1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

32

τὰ ἐξαίρετα τοῦ θείου φωτὸς καὶ τῆς ἐν αὐτῷ ζωῆς, ὅπως τε δι' αὐτοῦ τὰ ὑπὸ Μωσέως εἰρημένα πάντα καὶ τὰ ἔτι τούτων ἐπέκεινα συνέστη, παιδεύει. ἀλλὰ τούτων οὐδὲν Μάρκελλος εἰδὼς ποτὲ μὲν Ἰουδαΐζων ποτὲ δὲ Σαβελλίζων ἁλίσκεται, 2.14. κατὰ μὲν τὸν Ἰουδαῖον πρὸ τῆς τοῦ κόσμου συστάσεως μηδὲν εἶναι φάσκων πλὴν τοῦ θεοῦ μόνου, τῆς ἐκκλησίας πρὸ τῆς τοῦ κόσμου συστάσεως τὸν πατέρα εἶναι καὶ τὸν υἱὸν ὁμολογούσης, κατὰ δὲ τὸν Σαβέλλιον ἕνα καὶ τὸν αὐτὸν εἶναι ἀποφαινόμενος υἱὸν καὶ πατέρα καὶ ποτὲ μὲν αὐτὸν ἐνδιάθετον εἰσάγων λόγον ποτὲ δὲ προφορικόν. 2.14.21 εἰ γὰρ προσποιεῖται ταύτας μὴ παραδέχεσθαι τὰς φωνάς, πλὴν δῆλός ἐστιν ἐκ τοῦ ποτὲ μὲν ἔνδον αὐτὸν λέγειν ἐν τῷ θεῷ, ἄλλοτε δὲ δι' ἐνεργείας δραστικῆς προϊέναι αὐτοῦ, ἀφ' ὧν τε τῷ ἀνθρωπίνῳ ἀπεικάζει αὐτὸν λόγῳ. ὅ γε μὴν θεῖος εὐαγγελιστὴς κατ' οὐδένα τῶν ἀποδεδομένων τρόπων λόγον ὑπεστήσατο τὸν πρὸς αὐτοῦ θεολογούμενον, ἀλλ' οἷον ἔπρεπεν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ νοεῖν, λόγον μὲν ὄντα καθ' ὃ πάντα λόγῳ συνεστήσατο καὶ χωρὶς λόγου τῶν ὄντων οὐδὲν γέγονεν, θεὸν δὲ καὶ μονογενῆ καθ' ὃ μόνος ἀληθῶς ἦν υἱὸς τοῦ ἐπὶ πάντων θεοῦ, υἱὸς γνήσιος ὄντως καὶ ἀγαπητός, τῷ 2.14.22 αὐτοῦ πατρὶ κατὰ πάντα ἀφωμοιωμένος. διὸ καὶ φῶς ἦν ἀληθῶς καθ' ὃ τὸ νοερὸν καὶ λογικὸν ταῖς κατ' εἰκόνα τὴν αὐτοῦ πεποιημέναις ψυχαῖς ἐναυγάζει φέγγος. διὸ οὐ πάντων αὐτὸν φῶς εἶναί φησιν, ἀλλὰ μόνων ἀνθρώπων· «ἦν» γὰρ «τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον» ἔφη. οὕτω δὲ καὶ ζωὴ ὑπῆρχεν ἀληθῶς, καθ' ὃ πᾶσιν τοῖς ζῶσιν τὸ τῆς ἐξ αὐτοῦ χορηγίας παρέχει νᾶμα. καὶ καθ' ἑκάστην δὲ ἐπίνοιαν τῶν ἐν αὐτῷ θεϊκῶν δυνάμεων παραστατικὰς εὕροις ἂν αὐτοῦ καὶ ἀληθεῖς ἐπωνυμίας. κατὰ πάντα γὰρ ἀλήθεια ἦν ὁ υἱὸς τοῦ θεοῦ, ὃ δὴ παρίστησιν αὐτὸς λέγων «ἐγώ εἰμι ἡ ἀλήθεια». 