1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

55

ἑαυτὸν ἔλεγεν. ὃ δὴ καὶ ἑτέρωθι διὰ παραβολῆς ἐδήλου περὶ ἑαυτοῦ 3.4.7 λέγων «ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι»· πόθεν γὰρ ἐξῆλθεν ἢ ἐκ τῶν ἐνδοτάτω βασιλείων τῆς πατρικῆς θεότητος; κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὸ ἅγιον πνεῦμα παρεστὸς ἀεὶ τῷ θρόνῳ τοῦ θεοῦ, ἐπεὶ καὶ «μυρίαι μυριάδες» παρεστήκασιν αὐτῷ κατὰ τὸν ∆ανιήλ, ἀπεστέλλετο καὶ αὐτό, ποτὲ μὲν ἐν εἴδει περιστερᾶς ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, ποτὲ δὲ ἐφ' ἕκαστον τῶν προφητῶν καὶ τῶν ἀποστόλων· 3.4.8 διὸ ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι καὶ αὐτὸ εἴρηται. καὶ τί θαυμάζεις; ὁπότε καὶ περὶ τοῦ διαβόλου λέλεκται «καὶ ἐξῆλθεν ὁ διάβολος παρὰ τοῦ κυρίου» καὶ δεύτερον πάλιν εἴρηται «ἐξῆλθεν δὲ ὁ διάβολος ἀπὸ τοῦ κυρίου». εὕροις δ' ἂν καὶ ἐπὶ τοῦ Ἀχαάβ, ἔνθ' ἐπιφέρει ἡ γραφὴ «καὶ ἐξῆλθεν πνεῦμα πονηρὸν καὶ ἔστη ἐνώπιον κυρίου καὶ 3.4.9 εἶπεν· ἐγὼ ἀπατήσω αὐτόν». ἀλλὰ ταῦτα μὲν ἐναντία πνεύματα, ὅπως δὲ καὶ τίνα τρόπον εἴρηται, οὐ νῦν καιρὸς πολυπραγμονεῖν. ὁ δὲ μονογενὴς υἱὸς τοῦ θεοῦ ἐκ τοῦ πατρὸς ἐξεληλυθέναι ἑαυτὸν διδάσκει διὰ τὸ συνεῖναι αὐτῷ πάντοτε, καὶ τὸ ἅγιον δὲ πνεῦμα ὁμοίως ἕτερον ὑπάρχον παρὰ τὸν υἱόν. ὃ δὴ σαφῶς αὐτὸς ὁ σωτὴρ παρίστησιν λέγων «ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν». ἄντικρυς γὰρ παραστατικὸν ἂν εἴη τοῦτο τοῦ μὴ εἶναι ἓν καὶ ταὐτὸν τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα· τὸ γὰρ παρ' ἑτέρου λαμβάνον τι ἕτερον παρὰ τὸν διδόντα νοεῖται. 3.5.1 καὶ ὅτι γε ἕτερόν ἐστιν τὸ πνεῦμα τὸ ἅγιον τοῦ υἱοῦ διαρρήδην καὶ διαφόρως λευκοτάτοις ῥήμασιν αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐδίδαξεν, ἐν οἷς πρὸς τοὺς αὐτοῦ μαθητὰς ἔλεγεν «ἐὰν ἀγαπᾶτε με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε. καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα ᾖ μεθ' ὑμῶν εἰς τὸν αἰῶνα, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν». ὁρᾷς ὅπως τὸ πνεῦμα τὸ παράκλητον ἕτερον εἶναί φησιν καὶ ἄλλο παρ' ἑαυτόν. εἰ δὲ ἐμφυσήσας τοῖς μαθηταῖς εἶπεν «λάβετε πνεῦμα ἅγιον», οὐ χρὴ ἀγνοεῖν ὡς τὸ μὲν ἐμφύσημα καθαρτικόν πως ἦν τῆς τῶν ἀποστόλων ψυχῆς, ἐπιτηδείους αὐτοὺς παρασκευάζον τῆς τοῦ ἁγίου 3.5.2 πνεύματος ὑποδοχῆς. οὐ γὰρ εἰς τὸ πρόσωπον αὐτῶν ἐμφυσῆσαι λέγεται οὐδ' ὅτι πνοὴν ζωῆς οὐδ' ὅτι πνεῦμα ἅγιον, ὡς ἐπὶ τοῦ Ἀδὰμ ἀναγέγραπται ὅτι «ἐνεφύσησεν ὁ θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς», ἀλλ' ἐμφυσῆσαι μὲν εἴρηται πρότερον, ἔπειτα εἰπεῖν «λάβετε πνεῦμα ἅγιον». τὸ δὲ διδόναι αὐτὸν τὸ πνεῦμα πάλιν ἕτερον αὐτὸν παρίστη 3.5.3 τοῦ διδομένου· οὐκ ἂν γὰρ ὁ αὐτὸς ἦν ὁ διδοὺς καὶ τὸ διδόμενον, ἀλλ' ὁ μὲν παρέχων ἦν ὁ σωτήρ, τὸ δὲ διδόμενον τὸ ἅγιον πνεῦμα, οἱ δὲ λαμβάνοντες οἱ ἀπόστολοι, τὸ δ' ἐμφύσημα καθαρτικὸν ὡς ἔφην τῶν ἀποστόλων ἢ καὶ ἐνεργητικὸν τῆς μεταδόσεως τοῦ ἁγίου 3.5.4 πνεύματος, ἑκατέρως γὰρ νοεῖν δυνατόν. πλὴν ἐκ τούτων δείκνυται ἕτερον ὑπάρχον παρ' αὐτὸν τὸ ἅγιον πνεῦμα, ὡς καὶ διὰ τῶν ἐπιφερομένων, δι' ὧν πάλιν ἀναγέγραπται φήσας «ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς 3.5.5 αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα». οἷς ἐπιφέρει «ταῦτα λελάληκα ὑμῖν παρ' ὑμῖν μένων· ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατήρ μου ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ὅσα εἶπον ὑμῖν». ἀκούεις ὅπως πληθυντικῷ κέχρηται τρόπῳ τὸ «ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα» περὶ αὑτοῦ καὶ τοῦ πατρὸς φήσας, καὶ ὡς περὶ τοῦ ἁγίου πνεύματος διαλαλῶν ὡς περὶ ἑτέρου ἔλεγεν τὸ «ἐκεῖνος 3.5.6 ὑμᾶς διδάξει πάντα». τοιοῦτον δὲ ἦν καὶ τὸ «ἐγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα μεθ' ὑμῶν ᾖ εἰς τὸν αἰῶνα, τὸ πνεῦμα τῆς ἀληθείας». οὐκοῦν ἕτερος ἦν παρ' αὐτὸν ὁ παράκλητος, περὶ οὗ τὰ τοσαῦτα ἐδίδασκεν. εἰκότως οὖν αὖθις προσετίθει λέγων «ταῦτα λελάληκα ὑμῖν παρ' ὑμῖν μένων· ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατήρ μου ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ὅσα 3.5.7 εἶπον». ἐγὼ μὲν γὰρ τέως ταῦθ' ὑμῖν λελάληκα, φησίν, τὸ δὲ πνεῦμα τῆς ἀληθείας, ὃ καὶ αὐτὸ πέμψει ὁ πατήρ μου, πάντα ὑμᾶς