1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

52

συναγένητος ὢν τῷ θεῷ ἕν τε καὶ ταὐτὸν ὑπάρχων αὐτῷ, ἐκτίσθαι ἑαυτὸν ἔλεγεν καὶ γεγεννῆσθαι; ἓν γὰρ καὶ ταὐτὸν, ὡς ἔφην, ἀπε3.3.47 δείχθη πρόσωπον τὸ πάντα διεξιὸν τὰ προκείμενα. εἰ δὲ καὶ ὀψέ ποτε ὡμολόγησεν ἐκ προσώπου ταῦτα εἰρῆσθαι τοῦ ἐν τῷ θεῷ λόγου, βεβίασται ἄρα αὐτῷ τὰ τῆς εἰς τὴν σάρκα τοῦ σωτῆρος ἀποδόσεως, καὶ πάντα ἀθρόως ἐκεῖνα ἕωλα καὶ μάταια καὶ περιττὰ πεφώραται. εἰ δὲ ἡ σὰρξ ἦν τοῦ σωτῆρος ἡ λέγουσα τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» κατὰ τὴν ἀποδοθεῖσαν αὐτῷ ἑρμηνείαν, καὶ εἰ ἡ σὰρξ «πρὸ τοῦ αἰῶνος» ἐθεμελιώθη καὶ «ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι» γῆν δηλαδὴ τὴν σάρκα ὡς αὐτῷ ἐδόκει διὰ τὸ εἰρῆσθαι «γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ», καὶ εἴπερ ἡ σὰρξ ἦν ἡ λέγουσα «πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με» διὰ τὸ προγεγεννημένην εἶναι αὐτὴν τῆς τῶν ἀποστόλων ἐκλογῆς ὡς ἐδόκει τῷ σοφωτάτῳ, ἕπεται ἐκ προσώπου τῆς σαρκὸς λέγεσθαι καὶ τὸ «ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, 3.3.48 συμπαρήμην αὐτῷ». ἀλλ' οὐκ ἄν τις μὴ τῶν φρενῶν ἐκστὰς ταύτῃ ποτὲ συνθοῖτο τῇ ἑρμηνείᾳ· ἀντιφθέγξεται γὰρ αὐτῷ μέγα βοήσας ὁ 3.3.49 τῆς ἀληθείας λόγος, ἐπιδεικνὺς τίς ποτε ἦν ὁ ταῦτα διεξιών. ὡς δ' οὖν ἕτερος ἦν ὁ ἐκ τοῦ θεοῦ γεγεννημένος μονογενὴς υἱός, ζῶν καὶ ὑφεστώς, ὢν καὶ πρὸ τῆς τῶν γενητῶν ἁπάντων συστάσεως, ὅδε παρίστησιν αὐτὸς δι' ὧν ἑξῆς ἐπάγει λέγων «ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ»· συνῆν γὰρ καὶ παρῆν αὐτῷ πρὶν καὶ γενέσθαι τὸν οὐρανὸν καὶ τὰ ἐπέκεινα οὐρανοῦ τά τε ἐν οὐρανῷ πάντα. τοῦτο γοῦν ᾐνίττετο διὰ τοῦ φάναι «ἡνίκα ἡτοίμαζεν τὸν 3.3.50 οὐρανόν, συμπαρήμην αὐτῷ». πῶς δὲ ἡτοίμαζεν ὁ θεὸς ἢ πρὶν γενέσθαι αὐτὸν νομοθετῶν καὶ διατυπούμενος ὃν ἔδει τρόπον αὐτὸν συστῆναι; ὁ μὲν οὖν πατὴρ διετύπου καὶ ἡτοίμαζεν, διανοούμενος ὅπως ἐχρῆν συστῆναι τὸν τοσοῦτον οὐρανόν, ὅσου τε μεγέθους ἐδεῖτο καὶ ὁποίου σχήματος μέτρων τε καὶ μερῶν ὁπόσων, τῶν μελλόντων εἴσω τε αὐτοῦ περιέχεσθαι χάριν, καὶ τῶν ἐκτὸς ἔσεσθαι αὐτοῦ, τῶν τε ἐν αὐτῷ τὸν δρόμον ποιησομένων ἕνεκα· ὁ δὲ τοῖς τοῦ πατρὸς λογισμοῖς ἐνατενίζων καὶ μόνος ἐποπτεύων τὰ ἐν αὐτῷ βάθη, δι' ἔργων ἐχώρει τοῖς τοῦ πατρὸς 3.3.51 ἐξυπηρετούμενος νεύμασιν. διὸ λέλεκταί που «αἰνεῖτε τὸν κύριον ἐκ 3.3.52 τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς. αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν. αἰνεσάτωσαν τὸ ὄνομα κυρίου· ὅτι αὐτὸς εἶπεν καὶ 3.3.53 ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν». πλὴν ἀλλὰ καὶ πρὶν γενέσθαι αὐτὸν τὸν οὐρανὸν καὶ τὰ ἐπέκεινα οὐρανοῦ τά τε ἐν οὐρανῷ πάντα ἐξ ἑνὸς γὰρ τὰ πάντα περιληπτικῶς δεδήλωται ἦν ὁ υἱὸς τοῦ θεοῦ, καὶ τῷ πατρὶ παρῆν τε καὶ συνῆν ἔτι βουλευομένῳ περὶ τῆς τούτων ἁπάντων συστάσεως. διό φησιν «ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ». εἶθ' ὡς ἀγαθὸς γραφεὺς τὰς ἀρχετύπους ἰδέας ἐκ τῶν πατρικῶν λογισμῶν ἀπολαμβάνων ἐπὶ τὰς τῶν ἔργων μετέφερεν οὐσίας, τοιαῦτα ζωοπλαστῶν καὶ ὑφιστάμενος, 3.3.54 ὁποῖα τῇ τοῦ πατρὸς διανοίᾳ προϋποκείμενα ἑώρα. τούτων δ' αὐτὸς γένοιτ' ἂν μάρτυς ἀξιόχρεως, ἐν Εὐαγγελίοις ὧδε διδάσκων· «ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ 3.3.55 ὁ υἱὸς ὁμοίως ποιεῖ. ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ». ἔνθα τις εἰκότως ζητήσειεν ἂν πῶς τὰ ἅπαξ ὑπὸ τοῦ πατρὸς γεγονότα ὁ υἱὸς αὖθις ποιεῖ; ἐπελύσατο δ' αὐτὸς τὸν λόγον εἰπὼν «ἃ γὰρ ἂν ὁ πατὴρ ποιῇ, ταῦτα καὶ 3.3.56 ὁ υἱὸς ὁμοίως ποιεῖ». οὐκοῦν ὁμοιώματα τυγχάνει τὰ πρὸς τοῦ υἱοῦ γιγνόμενα ἔργων ἀρχετύπων ἐν ἀπορρήτοις τοῦ πατρὸς λογισμοῖς προϋφισταμένων, ἃ δὴ βλέπων ἀτενὲς ἐν τῇ τοῦ πατρὸς διανοίᾳ ὁ υἱὸς μιμήματα ὧν ἑώρα ἐποίει. τὸ δ' ἐποπτεύειν αὐτὸν τὰ τοῦ πατρὸς βάθη