1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

3

τούτου κρείττων, ἐν κακῶν ἐκλογῇ, ὁ μὴ διαιρῶν μὲν τὴν ἄναρχον καὶ ἀγέννητον καὶ θεϊκὴν δύναμιν τὸν αὐτὸν δ' εἶναι ὁμολογῶν γυμνῷ τῷ λόγῳ, πόσῳ δὲ ἑκατέρων βελτίων ὁ Ἰουδαῖος, τὸν ἕνα θεὸν οὐ διαιρῶν εἰς πατέρα καὶ υἱὸν Μαρκέλλῳ παραπλησίως οὐδὲ τὸν αὐτὸν υἱοπάτορα κατὰ τὸν Σαβέλλιον εἰσάγων, ἀλλὰ σέβων μὲν τὸν θεὸν γνωρίζων δὲ καὶ προσδοκῶν τὸν Χριστὸν αὐτοῦ τὸν διὰ τῶν προφητῶν ἥξειν κηρυττόμενον, ὃν ἐλθόντα ἐπεὶ μὴ παρεδέξαντο, δίκην τῆς εἰς αὐτὸν ἀπιστίας ὑπέσχον τε καὶ ὑφέξουσιν. 1.6.1 οἱ δὲ πιστεύειν εἰς τὸν ἀφικόμενον δι' εὐχῆς ἔχοντες τρία ταῦτα γνωριοῦσιν· τὸν «ἐκ σπέρματος ∆αυὶδ» καὶ τῆς αὐτῆς ἁγίας παρθένου καὶ τὸν ἐνοικήσαντα τούτῳ υἱὸν τοῦ θεοῦ προόντα καὶ οὐσιωδῶς ὑφεστῶτα καὶ τὸν τούτου πατέρα θεόν, ὑφ' οὗ καὶ αὐτὸς ἀπεστάλθαι συνεχῶς ὁμολογεῖ. «ἡμῖν» τοίνυν «εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα» κατὰ τὸν ἀπόστολον «καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα», ὁ προὼν τοῦ θεοῦ μονογενὴς υἱός, καὶ τρίτος ὁ κατὰ σάρκα υἱὸς ἀνθρώπου, ὃν δι' ἡμᾶς ἀνείληφεν ὁ υἱὸς τοῦ 1.6.2 θεοῦ. ἀλλ' οὔτε ὃ ἀνείληφεν σῶμα ταὐτὸν ἦν τῷ ἀνειληφότι υἱῷ τοῦ θεοῦ, οὔτε αὐτὸς ὁ υἱὸς τοῦ θεοῦ εἷς καὶ ὁ αὐτὸς ἂν νομισθείη τῷ γεγεννηκότι. τριῶν δὴ τούτων ὑποκειμένων, οἱ δύο διδόντες τὸ τρίτον δ' ἐκποδὼν ποιούμενοι τῆς ἐκκλησίας εἶεν ἂν ἀπόβλητοι. 1.7.1 τὴν μὲν δὴ σάρκα τοῦ σωτῆρος ἄθεοί τινες τῶν ἑτεροδόξων παραιτησάμενοι, δόξῃ δέ τινι φαντασίας ὦφθαι αὐτὸν ἐπὶ τῆς γῆς εἰρηκότες, πρῶτοι τοῦ τῆς ἀληθείας σκοποῦ διημαρτήκασιν. οἱ δὲ τὴν ἔνσαρκον οἰκονομίαν παραδεδεγμένοι, τὸν δὲ προόντα τοῦ θεοῦ υἱὸν ἀρνησάμενοι, ποικίλας ὡς ἔφην ἑαυτοῖς ἀνοδίας ἐπενόησαν· οἱ μὲν ψιλὸν ἄνθρωπον τῆς κοινῆς ἁπάντων φύσεως κατ' οὐδὲν κρείττονα ἢ ὅσον ἀρετῆς προτερήμασιν γεγονέναι αὐτὸν εἰρηκότες, οἱ δ' αὐτὸν ἐνοικῆσαι τὸν τῶν ὅλων θεὸν τῷ σώματι δογματίσαντες υἱόν τε αὐτὸν ἑαυτοῦ χρηματίσαι φάντες δι' ἣν ὑπέμεινεν κατὰ ἄνθρωπον οἰκονομίαν. δύο διδόντες