1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

23

ὁ κόσμος δι' αὐτοῦ ἐγένετο». εἰ δὲ «ὁ κόσμος δι' αὐτοῦ ἐγένετο», 2.2.4 δῆλον ὡς προϋπῆρχεν τοῦ κόσμου. οὐκ ἄρα μόνος ἦν ὁ θεὸς πρὸ τῆς τοῦ κόσμου συστάσεως, συνῆν δὲ αὐτῷ ὁ μονογενὴς αὐτοῦ υἱός, εἰς ὃν ἀφορῶν ὁ πατὴρ ἔχαιρεν, ὡς διδάσκει αὐτὸς ὢν ἡ σοφία, λέγων ἐν Παροιμίαις «ἐγὼ ἤμην ᾗ προσέχαιρεν καθ' ἡμέραν». καὶ αὐτὸς δὲ ὁ υἱὸς ταῖς πατρικαῖς ἐννοίαις ἐνατενίζων εὐφροσύνης ἐπληροῦτο, διό φησιν «ηὐφραινόμην δὲ ἐνώπιον αὐτοῦ ἐν παντὶ καιρῷ». ταῦτα μὲν ἡ Χριστοῦ ἐκκλησία τὰ εὐσεβῆ καὶ θεῖα μυστήρια παραλαβοῦσα φυλάττει. ὁ δὲ λέγων μήπω τοῦ κόσμου γεγονότος μηδὲν ἕτερον εἶναι πλὴν θεοῦ μόνου 2.2.5 δυεῖν θάτερον ἑαυτὸν ὄντα παρίστη, ἢ Ἰουδαῖον ἢ Σαβελλιανόν. ἢ γὰρ αὐτόθεν ἀρνούμενος τὸν υἱόν, θεὸν δὲ μόνον εἰσάγων, Ἰουδαῖος ἔσται τὸν Χριστὸν ἀρνούμενος· ἢ μέχρι λόγου τὴν τοῦ υἱοῦ πρόσρησιν ἀποδεχόμενος, αὐτὸν δ' εἶναι φάσκων τὸν ἕνα θεόν, υἱὸν ὁμοῦ καὶ πατέρα, τὸν Σαβέλλιον ἀνανεώσεται. εἰ γὰρ πρὸ τοῦ κόσμου οὐδὲν ἕτερον ἦν πλὴν θεοῦ, ἢ αὐτὸς ἔσται πατὴρ καὶ υἱὸς ἢ οὐδ' ἕξει υἱόν. 2.3.1 ἀλλ' ἔοικεν Μάρκελλος, τὸν ἐν αὐτῷ τῷ θεῷ λόγον, καθ' ὃν λογικὸς νοεῖται, τοῦτον εἶναι φάσκειν τὸν υἱόν· ὥστε εἶναι αὐτὸν ἑαυτοῦ πατέρα, καὶ αὖ πάλιν αὐτὸν ἑαυτοῦ υἱόν. ἐπάκουσον γοῦν τῶν αὐτοῦ φωνῶν, δι' ὧν τοῦτον γράφει τὸν τρόπον πρὸ γὰρ τῆς δημιουργίας ἁπάσης ἡσυχία τις ἦν, ὡς 2.3.2 εἰκός, ὄντος ἐν τῷ θεῷ τοῦ λόγου. εἰ γὰρ ποιητὴν ἁπάντων τὸν θεὸν Ἀστέριος πεπίστευκεν εἶναι, δῆλον ὅτι συνομολογήσει ἡμῖν καὶ αὐτὸς τὸν μὲν ἀεὶ ὑπάρχειν, μηδεπώποτε ἀρχὴν τοῦ εἶναι λαβόντα, τὰ δὲ γεγενῆσθαί τε ὑπ' αὐτοῦ καὶ ἐξ οὐκ ὄντων γεγενῆσθαι. ὁρᾷς ὅπως τὸν θεὸν ἄναρχον ὑποστησάμενος τὸν λόγον ἐν αὐτῷ ὄντα ἐν ἡσυχίᾳ εἶναι πρὸ τῆς δημιουργίας ἔφη· καὶ προϊὼν ἑξῆς ἐπιλέγει εἰ τοίνυν τοῦτο πιστεύοι, ἀνάγκη αὐτὸν κἀκεῖνο συνομο λογεῖν ὅτι πλὴν θεοῦ οὐδὲν ἕτερον ἦν. εἶχεν οὖν τὴν οἰκείαν δόξαν ὁ λόγος, ὢν ἐν τῷ πατρί. 