1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

12

βαπτιστοῦ φησιν «οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ὃ φωτίζει πάντα. ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ 1.20.4 ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον». ὁρᾷς ὅπως τούτοις οὐ λόγον μόνον, ὡς ἐδόκει Μαρκέλλῳ, ἀλλὰ καὶ θεὸν καὶ φῶς αὐτὸν ὠνόμασεν, προϋπάρχειν τε αὐτὸν ἐδίδαξεν καὶ τὸν κόσμον δι' αὐτοῦ γεγονέναι. ὥσπερ γὰρ διὰ τοῦ θεοῦ λόγου γεγενῆσθαι τὰ πάντα καὶ «χωρὶς αὐτοῦ» γενέσθαι οὐδὲν προειρήκει, οὕτως καὶ διὰ τοῦ φωτός· 1.20.5 «ὁ» γὰρ «κόσμος» φησὶν «δι' αὐτοῦ ἐγένετο». ὡς εἶναι ἓν καὶ ταὐτὸν τὸ φῶς καὶ τὸν θεὸν λόγον. λέγων δὲ δι' αὐτοῦ γεγενῆσθαι ποτὲ μὲν τὸν κόσμον ποτὲ δὲ τὰ πάντα τὸ ὑπηρετικὸν τοῦ θεοῦ παρίστησιν. δυνάμενος γοῦν ὁ εὐαγγελιστὴς εἰπεῖν· πάντα ὑπ' αὐτοῦ ἐγένετο, καὶ αὖθις· καὶ ὁ κόσμος ὑπ' αὐτοῦ ἐγένετο, οὐχ ὑπ' αὐτοῦ ἔφη ἀλλὰ «δι' αὐτοῦ» ἦν, ἵν' ἡμᾶς ἀναπέμψῃ ἐπὶ τὴν τῶν ὅλων 1.20.6 ποιητικὴν τοῦ πατρὸς αὐθεντίαν. ἀλλὰ καὶ «ὁ κόσμος» φησὶν «αὐτὸν οὐκ ἔγνω». τὸν δὲ ἐπὶ πάντων θεὸν φυσικαῖς ἐννοίαις ἅπαντες ὁμολογοῦσιν ἄνθρωποι, καὶ πρῶτοί γε Ἰουδαίων παῖδες ἐκ τῶν προφητικῶν γραφῶν χειραγωγούμενοι, ὡς καὶ αὐτὸς παρίστη Μάρκελλος 1.20.7 ἐν τοῖς ἑξῆς προϊών. οὐκοῦν ἕτερος ἦν οὗτος, ὃν «ὁ κόσμος» «οὐκ ἔγνω», θεὸς καὶ λόγος, φῶς ὑπάρχων τε καὶ ὠνομασμένος. φῶς δὲ οὐκ αἰσθητὸν οὐδὲ σαρκῶν ὀφθαλμοὺς ὁμοίως ἡλίῳ φωτίζον. οὕτω γὰρ ἂν καὶ ἡ τῶν ἀλόγων ζῴων φύσις μετεῖχεν αὐτοῦ. νυνὶ δὲ διδάσκει ὁποῖον ἦν φῶς, λέγων «ἦν τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον». μόνον ἄρα ἦν ἀνθρώπων τὸ 1.20.8 λογικὸν τοῦτο φῶς. διὸ δυνάμει νοερᾷ καὶ λογικῇ τὰς «κατ' εἰκόνα» τὴν αὐτοῦ «καὶ ὁμοίωσιν» πεποιημένας ψυχὰς νοερὰς καὶ λογικὰς ἀπειργάζετο. ὡς δὲ οὐκ αἰσθητὸν ἐτύγχανεν φῶς, οὕτως οὐδὲ τὸ ἐπέκεινα τῶν ὅλων, αὐτὸς ὁ θεός, ἦν. «ὁ» γὰρ «θεὸς φῶς ἐστιν καὶ σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία». καὶ γὰρ ὁ μὲν φῶς ἀπρόσιτον ἦν, ὡς