1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

43

αὐτὸν τῷ πατρί. ιʹ ὅπως εἴρηται τῷ ἀποστόλῳ τὸ «τότε ἔσται ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν». ιζʹ ὅπως αἱ θεῖαι γραφαὶ τὰ περὶ τῆς τοῦ σωτῆρος ἡμῶν ἀτελευτήτου βασιλείας παριστῶσιν, καὶ ὡς Μάρκελλος γυμνῇ τῇ κεφαλῇ παυθήσεσθαι αὐτοῦ τὴν βασιλείαν ἀπεφαίνετο. ιηʹ ὅπως ἐν τῇ βασιλείᾳ τοῦ υἱοῦ ἓν γενήσονται πάντες οἱ τῆς τότε μακαριότητος ἀξιούμενοι. ιθʹ ὅτι ὥσπερ ὁ πατὴρ καὶ ὁ υἱὸς ἓν εἶναι λέγονται, οὕτω καὶ πάντες ἔσονται οἱ ἅγιοι. κʹ ὅτι ὡς ὁ πατὴρ ἐν τῷ υἱῷ, καὶ ὁ υἱὸς ἐν τῷ πατρί, οὕτω καὶ ἐν τοῖς ἁγίοις ἅπασιν ἔσται. καʹ ὅπως χρὴ νοεῖν τὸ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα». 3.1.1 Ὁ μὲν οὖν μέγας εὐαγγελιστὴς Ἰωάννης τὴν τοῦ σωτῆρος ἡμῶν θεολογίαν τὸν ἀποδοθέντα τρόπον διαφόρως εὐηγγελίζετο· Μάρκελλος δ' ὅπως ταύτην ἀρνησάμενος ἐπὶ τὴν Ἰουδαϊκὴν ἐξώκειλεν ἀπιστίαν, δεδήλωται δι' ὧν λέλεκται. ὡς δὲ καὶ διαστρόφως τὰς ὁμολογουμένας καὶ σαφεῖς περὶ τοῦ σωτῆρος ἡμῶν παρηρμήνευεν διδασκαλίας, μάθοις ἂν καὶ ἐξ ἑτέρων μὲν πλείστων ὅσων αὐτοῦ διηγήσεων, ἀτὰρ δὴ καὶ ἐκ τῆς οὕτως ἐχούσης. ἐν ταῖς Σολομῶνος Παροιμίαις εἰσάγεται ἡ σοφία αὐτοπροσώπως περὶ ἑαυτῆς ταῦτα διεξ3.1.2 ερχομένη «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. φόβος κυρίου μισεῖ κακίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν· ἐμίσησα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς 3.1.3 κακῶν. ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐγὼ σύνεσις, ἐμὴ δὲ ἰσχύς. δι' ἐμοῦ βασιλεῖς βασιλεύουσιν, καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην· δι' ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι' ἐμοῦ κρατοῦσι γῆς. ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσιν. πλοῦτος καὶ δόξα μοι ὑπάρχει, καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη. 3.1.4 βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον, τὰ δὲ ἐμὰ γενήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ. ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἀνὰ μέσον ὁδῶν δικαιώματος ἀναστρέφομαι, ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν. ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γιγνόμενα, μνημονεύσω τὰ ἐξ 3.1.5 αἰῶνος ἀριθμῆσαι. κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. κύριος ἐποίησεν χώρας καὶ ἀοικήτους καὶ ἄκρα οἰκούμενα τῆς ὑπ' οὐρανῶν. ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, ἡνίκα ἀφώριζεν τὸν ἑαυτοῦ θρόνον ἐπ' ἀνέμων. ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τὰς ὑπ' οὐρανόν, καὶ ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ' αὐτῷ ἁρμόζουσα· ἐγὼ ἤμην ᾗ προσέχαιρεν καθ' ἡμέραν· ηὐφραινόμην δὲ ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ· ὅτε ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας, καὶ ηὐφραίνετο ἐφ' υἱοῖς ἀνθρώπων». 3.2.1 ταῦτα μὲν ἐν Παροιμίαις περὶ ἑαυτῆς ἡ σοφία. ὅλα δ' ἐπίτηδες ἀναγκαίως παρεθέμην, δεικνὺς ὡς ἕν ἐστιν πρόσωπον τὸ ταῦτα λέγον, οὐδεμιᾶς ἐν τῷ μεταξὺ γενομένης μεταβολῆς τοῦ λέγοντος· δείκνυται τοίνυν ἡ σοφία ταῦτα περὶ ἑαυτῆς διδάσκουσα. κἀνταῦθα δὲ πρῶτον ἐπιτηρητέον ὡς ἀπολύτως σοφία ὠνόμασται· «ἐγὼ» γάρ φησιν «ἡ σοφία κατεσκήνωσα βουλὴν» καὶ οὐκ εἴρηται· σοφία τοῦ θεοῦ. ἀλλ' ὥσπερ παρὰ τῷ εὐαγγελιστῇ τὸ «ἐν ἀρχῇ ἦν ὁ λόγος» ἀπολύτως ἐγράφετο, καὶ πάλιν «ὁ λόγος ἦν πρὸς τὸν θεόν», καὶ οὐκ εἴρητο· ὁ λόγος τοῦ θεοῦ, ἵνα μὴ τῶν πρός τι νομίσῃ τις αὐτὸν λέγεσθαι, μηδ' ὡς συμβεβηκότα ἐν τῷ θεῷ, ἀλλ' ὡς ὑφεστῶτα καὶ ζῶντα διὸ ἐπιλέγει «καὶ θεὸς ἦν ὁ λόγος», οὐκ εἰπών· καὶ θεοῦ 3.2.2 ἦν ὁ λόγος, οὕτως καὶ ἐπὶ τῆς σοφίας· ἓν γὰρ καὶ ταὐτὸν ἦν ὁ 3.2.2 θεὸς λόγος καὶ ἡ σοφία. διὸ ἀπολύτως ἐν ταῖς Παροιμίαις ὀνομάζεται, ἔν τε τοῖς προτεθεῖσιν ῥητοῖς, οὐ μὴν ἀλλὰ καὶ δι' ὧν τοῦτον εἴρηται τὸν τρόπον «μακάριος ἀνὴρ ὃς εὗρεν σοφίαν» καὶ «ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν» καὶ «εἶπον τὴν