕτερα διαφόρων πραγμάτων κατηγορούμενα, περὶ ὧν μακρὸν ἂν εἴη καὶ οὐ τοῦ παρ3.2.14 όντος καιροῦ διεξιέναι. οὕτως οὖν καὶ ἐνταῦθα τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» ἀντὶ τοῦ κατέταξέν με εἰς τὸ ἄρχειν τῶν ἔργων αὐτοῦ λέλεκται· διὸ οὐχ ἁπλῶς «ἔκτισέν με» εἴρηται, ἀλλὰ μετὰ προσθήκης τῆς «ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα 3.2.15 αὐτοῦ». τοῦτο δὲ μάλιστα παρίστησιν ἡ Ἑβραϊκὴ λέξις. εἰ γοῦν τις ἐξακριβάσαιτο τὸν ἀληθῆ νοῦν τῆς θεοπνεύστου γραφῆς, εὕροι ἂν τὴν Ἑβραϊκὴν ἀνάγνωσιν οὐ περιέχουσαν τὸ «ἔκτισέν με», διόπερ οὐδὲ τῶν λοιπῶν ἑρμηνευτῶν ταύτῃ τις κέχρηται τῇ λέξει. αὐτίκα δ' οὖν ὁ μὲν Ἀκύλας «κύριος ἐκτήσατό με κεφάλαιον τῶν ὁδῶν αὐτοῦ» εἴρηκεν, ὁ δὲ Σύμμαχος «κύριος ἐκτήσατό με ἀρχὴν ὁδῶν αὐτοῦ», ὁ δὲ Θεοδοτίων «κύριος ἐκτήσατό με ἀρχὴν ὁδοῦ αὐτοῦ». 3.2.16 καὶ ἔχοι γ' ἂν λόγον ἡ ἑρμηνεία. τὸ γὰρ κεφάλαιον τῆς τῶν γενητῶν ἁπάντων, ὁρωμένων τε καὶ ἀφανῶν, συστάσεώς τε καὶ σωτηρίας αὐτὸς ἦν, ὃν ἐγέννα μὲν ὁ πατὴρ υἱὸν μονογενῆ, γεννήσας δὲ κατέταττεν σωτῆρα τῶν ὅλων, ἀνακεφαλαιούμενος ἐν αὐτῷ καὶ δι' αὐτοῦ τὴν διάταξιν τοῦ παντός, ὡς ἐδίδαξεν ὁ θεῖος ἀπόστολος εἰπὼν «ἀνακεφαλαιώσασθαι πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς», ὡς μὴ μόνον τὰ σύμπαντα δι' αὐτοῦ συστῆναι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι προελθόντα, ἀλλὰ καὶ τῆς τῶν ὅλων διοικήσεως τὴν πρόνοιαν ἀναδέχεσθαι αὐτὸν ἅτε λόγον ὄντα καὶ σοφίαν καὶ ζωὴν παντός τε καλοῦ καὶ ἀγαθοῦ πλήρωμα, ὡς δι' 3.2.17 αὐτοῦ κυβερνᾶσθαι καὶ διασῴζεσθαι τὰ σύμπαντα. τοῦτο δὲ καὶ διὰ τῶν προτεθέντων λογίων αὐτὸς παρίστη, δι' ὧν ἔφασκεν «δι' ἐμοῦ βασιλεῖς βασιλεύουσιν, καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην· δι' ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι' ἐμοῦ κρατοῦσι γῆς». 3.2.18 λόγοις δ' οὖν ἀρρήτοις τῆς καθόλου σοφίας τε καὶ προνοίας τοῦ υἱοῦ τοῦ θεοῦ τὰ σύμπαντα διοικεῖται. ταῦτ' οὖν διὰ τῶν προεκτεθέντων ἐδίδασκεν, προὔτρεπέν τε ἔχεσθαι αὐτοῦ φάσκων «ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσιν», ἀπέτρεπέν τε τῆς ἐναντίας ὁδοῦ δι' ὧν ἐπήγαγεν «ἐμίσησα δὲ ἐγὼ διεστραμ3.2.19 μένας ὁδοὺς κακῶν». καὶ δὴ ταῦτα καὶ τὰ τούτοις ἀδελφὰ ὁ τοῦ θεοῦ υἱὸς αὐτὸς γὰρ ἦν ἡ σοφία διαστειλάμενος, ἑξῆς τοῖς δι' αὐτῶν προωφελημένοις τὴν μυστικὴν περὶ ἑαυτοῦ γνῶσιν παραδίδωσιν λέγων «ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γιγνόμενα, μνημονεύσω 3.2.20 τὰ ἐξ αἰῶνος ἀριθμῆσαι». εἰ γὰρ μέλλοιμι, φησίν, τὰ ἐφ' ἑκάστης ἡμέρας ὑπ' ἐμοῦ πραττόμενα διδάσκειν, ἀνάγκη καὶ τῶν ἐξ ἀρχῆς τοῦ παντὸς αἰῶνος ἔργων ἐμαυτοῦ μνημονεῦσαι καὶ παραστῆσαι ὡς ἐπὶ τούτῳ με ὁ γεννήσας πατὴρ ἄρχειν τῶν ὅλων κατέστησεν, ἐφ' ᾧ τε ἡγεῖσθαι τῶν ὁδῶν αὐτοῦ καὶ τῶν ὑπ' αὐτοῦ δι' ἐμοῦ πεποιημένων ἔργων. διὸ ἀκολούθως ἐπάγει τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», ἢ «κύριος ἐκτήσατό με» κατὰ τὴν ἀπο3.2.21 δοθεῖσαν ἑρμηνείαν. τὸ γὰρ μέγα κτῆμα τοῦ θεοῦ ὁ μονογενὴς υἱὸς ἦν, καθ' ὃ μὲν ἐξ αὐτοῦ