1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

6

αὐτοῦ τὰ σύμπαντα ὑποστησάμενος, ὁ ἀποστέλλων αὐτόν, ὁ προστάττων αὐτῷ, ὁ ἐντελλόμενος, ὁ διδάσκων, ὁ πάντα αὐτῷ παραδιδούς, ὁ δοξάζων αὐτόν, ὁ ὑπερυψῶν, ὁ ἀναδείξας βασιλέα τῶν ὅλων, ὁ πᾶσαν αὐτῷ τὴν κρίσιν παραδιδούς, ὁ καὶ ἡμᾶς αὐτῷ πείθεσθαι βουλόμενος, ὁ τὸν ἐν δεξιᾷ τῆς μεγαλοπρεπείας αὐτοῦ κατέχειν θρόνον ἐγκελευό1.11.4 μενος ἐν τῷ προσφωνεῖν αὐτῷ καὶ λέγειν «κάθου ἐκ δεξιῶν μου», ὁ διὰ ταῦτα πάντα καὶ αὐτοῦ ὑπάρχων τοῦ υἱοῦ θεός, ᾧ πειθόμενος ὁ μονογενὴς αὐτοῦ παῖς «ἐκένωσεν ἑαυτόν, ἐταπείνωσεν ἑαυτόν, μορφὴν δούλου ἀνείληφεν, ὑπήκοος μέχρι θανάτου γέγονεν», ᾧ καὶ προσεύχεται, ᾧ καὶ κελεύοντι πείθεται, ᾧ καὶ εὐχαριστεῖ, ὃν καὶ «μόνον ἀληθινὸν θεὸν» ἡγεῖσθαι ἡμᾶς διδάσκει, μείζονά τε εἶναι ἑαυτοῦ ὁμολογεῖ, ὃν ἐπὶ πᾶσι τούτοις καὶ θεὸν ἑαυτοῦ εἶναι πάντας 1.11.5 ἡμᾶς εἰδέναι βούλεται. ὃν οὕτω δοξάζοντα τὸν ἑαυτοῦ πατέρα ἀμοιβαίως ἀντιδοξάζων ὁ πατὴρ καὶ κύριον καὶ σωτῆρα καὶ θεὸν τῶν ὅλων καὶ σύνθρονον τῆς αὐτοῦ βασιλείας ἀνέδειξεν. ἃ δὴ πεπαιδευμένη ἡ ἐκκλησία τοῦ θεοῦ ἑαυτῆς μὲν καὶ θεὸν καὶ κύριον καὶ σωτῆρα τοῦ δ' ἐπὶ πάντων θεοῦ υἱὸν μονογενῆ αὐτὸν γινώσκειν καὶ οὐδένα μὲν ἄλλον τῶν γενητῶν ἀναγορεύειν θεὸν ἀξιοῖ, μόνον δὲ 1.11.6 τοῦτον οἶδεν θεόν, ὃν μόνον ὁ πατὴρ ἐξ ἑαυτοῦ ἐγέννα, ὥσπερ οὖν αὐτὸς διὰ Σολομῶνος παρίστη λέγων «πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με», ὧδέ πη ὄρη καὶ βουνοὺς τὰς θείας καὶ ὑπερκοσμίους δυνάμεις αἰνιττόμενος. 1.12.1 εἰ δὲ δὴ περιεργάζοιτό τις καὶ πῶς ἂν γεννήσειεν ὁ θεός, πῶς δ' ἔσται πατὴρ ὁ ἐπέκεινα τῶν ὅλων, τὸ τολμηρὸν τοῦ πύσματος κατασιγάσει ὁ φήσας «βαθύτερά σου μὴ ζήτει, καὶ ὑψηλότερά σου μὴ ἐξέταζε. ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· οὐ γάρ ἐστίν σοι χρεία τῶν κρυπτῶν». καὶ ὁ Παῦλος δὲ εἰπὼν «ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ» τὸν περαιτέρω χωρεῖν τολμῶντα μὴ ἀνεφίκτοις ἐπιχειρεῖν πειθέτω. ἢ λεγέτω πρότερον αὐτός, ἃ δή φησιν ἐξ οὐκ ὄντων γεγονέναι, πῶς καὶ τίνα τρόπον ὑπέστη, μηδαμῆ 1.12.2 μηδαμῶς ὄντα πρότερον. οὐ γὰρ δὴ κατὰ τοὺς παρ' ἡμῖν τεχνίτας ὕλην προϋποκειμένην λαβὼν ταῖς χερσὶν τὸ πᾶν ἐτεκτήνατο. ὥσπερ δὲ τὸ τῇ φύσει ἀμήχανον ὅσον ἐπ' ἀνθρώποις λέγω δὲ τὸ μηδαμῶς ὑπάρχον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι προαγαγεῖν αὐτῷ δυνατὸν κατέστη, καὶ γέγονεν τῶν ὅλων ποιητὴς οὐ κατὰ ἄνθρωπον, ἀρρήτοις δὲ καὶ ἀφράστοις ἡμῖν λόγοις, οὕτω καὶ πολὺ πλέον ἡ τοῦ μονογενοῦς αὐτοῦ γέννησις ἀνεξερεύνητος καὶ ἀνεξιχνίαστος ἂν εἴη, οὐχ ἡμῖν ὡς ἂν φαίη τις μόνοις, ἀλλὰ καὶ πάσαις ταῖς κρείττοσιν ἢ 1.12.3 καθ' ἡμᾶς δυνάμεσιν. τὰ γὰρ μακρῷ τὴν φύσιν ὑποβεβηκότα, κάτω τε καὶ πορρωτάτω τῆς ἀρρήτου καὶ θεϊκῆς καθεστῶτα οὐσίας, πῶς ἂν ἐφίκοιτο τῆς ἐπέκεινα καὶ ἀνωτάτω καταλήψεως; πῶς δ' ἂν τὰ μὴ ὄντα πρότερον, δι' αὐτοῦ δ' ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι προαχθέντα, τοῦ προαγαγόντος αἰτίου τε αὐτοῖς τῆς ὑπάρξεως γενομένου σχοίη ἂν τῆς πρώτης γενέσεως τὴν γνῶσιν; ἤ πού γε ἡμεῖς οἱ χθιζοί, «δέρμα καὶ κρέας» ἐνδεδυμένοι, «ὀστέοις καὶ νεύροις» ἐνειρμένοι, καὶ μηδὲ τὰ καθ' ἡμᾶς εἰδότες, τὴν περὶ τῶν ἀρρήτων ἀκίνδυνον ποιησόμεθα ζήτησιν, πῶς ἐγέννα τὸν υἱὸν ὁ πατὴρ πολυπραγμονοῦντες; ὅτι δὲ καὶ τῶν παρὰ πόδας μυρία τὴν ἡμετέραν διαδιδράσκει γνῶσιν, 1.12.4 δῆλον ἂν εἴη ἐνθένδε. τίς γὰρ ἂν εἰπεῖν ἔχοι, πῶς καθεῖρκται τῷ σώματι ἡ ψυχή, πῶς ἔξεισιν, πῶς δὲ τὴν ἀρχὴν εἰσεκρίθη, ὁποῖον δὲ αὐτῆς τὸ εἶδος, τί τὸ σχῆμα, τίς ἡ μορφή, τίς ἡ οὐσία; οὔπω μοι τὸν περὶ δαιμόνων πολυπραγμονεῖν, οὐ τὸν περὶ οὐσίας ἀγγέλων, οὐ τὸν περὶ ἀρχῶν καὶ θρόνων καὶ κυριοτήτων, οὐ τὸν περὶ ἐξου1.12.5 σιῶν καὶ κοσμοκρατόρων. εἰ δ' ἐν τούτοις ἅπασιν ἀμηχανοῦμεν, τί δεῖ τὴν περὶ τῆς ἀνάρχου καὶ ἀγενήτου θεότητος γνῶσιν διερευνᾶσθαι; τί τὰ ἀνέφικτα ἐρωτᾶν, πῶς υἱοῦ μονογενοῦς ὁ θεὸς ὑπέστη πατήρ, ὡς μὴ ἀπαρκούσης ἡμῖν τῆς πατρικῆς φωνῆς πρὸς μαρτυρίαν τοῦ ἀγαπητοῦ, ὃν ἀνεκήρυξεν εἰπὼν «οὗτός ἐστιν ὁ υἱός μου ὁ 1.12.6 ἀγαπητός, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε»; εἰ δὴ