1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

42

κατὰ τὸν λόγον; οὕτως δὲ ἦν ἀποκεκρυμμένον ἐν τῷ θεῷ τουτὶ πρό τερον τὸ μυστήριον, ὥστε μηδένα τοῦ προτέρου λαοῦ σαφῶς τὰ κατὰ τὸν λόγον εἰδέναι, ἀλλ' ἡμᾶς τοῦ πλούτου τῆς δόξης καὶ τοῦ ἀποκεκρυμμένου μυστηρίου ἀπολαύειν νυνί. καὶ αὖθις ἐπιλέγει ὁ δὲ ἱερὸς ἀπόστολός τε καὶ μαθητὴς τοῦ κυρίου Ἰωάννης σαφῶς καὶ διαρρήδην ἐν ἀρχῇ τοῦ εὐαγγελίου διδάσκων, ὡς ἀγνο ούμενον ἐν ἀνθρώποις πρότερον, λόγον αὐτὸν τοῦ παντοκράτορος ὀνομάζων, οὕτως ἔφη «ἐν ἀρχῇ ἦν ὁ λόγος». ἐν τούτοις μὲν οὖν ἀποκεκρυμμένον μυστήριον διορίζεται εἶναι τὸ περὶ τοῦ λόγον ἔχειν τὸν θεόν, ἐν δὲ ταῖς ἀρτίως παρατεθείσαις προφητικαῖς φωναῖς πάσας τὰς θείας γραφὰς κηρύττειν τὰ περὶ αὐτοῦ συνίστησιν καὶ συνάγει περὶ λόγου θεοῦ πλείστας ὅσας μαρ2.25.2 τυρίας. οὐκ ἄρα ἦν ἀγνοούμενος τῷ προτέρῳ λαῷ, πάντες γὰρ αὐτοὶ τοὺς τοιούτους λόγους ᾔδεσαν, ἀνὰ στόμα καὶ διὰ μνήμης τὰ προφητικὰ λόγια φέροντες. ἀλλὰ τὸν γραμματέα τῶν Ἰουδαίων ἡμῖν ὁ Χριστιανὸς προΐσχεται, οὐκ ἀκούων τοῦ σωτῆρος λέγοντος «οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί», θαυμάζει τε αὐτὸν ὅρκῳ πιστούμενον ὅτι «εἷς ἐστιν ὁ θεὸς καὶ οὐκ ἔστιν πλὴν αὐτοῦ», οὐκ 2.25.3 εἰδὼς ὅτι καὶ τὰ «δαιμόνια πιστεύουσιν καὶ φρίττουσιν». τήρει δὲ ὅπως ἐξ αὐτῶν τῶν προφητικῶν γραφῶν τὰ περὶ λόγου συνάγει τοῦ τῶν πρακτέων διδασκαλικοῦ· ὃν καὶ Ἰουδαίων παῖδες γνωρίζειν ὁμολογήσουσιν, ἅτε πρὸ ἡμῶν τοῦτον παρειληφότες. ἀλλ' οὐδὲ αὐτὸς 2.25.4 Σαβέλλιος τὸν τοιοῦτον ἠγνόει λόγον. πῶς οὖν Ἰουδαίους καὶ Σαβέλλιον κόπτων μὴ ἐγνωκέναι τὸν λόγον ἔφη δι' ὧν παρεθέμην αὐτοῦ φωνῶν; καὶ ἐπειδὴ ἀποπέφανται ὁ αὐτὸς διὰ τῶν ἔμπροσθεν ὡς οὐδεὶς ἐδύνατο τὸν θεὸν εἰδέναι οὐδὲ τὸν λόγον γνωρίζειν αὐτοῦ εἰ μὴ τὴν εἰκόνα εἰλήφει τοῦ ἀοράτου θεοῦ, δηλαδὴ τὴν σάρκα ὡς 2.25.5 αὐτὸς ἔφη διὰ μόνης γὰρ τῆς εἰκόνος γνωρίζεσθαι τὸν θεὸν καὶ τὸν τούτου λόγον διετείνατο, τὴν σάρκα λέγων εἶναι τὴν εἰκόνα, ὑπομνηστέον διὰ τῶν προκειμένων ὡς δίχα τῆς ἐνσάρκου παρουσίας Ἰουδαῖοι πάντες τὸν λόγον τοῦ θεοῦ καὶ τοὺς λόγους τοὺς ἐν ταῖς προφητικαῖς γραφαῖς τῶν ὁσίων ἔργων παραγγελτικοὺς ἀκριβῶς ᾔδεσαν, ἐξ ἁπαλῶν ὀνύχων τούτους καταμελετῶντες, καὶ τὸν θεὸν ὡμολόγουν τὸν πάντων ποιητὴν καὶ δημιουργόν, ὥσπερ οὖν καὶ ὁ γραμματεὺς ὁ δι' ὅρκου πιστούμενος τοῦτο. 