1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

14

τολμήσαντα φάναι λόγον εἶναι αὐτὸν καὶ οὐδὲν ἕτερον, αὐτολεξεί τε εἰρηκότα καὶ διὰ τοῦτο οὐχ υἱὸν θεοῦ αὑτὸν ὀνομάζει, ἀλλὰ παντα χοῦ υἱὸν ἀνθρώπου ἑαυτὸν λέγει, ἵνα διὰ τῆς τοιαύτης ὁμολογίας θέσει τὸν ἄνθρωπον διὰ τῆς πρὸς αὐτὸν κοινωνίας υἱὸν θεοῦ γενέσθαι παρασκευάσῃ. ταῦτα γὰρ Μάρκελλος εἰπὼν οὐκ οἶδ' ὅπως ὁποίοις ὀφθαλμοῖς οἷός τε ἦν ἀντιβλέπειν ἢ ποίοις χείλεσιν ἀντιφθέγγεσθαι ταῖς τοσαύταις 1.20.23 μαρτυρίαις. καὶ φῶς δὲ αὑτὸν εἶναι ὁ σωτὴρ παρίστη συμφώνως τοῖς περὶ τοῦ φωτὸς προαποδοθεῖσιν λέγων «ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου», καὶ πάλιν «ἐγώ εἰμι τὸ φῶς, καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή», καὶ αὖθις «ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ 1.20.24 ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς». καὶ εἴγε τις ἔροιτο, πόθεν ἐλήλυθεν, ἀποκρινεῖται ὁ εἰπὼν «ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν» καὶ «ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ὃ ἑώρακεν καὶ ἤκουσεν μαρτυρεῖ»· τίς δ' ἦν «ὁ ἐρχόμενος ἐκ τοῦ οὐρανοῦ»; μήτι γε ἡ σὰρξ ἣν ἀνείληφεν ὁ σωτήρ; οὐδαμῶς. ἀλλ' αὐτός, δηλονότι τὸ φῶς καὶ ὁ λόγος καὶ ὁ θεὸς καὶ ὁ μονογενὴς καὶ ὁ υἱός, αὐτὸς ὢν ταῦτα πάντα, «ἃ ἑώρακεν» τοίνυν οὗτος «καὶ ἃ ἤκουσεν», φησίν, 1.20.25 «μαρτυρεῖ». οὐκοῦν καὶ ἑώρα καὶ ἤκουσεν πρὶν ἐπὶ γῆς ἐλθεῖν. τίνα δὲ ἑώρα ἢ τὸν πατέρα; τίνος δὲ ἤκουσεν ἢ τοῦ πατρός; οὕτω δὲ ἑαυτὸν οὐ λόγον σημαντικόν, ἀλλ' υἱὸν ἀληθῶς ζῶντα καὶ ὑφεστῶτα ἐδίδασκεν, ὡς λέγειν «ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον». πιστεύωμεν τοίνυν, ὅτι «τὸν υἱὸν» ἀγαπῶν «ὁ πατὴρ 1.20.26 πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ». ἐπιμελῶς δὲ προσεκτέον τῷ «πάντα», τῆς τῶν γενητῶν ἁπάντων ὑπάρξεως περιληπτικῷ ὄντι, δι' οὗ τὸ μέγεθος τῆς τοῦ υἱοῦ τοῦ θεοῦ δυνάμεως ἴδοι ἄν τις, ἐννοήσας ὅσῃ καὶ ὁποίᾳ χειρὶ παρὰ τοῦ πατρὸς ὑποδέδεκτο τὴν τῶν 1.20.27 ὄντων ἁπάντων ὕπαρξιν. εἰ γὰρ δὴ μέγας ὁ σύμπας οὐρανός τε καὶ κόσμος, καὶ τούτων ἔτι μακρῷ κρείττονα καὶ διαφέροντα τυγχάνει τὰ ἐπέκεινα τῶν ὁρωμένων ἐν ἀσωμάτοις καὶ ἀφθάρτοις νοεραῖς τε καὶ θείαις ὑφεστῶτα δυνάμεσιν, πάντα τε ὅσα τὸν ἡμέτερον διαδιδράσκοντα νοῦν τὴν ἡμετέραν γνῶσιν λανθάνει, τούτων ἁπάντων μία τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ χεὶρ περιδραττομένη τῆς ἀπειρο1.20.28 μεγέθους αὐτοῦ δυνάμεως τὴν ἀρετὴν ἐπιδείκνυται. ὃ δὴ καὶ δι' ἑτέρας 1.20.28 πάλιν αὐτὸς ὁ υἱὸς παρίστη φωνῆς λέγων «πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου». εἶθ', ὡς ἡμῶν ἀπορούντων, τίς ποτ' ἦν καὶ ὁπηλίκος ὁ τὴν τοσαύτην παρακαταθήκην ὑποδεδεγμένος, μὴ ζήτει, φησίν, μηδ' ἐρώτα. οὐ γὰρ ἔχει φύσιν ἀνθρώποις γνωρίζεσθαι, ἀλλ' οὐδὲ ταῖς κρείττοσιν καὶ θειοτέραις δυνάμεσιν ἡ ἀκριβὴς τοῦ υἱοῦ 1.20.29 τοῦ θεοῦ κατάληψις. διὸ προφήσας «πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου» ἐπήγαγεν «καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ». σεσιγήσθω τοίνυν πᾶς ἀπόρρητος περὶ τοῦ υἱοῦ τοῦ θεοῦ λόγος, καὶ μόνῳ τῷ πατρὶ παραδεδόσθω ἡ τῆς ἐξ αὐτοῦ γενέσεως αὐτοῦ γνῶσις, μηδὲ περαιτέρω τις ζητῶν χωρείτω φύσεως πέρι καὶ οὐσίας ἀπορρήτου, μόνη δὲ ἡμῖν ἡ αὐτοῦ περὶ αὑτοῦ διδασκαλία τῇ τῆς πίστεως βεβαιούσθω χάριτι, σαφῶς πάντα αὐτῷ ὑπὸ τοῦ πατρὸς 1.20.30 παραδεδόσθαι παιδεύουσα. οὐκοῦν ὁ μὲν θεὸς ἐδίδου καὶ παρεδίδου ἐπὶ βελτιώσει καὶ ὠφελείᾳ, οἷα σωτῆρι καὶ ἰατρῷ καὶ κυβερνήτῃ τῶν ὅλων τὴν παράδοσιν ποιούμενος· ὁ δὲ υἱὸς ἐλάμβανεν καὶ οἷα πιστὸς παραθηκοφύλαξ τὴν δόσιν ὑπεῖχεν, οὐχ ὡς λόγος ἀνούσιος καὶ ἀνυπόστατος, ἀλλ' ὡς ἀληθῶς υἱὸς ὢν μονογενὴς καὶ ἀγαπητὸς τοῦ πατρός. 1.20.31 ζʹ. ἔτι πρὸς τούτοις καὶ ἄρτον ζωῆς αὐτὸς ἑαυτὸν ὠνόμαζεν λέγων «ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς», «ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς». καὶ ὅπως ὑπῆρχε ζῶν, διεσάφει τρανότατα διαρθρῶν ἐν οἷς φησιν «καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ 1.20.32 ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι' ἐμέ». τοῦτο δὲ καὶ ἐν ἑτέροις ἐδίδαξεν εἰπών «ὥσπερ γὰρ ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ». ἄρ' οὖν καὶ ἄρτος ἦν ζωῆς καὶ ὑπῆρχεν ἐν τῷ οὐρανῷ τὰς