1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

50

τὸν νοῦν μηδὲ πονεῖν ἐθέλων, τοῖς αὐτοῖς ἐπιμένει, ἐπεὶ καὶ ταῦτα φάσκων «πρὸ τοῦ ὄρη ἑδρασθῆναι» φησὶν «πρὸ δὲ πάντων βου νῶν γεννᾷ με». ὄρη καὶ βουνοὺς τοὺς ἀποστόλους καὶ τοὺς τῶν ἀποστόλων διαδόχους λέγει, ἵνα παρὰ τοὺς ἄλλους ἀνθρώπους τὴν κατ' αὐτῶν δικαίαν πολιτείαν παροιμιωδῶς σημήνῃ. 3.3.28 οὐκοῦν οἱ αὐτοὶ ἦσαν καὶ αἱ πηγαί, οἱ αὐτοὶ καὶ τὰ ὄρη, οἱ αὐτοὶ καὶ οἱ βουνοί. ἀλλ' ὥσπερ οὐκ ἔχει φύσιν ἐπὶ τῶν θεωρουμένων πηγῶν τε καὶ ὀρῶν τὰ αὐτὰ φάσκειν εἶναι οὐδὲν γὰρ κοινὸν ὡς ἐν ποιότητος λόγῳ πηγαῖς ὑδάτων πρὸς τὰ τῶν ὀρῶν ἀναστήματα, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀλληγορικῶς κατὰ διάνοιαν θεωρουμένων παραστῆσαι χρὴ διαφορὰν τῶν κατὰ τὴν θεωρίαν νοουμένων πηγῶν τε καὶ ὀρῶν καὶ βουνῶν. ἀλλ' ὁ μηδὲν βεβασανισμένον ἐπιστάμενος, τὰ πάντα φύρων δι' εὐχέρειαν, τοὺς αὐτοὺς εἶναι ἀποπέφανται καὶ πηγὰς ὑδάτων καὶ ὄρη καὶ βουνούς, φησίν τε πάντα ταῦτα εἶναι τοὺς ἀποστόλους, οὐ διαστειλάμενος τὸν τῆς διαφορᾶς 3.3.29 τρόπον. τί οὖν οὐχὶ καὶ πρὸ τῆς σαρκὸς τοῦ σωτῆρος ἡμῶν ἐν δικαιοσύνῃ καὶ θεοσεβείᾳ τελειωθέντας ὄρη καὶ βουνοὺς ὁμοίως ἐπεκάλει, ἀλλ' ἢ ὅτι μὴ πρὸ ἐκείνων οἷός τε ἦν τὴν σάρκα τοῦ σωτῆ ρος ὑφίστασθαι; οὐκοῦν βίαιος καὶ κατηναγκασμένη τῶν προκειμένων λέξεων ἡ ἐπὶ τὴν σάρκα τοῦ σωτῆρος ἀναφορά. πῶς δὲ καὶ τὸ «γεννᾷ με» ἐφαρμόσειεν ἂν τῇ σαρκί; πρὸ γὰρ τῶν πηγῶν καὶ πρὸ τῶν ὀρῶν καὶ πρὸ τῶν βουνῶν γεγεννῆσθαι ἔφησεν ἑαυτὸν εἰπὼν «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος 3.3.30 ἐθεμελίωσέν με». εἰ δὴ οὖν ἡ σὰρξ ταῦτα φάσκοι, ὡς Μαρκέλλῳ δοκεῖ, πῶς τὸ «πρὸ δὲ πάντων βουνῶν γεννᾷ με» εἴποι ἂν ἡ σάρξ; ἔστω γὰρ πρὸ τῶν ἀποστόλων ἡ σάρξ· ἀλλὰ πῶς αὐτὴ ὑπὸ τοῦ θεοῦ γεγεννῆσθαί φησιν ἑαυτήν; τὸ μὲν γὰρ ἐκτίσθαι μὴ οὖσαν πρό3.3.31 τερον τὴν σάρκα ἐδόκει Μαρκέλλῳ λέγειν. ἔφη γὰρ ἔκτισεν ἀληθῶς τὸ μὴ ὂν πεποιηκὼς ὁ δεσπότης ἡμῶν ὁ θεός· οὐκ οὖσαν γὰρ τὴν σάρκα, ἣν ἀνείληφεν ὁ λόγος, ἀλλὰ μὴ οὖσαν ἔκτισεν. τὸ μὲν οὖν ἐκτίσθαι ἔγνωμεν, τὸ δὲ καὶ γεγεννῆσθαι αὐτὴν ὑπὸ τοῦ θεοῦ πῶς ἂν ἀποδοθείη, τοῦ σωτῆρος ἡμῶν λέγοντος «τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν», καὶ ὁ ἀπόστολος δέ φησιν «γενό3.3.32 μενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον». πῶς οὖν ἡ σὰρξ εἶπεν ἂν περὶ τοῦ θεοῦ τῶν ὅλων τὸ «πρὸ δὲ πάντων βουνῶν γεννᾷ με»; ταῦτα μὲν οὖν ὡς βεβιασμένην ἔχει τὴν ἑρμηνείαν οἶμαι παντί τῳ καταφανὲς εἶναι. ἀβιάστως δ' ἂν εἴποι τις τὸν υἱὸν τοῦ θεοῦ καὶ δίχα παντὸς ἀλληγορικοῦ τρόπου ταῦτα ἐπαληθεύειν, ἐπεὶ καὶ τῆς γῆς προϋπῆρχεν, ἦν τε καὶ προῆν πρὸ τοῦ προελθεῖν τὰς σωματικὰς πηγὰς τῶν ὑδάτων καὶ πρὸ τῶν αἰσθητῶς λεγομένων ἀβύσσων καὶ πρὸ τοῦ συστῆναι τὸ τῆς γῆς σχῆμα ἐν τοῖς τῶν ὀρῶν καὶ τῶν βουνῶν ἀναστήμασιν· «πάντα» γὰρ «δι' αὐτοῦ ἐγένετο, καὶ 3.3.33 χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». εἰ δ' ἐρωτήσειέν τις, διατί μὴ πρὸ τῶν οὐρανῶν μηδὲ πρὸ τῶν ἐν οὐρανοῖς ἢ τῶν ἐπέκεινα θείων καὶ ὑπερκοσμίων δυνάμεών τε καὶ πνευμάτων ἑαυτὸν εἶναι ἐδίδασκεν, λελέξεται αὐτῷ ὅτι τούτων τέως οὐκ ἐμνημόνευσεν ὁ λόγος, ἐπειδὴ παιδαγωγίαν τινὰ διὰ τῶν Παροιμιῶν τοῖς τὰς ψυχὰς νηπίοις παρε3.3.34 δίδου. ὃ καὶ δῆλον τυγχάνει ἐκ τοῦ ποτὲ λέγεσθαι «ἄκουε, υἱέ, παιδείαν πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου», ποτὲ δὲ «υἱέ, ἐμοῖς νόμοις πρόσεχε, τοῖς δ' ἐμοῖς ῥήμασιν παράβαλε σὸν οὖς» καὶ αὖθις «υἱέ, μὴ ὀλιγώρει παιδείας κυρίου, καὶ μὴ ἐκλύου ὑπ' αὐτοῦ 3.3.35 ἐλεγχόμενος» καὶ «υἱέ, ἐὰν καλῶς γένῃ σεαυτῷ, καλὸς ἔσῃ καὶ τοῖς 3.3.35 πλησίον· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀντλήσεις τὰ κακά». μυρία δ' ἂν καὶ αὐτὸς τούτοις ὅμοια καθ' ἑαυτὸν ἀπὸ τῆς βίβλου τῶν Παροιμιῶν ἀναλέξῃ δι' ὧν ὁ λόγος φαίνεται νηπίοις τὰς ψυχὰς 3.3.36 προσδιαλεγόμενος. οὕτω καὶ Μωσῆς παιδαγωγὸς τῶν ἀτελῶν τὰς φρένας ὑπάρχων, οὐρανοῦ καὶ γῆς καὶ τῆς τῶν ὁρατῶν δημιουργίας ἐμνημόνευσεν, οὐ μὴν καὶ κτίσεως ἀγγέλων οὐδὲ θείων δυνάμεων οὐδὲ πνευμάτων ἁγίων, τῷ μὴ χωρεῖν πω τὴν τούτων διδασκαλίαν 3.3.37 τοὺς αὐτῷ μαθητευομένους. εἰκότως τοιγαροῦν καὶ