1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

40

πάρεξ ἐμοῦ» καὶ ὅσα ἄλλα τούτοις ἀδελφὰ ἐν τοῖς λοιποῖς φέρεται προφήταις, θεὸς ἦν καὶ ἐξ ἐκείνου «ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ», καὶ αὐτὸς ἦν ὁ πατὴρ ταῦτα διὰ τοῦ μονογενοῦς υἱοῦ, οἷα δι' ἑρμηνέως, ἀνθρώποις ὑποφθεγγόμενος. ὁ δὴ καὶ αὐτὸς ὁ υἱὸς ἐν Εὐαγγελίοις παρεδίδου, ἕνα μόνον εἰδέναι διδάσκων θεόν, ἐν οἷς ἔλεγεν «αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσίν σε τὸν μόνον ἀλη2.22.2 θινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν». αὐτὸς οὖν ὁ ἀληθινὸς ἦν θεός, ὁ εἷς μόνος καὶ ἕτερος οὐκ ἔστιν πλὴν αὐτοῦ, ὁ μὴ μόνον διὰ τῶν προφητῶν ἀλλὰ διὰ τοῦ ἰδίου υἱοῦ ταῦτα κατ' ἐκεῖνο καιροῦ εἰδωλολατρεύοντι τῷ Ἰουδαίων ἐγκελευόμενος ἔθνει. αὐτίκα δ' οὖν ὁ Ἡσαΐας μᾶλλον δὲ ὁ θεὸς δι' αὐτοῦ εἰπὼν «πλὴν ἐμοῦ οὐκ ἔστιν θεός. τίς ὥσπερ ἐγώ;» καὶ ἑξῆς «μάρτυρες ὑμεῖς ἐστε εἰ ἔστιν θεὸς πλὴν ἐμοῦ», ἐπήγαγεν τὸ «καὶ οὐκ ἦσαν τότε. οἱ πλάσσοντες καὶ οἱ γλύφοντες πάντες μάταιοι, ποιοῦντες τὰ καταθύμια 2.22.3 αὐτῶν». καὶ δι' ὅλης δὲ τῆς αὐτοῦ προφητείας εὕροις ἂν κοπτόμενα τὰ ἄψυχα ξόανα, καὶ παρ' ἑκάστῳ δὲ προφήτῃ ὁμοίως εἰς ἀποτροπὴν τῆς πολυθέου πλάνης τὸν ἕνα θεὸν κηρυττόμενον εὑρήσεις. οὕτω καὶ ἡμεῖς εἰώθαμεν Ἑλλήνων τοῖς δεισιδαίμοσιν ἐν τοῖς πρὸς αὐτοὺς διαλόγοις τὴν μὲν περὶ τοῦ Χριστοῦ διδασκαλίαν εἰς εὔκαιρον ταμιεύεσθαι, τέως δὲ αὐτοῖς τῆς εἰδωλολάτρου πλάνης ἐλέγχους προσφέρειν καὶ τὸν ἕνα εἶναι θεὸν ἀποδεικτικοῖς κατασκευάζειν λό2.22.4 γοις. μανθανέτω τοίνυν Μάρκελλος, εἰ καταγηράσας ἐν ἐπισκοπῇ τῆς Χριστοῦ ἐκκλησίας οὔπω καὶ νῦν μεμάθηκεν, ὅτι τῷ παλαιῷ λαῷ ἡ τοῦ ἀποκεκρυμμένου μυστηρίου περὶ τοῦ υἱοῦ τοῦ θεοῦ γνῶσις κατάλληλος οὐδαμῶς ἦν, ὀλισθηρῶς ἔχοντι πρὸς εἰδωλολατρείαν, καὶ ὡς μόνῃ τῇ αὐτοῦ ἐκκλησίᾳ «τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν» διὰ τῆς αὐτοῦ χάριτος ἐταμιεύετο, ἐν ᾧ μυστηρίῳ ὁ περὶ τῆς ἁγίας τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου 2.22.5 πνεύματος περιείχετο λόγος. ὁ δὲ τοσαῦτα συναγαγὼν ὅσα ἂν εἴποι καὶ Ἰουδαίων διδάσκαλος περὶ τῆς ἐκτομῆς ὁμιλῶν ἐν Ἰουδαίων συναγωγῇ, σεμνύνεται τοῖς Χριστοῦ μαθηταῖς ταῦτα προβαλλόμενος, οὐκ εἰδὼς ὅτι πλείονα αὐτοῦ εἴποι ἂν ὁ σωματικὸς Ἰουδαῖος. ἐπὶ τούτοις μὲν οὖν αὐχεῖ, τὰς δ' ἀληθεῖς περὶ τοῦ σωτῆρος ἡμῶν θεολογίας διαστρέφων οὐκ ἐγκαλύπτεται. 