2.15.1 ἀλλ' ὁ νέος συγγραφεὺς ταῦτα μὲν οὔτε συνίησιν οὔτε οἶδεν οὔθ' ὅτι ἀγνοεῖ οἶδεν, ἃ δὴ καὶ εἰδέναι αὐχεῖ, ὅπως συνέστη. φέρε πάλιν εἶτα ἀναλαβόντες ἀκούσωμεν, ὡς τῷ ἐν ἀνθρώποις αὐτὸν ἀπεικάζει λόγῳ, τῷ τε κατὰ διάνοιαν καὶ τῷ κατὰ προφοράν, τοῦτον γράφων τὸν τρόπον τοῦτο δὲ ῥᾴδιον, οἶμαι, τοῖς εὖ φρονοῦσιν καὶ ἀπὸ μικροῦ τινος καὶ ταπεινοῦ καθ' ἡμᾶς παραδείγματος γνῶναι. οὐδὲ γὰρ τὸν τοῦ ἀνθρώπου λόγον δυνάμει καὶ ὑποστάσει χωρίσαι τινὶ δυνατόν· ἓν γάρ ἐστιν καὶ ταὐτὸν τῷ ἀνθρώπῳ ὁ λόγος, καὶ οὐδενὶ χωριζόμενος ἑτέρῳ ἢ μόνῃ τῇ τῆς πράξεως ἐνεργεία. 2.15.2 ἐν δὴ τούτοις τῷ προφορικῷ λόγῳ κέχρηται εἰκόνι, τῷ δέ γε ἐνδιαθέτῳ ἐν οἷς ταῦτά φησιν οὐ γὰρ δὴ ἑτέρας ἑτοιμασίας, οἷον ὕλης ἢ ἄλλης τινὸς ἀνθρωπίνης, ὁ θεὸς ἐδεῖτο πρὸς κατασκευήν, ἀλλὰ ταύτης τῆς ἐν τῇ ἑαυτοῦ διανοίᾳ ἑτοιμασίας. ἐπεὶ οὖν ἀδύνατον ἦν χωρὶς λόγου καὶ τῆς προσούσης τῷ λόγῳ σοφίας ἐννοῆσαι περὶ τῆς τοῦ οὐρανοῦ κατασκευῆς τὸν θεόν, εἰκότως ἔφη «ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ». 2.15.3 εἶθ' ἑξῆς προϊὼν ὁμοῦ καὶ ἐνδιάθετον τὸν τοῦ θεοῦ λόγον παρίστη, γράφων οὕτως τίς γὰρ οὕτως ἢ τῶν ἁγίων ἀγγέλων ἢ ἀνδρῶν δικαίων ἀξιόπιστος ἦν τὴν ἐκ προσώπου τοῦ θεοῦ ὁρισθεῖσαν αὐτῷ τιμω ρίαν λῦσαι, εἰ μὴ αὐτὸς ὁ λόγος ὁ συμπαρών τε καὶ συμπλάττων. πρὸς ὃν ὁ πατὴρ «ποιήσωμεν ἄνθρωπον» ἔφη; 2.15.4 τούτοις ἑξῆς διασαφεῖ ὁποῖον εἰσάγει λόγον φάσκων ἀλλ' εἴ τις μικρῷ τινι καὶ ἀνθρωπίνῳ καθ' ἡμᾶς παρα δείγματι χρώμενος ὡς διὰ εἰκόνος τὴν θείαν ἐξετάζοι πρᾶξιν· ὥσπερ ἂν εἴ τις ἀνδριαντοποιὸς ἐπιστήμων ἀνὴρ ἀνδριάντα πλάσαι βουλόμενος, πρῶτον μὲν τοὺς τύπους αὐτοῦ καὶ χαρα κτῆρας ἐν ἑαυτῷ σκοπεῖ, ἔπειτα πλάτος τε καὶ μῆκος ὅσον εὐπρε πὲς ἐννοεῖ, ἀναλογίαν τε τοῦ παντὸς ἐν τῷ καθ' ἕκαστον ἐξετά ζει μέρει, χαλκοῦ τε τὴν πρόσφορον ἑτοιμάσας ὕλην καὶ τὸν ἐσόμενον ἀνδριάντα τῇ ἑαυτοῦ προτυπώσας διανοίᾳ καὶ νοητῶς ὁρᾶν νομίσας συνειδώς τε ἑαυτῷ συνεργεῖν τὸν λόγον, ᾧ λογίζεται καὶ ᾧ πάντα πράττειν εἴωθεν οὐδὲν γὰρ μὴ λόγῳ γιγνόμενον καλόν, ἀρχόμενος τῆς αἰσθητῆς ταύτης ἐργασίας πρὸς ἑαυτὸν ὡς πρὸς ἕτερον παρακελεύεται λέγων· ἄγε ποιήσωμεν, ἄγε πλάσωμεν