ὁ θεῖος ἀπόστολος διδάσκει λέγων «φῶς οἰκῶν ἀπρόσ1.20.9 ιτον, ὃν εἶδεν οὐδεὶς οὐδὲ ἰδεῖν δύναται»· ὁ δ' «ἐν τῷ κόσμῳ ἦν», «φωτίζων πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον». ἀλλὰ καὶ ὁ κόσμος, φησίν, διὰ τοῦδε τοῦ φωτὸς γέγονεν, τοῦ κρείττονος, δηλαδὴ τοῦ πατρός, διὰ τοῦ υἱοῦ τὸ πᾶν συνισταμένου. τρεῖς μὲν δὴ αὗται κατὰ τὸ αὐτὸ τῶν τοῦ υἱοῦ τοῦ θεοῦ δυνάμεων εὔφημοι καὶ εὐσεβεῖς ἐπηγορίαι τῷ θεολόγῳ τῆς γραφῆς ἀρχομένῳ παρελήφθησαν· ὁ λόγος καὶ ὁ θεὸς καὶ τὸ φῶς. 1.20.10 δʹ. ἤδη δὲ καὶ τετάρτην προστίθησιν ὁ αὐτός, μονογενῆ τὸν αὐτὸν ἀποκαλῶν ἐν οἷς φησιν «καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας». οὐκοῦν καὶ ὁ μονογενὴς τοῦ θεοῦ πρὶν τὴν σάρκα ἀναλαβεῖν ἐχρημάτιζεν. εἰ γὰρ καὶ τὰ μάλιστα, φησίν, δι' ἡμᾶς «ὁ λόγος σὰρξ ἐγένετο», ἀλλ' ὅμως ἡμεῖς, οἷς κατηξίωσεν ἐνδείξασθαι τὴν ἑαυτοῦ θεότητα, οὐκ εἰς τὴν σάρκα ἀφορῶντες, αὕτη γὰρ «μορφὴ δούλου» ἦν ἀλλ' εἰς τὴν δόξαν αὐτοῦ τὴν ἐκτὸς τοῦ σώματος νῷ καθαρῷ θεωρουμένην, «ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ», δόξαν ἄρρητον καὶ πάντα θνητῶν λογισμὸν ὑπερβαίνουσαν, ὁποίαν ἄν τις ἐννοήσειεν «δόξαν» υἱοῦ θεοῦ 1.20.11 «μονογενοῦς». ἦν δὲ αὕτη «παρὰ τοῦ πατρὸς» δόξα. ὁρᾷς ὅπως οὐκ εἶπεν· «καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς» λόγου, καίτοι προειπὼν «ὁ λόγος σὰρξ ἐγένετο», ἀλλ' ἵνα διδάξῃ ὁποῖον αὐτὸν ὑπεστήσατο λόγον ὅτι μὴ σημαντικόν· πῶς γὰρ καὶ οἷόν τε ἦν τὸν τοιοῦτον σάρκα γενέσθαι;, ἀναγκαίως μονογενῆ αὐτὸν προσεῖπεν. 1.20.12 καὶ τὴν δόξαν αὐτοῦ ταύτην εἶναι διδάσκει, καθ' ἣν νοεῖται μονογενὴς τοῦ θεοῦ υἱός. ὑπάρχειν τε αὐτῷ φησιν τὴν δόξαν οὐκ ἄλλοθεν ἢ παρὰ τοῦ πατρός· οὐ γὰρ ἀγένητον οὐδὲ ἄναρχον οὐδὲ ἰδιόκτητον εἶχε τὴν δόξαν, ἀλλὰ παρὰ τοῦ πατρὸς λαβών. ὃ δὴ καὶ αὐτὸς παρίστη λέγων «πάτερ δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν 1.20.13 κόσμον εἶναι παρά σοι». ὃν καὶ ἀμείβεται λέγων ὁ πατὴρ «καὶ ἐδόξασα καὶ πάλιν δοξάσω». καὶ ἔτι μᾶλλον τὴν