2.23.1 αὐτίκα δ' οὖν οὐ συνίησιν τὰς φωνὰς τοῦ θείου ἀποστόλου, διαφόρως διδάξαντος αὐτὸν εἶναι εἰκόνα τοῦ θεοῦ δι' ὧν ἐξεθέμην αὐτοῦ λέξεων, δέον ἐντεῦθεν συνεῖναι ὡς οὐ δύο θεοὺς ἡ ἐκκλησία τοῦ θεοῦ κηρύττει· οὐ γὰρ δύο ἀγέννητα οὐδὲ δύο ἄναρχα, ὡς πολλάκις ἡμῖν εἴρηται, οὐδὲ δύο οὐσίας ἐξ ἰσοτιμίας ἀντιπαρεξαγομένας ἀλλήλαις εἰσάγει, διὸ οὐδὲ δύο θεούς, ἀλλὰ μίαν ἀρχὴν καὶ θεὸν καὶ τὸν αὐτὸν πατέρα διδάσκουσα εἶναι τοῦ μονογενοῦς καὶ ἀγαπητοῦ υἱοῦ, ὡσαύτως δὲ καὶ μίαν εἰκόνα «τοῦ θεοῦ τοῦ ἀοράτου», τὴν αὐτὴν οὖσαν τῷ μονογενεῖ καὶ ἀγαπητῷ υἱῷ αὐτοῦ. κἂν λέγῃ δὲ ὁ ἀπόστολος θεολογῶν τὸν πατέρα «ὁ μακάριος καὶ 2.23.2 μόνος δυνάστης» καὶ πάλιν «ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον» καὶ αὖθις «τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ ἀοράτῳ μόνῳ θεῷ» καὶ πάλιν «μόνῳ σοφῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν», κἂν τούτων ἔτι πλείονα λέγηται εἰς δοξολογίαν τοῦ ἑνὸς καὶ ἐπὶ πάντων θεοῦ, καὶ τούτων ἁπάντων χρὴ νοεῖν εἰκόνα εἶναι τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ, οὐχ ὡς ἀψύχῳ ὕλῃ ἀλλ' ὡς ἐν υἱῷ ζῶντι μεμορφωμένην. κἂν αὐτὸς ὁ σωτὴρ μόνον ἀληθινὸν θεὸν διδάσκῃ εἶναι τὸν πατέρα λέγων «ἵνα γινώσκωσιν σὲ τὸν μόνον ἀληθινὸν θεόν», ἀλλ' οὐκ ἀποκνητέον καὶ αὐτὸν θεὸν ἀληθινὸν ὁμολογεῖν ὡς ἐν εἰκόνι καὶ τοῦτο κεκτημένον, ἵνα ἡ τοῦ μόνου προσθήκη μόνῳ τῷ πατρὶ ὡς ἂν ἀρχετύπῳ τῆς εἰκόνος ἁρμόζῃ. 2.23.3 σαφέστατα γοῦν εἰκόνα καὶ ἀπαύγασμα τοῦ πατρὸς «ἐν μορφῇ» τε τοῦ θεοῦ εἶναι αὐτὸν ὁ θεσπέσιος ἐδίδαξεν Παῦλος, ὡς διὰ τῶν ἔμπροσθεν ἀποδέδεικται. ὥσπερ οὖν ἑνὸς ὑφεστῶτος πατρὸς καὶ ἑνὸς υἱοῦ φύντος ἐκ τοῦ πατρὸς οὐκ ἄν τις εὖ φρονῶν εἴποι δύο πατέρας ὑπάρχειν οὐδὲ υἱοὺς δύο, καὶ ὥσπερ βασιλέως κρατοῦντος ἑνὸς