οὗτοι, θεὸν καὶ ἄνθρωπον, τοῦ τρίτου σφὰς αὐτοὺς ἐστέρησαν, αὐτὸν τὸν σωτῆρα τὸν μονογενῆ τοῦ θεοῦ 1.7.2 υἱὸν ἀρνησάμενοι. τούτων πάλαι μὲν Σαβέλλιος νυνὶ δὲ Μάρκελλος τῇ γνώμῃ συναπαχθέντες τὸν μὲν ἐπὶ πάντων θεὸν Ἰουδαίων τοῖς ἀπίστοις ὁμοίως εὖ μάλα εἰδέναι διισχυρίζοντο, καὶ τὸ δεύτερον, τὴν σάρκα τὴν ἐκ τῆς ἁγίας παρθένου, συνωμολογήκασιν· τὸ δὲ τρίτον, αὐτὸ τὸ κεφάλαιον τῆς ἁπάντων ἡμῶν σωτηρίας, τὸν υἱὸν τοῦ θεοῦ παραγκωνισάμενοι, φῶς ὄντα καὶ ἀλήθειαν, ὁμοῦ τῇ ἀρνήσει 1.7.3 τοῦ υἱοῦ καὶ τοῦ τῆς ἀληθείας φωτὸς ἐκπεπτώκασιν. ἔνθεν ἕνα μὲν θεὸν ὁμολογούντων αὐτῶν ἀκούσει καὶ τὴν σάρκα δὲ τοῦ σωτῆρος τιμώντων· τὸν δ' ἐνοικήσαντα τῇ σαρκὶ θεοῦ υἱὸν φωνῇ μὲν καὶ χείλεσιν παραδεχομένων, ἔργῳ δὲ παραιτουμένων. υἱὸν γὰρ θεοῦ χρῆν ζητεῖν, ἀληθῶς ζῶντα καὶ ὑφεστῶτα, οὔτε τὸν αὐτὸν ᾧ ἀνείληφεν ὄντα σώματι, οὔτε τὸν αὐτὸν ὄντα τῷ θεῷ καὶ πατρί. οὔτε γὰρ τὸν ἐπέκεινα τῶν ὅλων θεὸν υἱὸν ἄν τις εἰπὼν εὐσεβήσειεν τίνος γὰρ ἔσται υἱὸς ὁ τὴν ἄναρχον καὶ ἀγέννητον θεότητα περιβεβλημένος;, οὔτε τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν αὐτὸν εἶναι τὸν πατέρα τις εἰπὼν διαδράσεται τὴν κατὰ τῶν δυσφήμων δίκην. 1.8.1 διὸ δὴ τὴν εὐθεῖαν καὶ βασιλικὴν ὁδὸν ὀρθοτομοῦσα ἡ ἐκκλησία τοῦ θεοῦ τὰς μὲν ἄλλας παρεκτροπὰς ἀπεδοκίμασεν, τοῖς δ' αὐτῆς θρέμμασιν τῆς ἐνθέου χάριτος παραδίδωσιν τὴν γνῶσιν, κατ' αὐτὸ τὸ τῆς παλιγγενεσίας μυστήριον ὁμολογεῖν διδάσκουσα πιστεύειν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, τελείαν καὶ ἀκριβῆ καὶ ὁλόκληρον ταύτην εἰδέναι παρέχουσα τὴν θεολογίαν, ἣ θεὸν μὲν ἕνα παραδίδωσιν ἀφορίζουσα τῆς Ἑλληνικῆς καὶ πολυθέου πλάνης, πατέρα δὲ αὐτὸν οἶδεν τῆς Ἰουδαϊκῆς χωρίζουσα διδασκαλίας, παντοκράτορα δὲ αὐτὸν ὁμολογεῖ τῆς τῶν ἀθέων ἑτεροδόξων ἀποστρεφομένη τὴν δυσσέβειαν. 1.8.2 οὐδεὶς γοῦν τῶν ἑτεροδόξων εἴποι ἂν τὸν πατέρα τοῦ Χριστοῦ αὐτὸν εἶναι τὸν θεὸν τὸν παντοκράτορα, ὡς οὐδὲ Ἰουδαίων ὁμολογήσειεν ἄν τις τὸν θεὸν πατέρα εἶναι τὸν μονογενῆ υἱὸν μὴ εἰδώς, οὐδέ γε Ἕλλην ἕνα μόνον φήσειεν