2.3.3 ἐντεῦθεν εἰκότως καὶ ἀίδιον, τοῦτ' ἔστιν ἀγένητον, εἶναί φησιν τὸν λόγον, ὧδε γράφων ἀκούεις τοίνυν τῆς συμφωνίας τοῦ ἁγίου πνεύματος, διὰ πολλῶν καὶ διαφόρων προσώπων τῇ τοῦ λόγου μαρτυρούσης ἀιδιότητι. καὶ πάλιν καὶ διὰ τοῦτο ἄρχεται μὲν ἀπὸ τῆς ἀιδιότητος τοῦ λόγου, «ἐν ἀρχῇ ἦν ὁ λόγος» λέγων «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». τρισὶν ἐπαλλήλοις μαρτυρίαις χρώ μενος τὴν ἀιδιότητα τοῦ λόγου δεικνύναι βούλεται. 2.3.4 ὅπως δὲ ἡνῶσθαι τῷ θεῷ καὶ συναγέννητον εἶναι αὐτῷ τὸν λόγον ἔφασκεν, πάρεστιν αὐτοῦ ἐπακοῦσαι ὧδέ πη λέγοντος τὴν μὲν κατὰ σάρκα οἰκονομίαν τῷ ἀνθρώπῳ διαφέρειν γινώσκομεν, τὴν δὲ κατὰ πνεῦμα ἀιδιότητα ἡνῶσθαι τῷ πατρὶ πεπιστεύκαμεν. 2.4.1 τοῦτον δὴ τὸν τρόπον ἐν τῷ θεῷ δοὺς εἶναι τὸν λόγον, ἓν καὶ ταὐτὸν εἶναι αὐτῷ ἑξῆς ἀποφαίνεται κατὰ λέξιν ὧδε γράφων εἰ μὲν γὰρ ἡ τοῦ πνεύματος ἐξέτασις γίγνοιτο μόνη, ἓν καὶ ταὐτὸν εἰκότως ἂν ὁ λόγος εἶναι τῷ θεῷ φαίνοιτο· εἰ δὲ ἡ κατὰ σάρκα προσθήκη ἐπὶ τοῦ σωτῆρος ἐξετάζοιτο, ἐνεργείᾳ ἡ θεότης μόνῃ πλατύνεσθαι δοκεῖ· ὥστε εἰκότως μονὰς ὄντως ἐστὶν ἀδιαίρετος. 2.4.2 καὶ πάλιν προϊών φησιν οὐ διὰ τὴν ἐν ἅπασιν οὖν λόγοις τε καὶ ἔργοις ἀκριβῆ συμφωνίαν, ὡς Ἀστέριος ἔφη, ὁ σωτὴρ λέγει «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν»· ἀλλὰ διότι ἀδύνατόν ἐστιν ἢ λόγον θεοῦ ἢ θεὸν τοῦ ἑαυτοῦ μερίζεσθαι λόγου. εἰ δὴ οὖν ἓν καὶ ταὐτὸν ἦν ὁ θεὸς καὶ ὁ ἐν αὐτῷ λόγος, ὡς δοκεῖ Μαρκέλλῳ, ὁ ἐν τῇ ἁγίᾳ παρθένῳ γενόμενος καὶ σαρκωθεὶς καὶ ἐνανθρωπήσας καὶ παθὼν τὰ ἀναγεγραμμένα καὶ ἀποθανὼν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν αὐτὸς ἦν ὁ ἐπὶ πάντων θεός· ὃ δὴ τολμήσαντα φάναι τὸν Σαβέλλιον ἡ ἐκκλησία τοῦ θεοῦ ἐν ἀθέοις καὶ βλασφήμοις κατέλεξεν. 2.5.1 εἰ δὲ λέγοι Μάρκελλος τὸν λόγον εἶναι τοῦ θεοῦ τὸν σαρκωθέντα, ἀλλ' ἀχώριστον αὐτὸν ὡρίσατο εἶναι τοῦ θεοῦ, μονάδα δοὺς ἀδιαίρετον, καὶ μίαν ὑπόστασιν τοῦ θεοῦ καὶ τοῦ ἐν αὐτῷ λόγου, ὡς μηδ' ἕτερον νοεῖν τὸν ἐνανθρωπήσαντα κατ' αὐτὸν ἢ τὸν ἐπὶ πάντων θεόν. εἰ δὲ μονάς ἐστιν ἀδιαίρετος, ἕν τε καὶ ταὐτὸν ὁ θεὸς καὶ ὁ ἐν αὐτῷ λόγος, καὶ τίνα ἂν εἴποι τις πατέρα, τίνα δὲ υἱόν, ἑνὸς ὄντος τοῦ ὑποκειμένου; οὕτω μὲν δὴ Μάρκελλος