2.25.6 ταῦτα μὲν οὖν εἰς ἀπόδειξιν τοῦ Σαβελλίζειν τὸν ἄνδρα. ὥρα δὲ λοιπὸν ἐπελθεῖν καὶ ἃς πεποίηται διαστρόφους τῶν θείων γραφῶν ἑρμηνείας, ὡς ἂν μάθοι πᾶς τῶν τὸν ἄνδρα τιμώντων ὅτι μὴ μόνης τῆς ὀρθῆς παρεξετράπη πίστεως, ἀλλὰ καὶ τῆς ὑγιοῦς τῶν θεοπνεύστων γραφῶν ἐντεύξεώς τε καὶ θεωρίας. 3.t.1 Γ Κεφάλαια τοῦ γʹ αʹ ὡς διαστρόφως ὁ Μάρκελλος τὰς θείας γραφὰς ἑρμηνεύειν ἐτόλμα. βʹ ὅπως τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ» καὶ τὰ τούτῳ συνημμένα νοεῖται, καὶ ὅπως τὰ αὐτὰ Μάρκελλος ἐπὶ τὴν σάρκα τοῦ σωτῆρος μετῆγεν. γʹ ἔλεγχος τῶν οὐκ ὀρθῶς εἰς τοὺς τόπους αὐτῷ λελεγμένων καὶ τῶν αὐτῶν ὑγιὴς ἑρμηνεία. δʹ ὅπως Μάρκελλος, μὴ συνιεὶς τὰς γραφάς, μίαν εἶναι ὡρίζετο ὑπόστασιν πα τρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. εʹ ὅπως ὁ σωτὴρ περὶ τοῦ ἁγίου πνεύματος ἐδίδασκεν. ʹ ὅπως ἡ ἐκκλησία περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος φρονεῖν παρα δίδωσιν. ζʹ ὅπως Μάρκελλος τὴν εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου τὴν σάρκα εἶναι διεβεβαιοῦτο. ηʹ ὅπως ὁ αὐτὸς μηδὲν ὠφελεῖν τὴν σάρκα τοῦ σωτῆρος ἀπεφαίνετο. θʹ ὅπως καταλειφθήσεσθαι ἐν τῷ τοῦ παντὸς τέλει τὴν σάρκα τοῦ σωτῆρος τοῦ λόγου ἔρημον ἐτόλμα λέγειν. ιʹ ὁποῖα αἱ θεῖαι γραφαὶ περὶ τῆς σαρκὸς τοῦ σωτῆρος διδάσκουσιν, καὶ ὡς τὰ ἐναντία Μάρκελλος ἐφρόνει. ιαʹ ὅπως μὴ νοήσας τὴν εὐαγγελικὴν φωνὴν σκανδαλίζειν ἔφη τὴν σάρκα τοῦ σωτῆρος καὶ μηδὲν ὠφελεῖν. ιβʹ ἑρμηνεία τῆς εὐαγγελικῆς λέξεως. ιγʹ ὅπως τὴν τοῦ Χριστοῦ βασιλείαν ἀρχὴν μὲν εἰληφέναι τὴν ἀπὸ τετρακοσίων ἐτῶν τέλος δὲ ἕξειν ἐν τῇ συντελείᾳ διεβεβαιοῦτο, διαστρόφους ποιούμενος τὰς τῶν θείων γραφῶν ἑρμηνείας. ιδʹ ἐξηγήσεις τῆς ὑγιοῦς διανοίας τῶν ἀναγνωσμάτων. ιεʹ ὅπως εἴρηται τὰ πάντα ὑποταγήσεσθαι τῷ υἱῷ καὶ