1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

21

μηδένα τοῦ προτέρου λαοῦ σαφῶς τὰ κατὰ τὸν λόγον εἰδέναι- εἰ δὴ οὖν τοῦτο λέγοι, μανθανέτω ὅτι καὶ πᾶς Ἰουδαίων τῶν τὸν Χριστὸν τοῦ θεοῦ μὴ ἐπεγνωκότων ὁμολογήσειεν ἂν τὸν λόγον 1.20.93 ἔχειν τὸν θεὸν καὶ μὴ εἶναι ἄλογον. τοῦτο δὲ καὶ Σαβέλλιος αὐτὸς καὶ πᾶς Ἕλλην τε καὶ βάρβαρος, ὁ θεὸν εἶναι ὑφιστάμενος, ἀναμφιλέκτως φήσαι ἄν· ἅμα γὰρ τῷ θεὸν εἰπεῖν, καὶ σοφὸν αὐτὸν νοεῖ καὶ λογικὸν καὶ δυνατὸν καὶ δίκαιον καὶ ἀγαθόν. ποῖον οὖν μυστήριον ἦν ἀποκεκρυμμένον τὸ τοῖς πᾶσιν ὁμολογούμενον; τίς γὰρ οὐκ ἂν εἴποι ἐν τῷ θεῷ σοφίαν εἶναι καὶ δύναμιν καὶ ζωὴν καὶ φῶς καὶ ἀλήθειαν καὶ δικαιοσύνην καὶ λόγον καὶ πᾶν ὅ τι καλὸν καὶ ἀγαθόν; μᾶλλον δὲ αὐτὸν εἶναι πάντα ταῦτα καὶ εἴ τι τούτων ἀνώτερόν τε καὶ κρεῖττον καὶ ἡμῖν ἄγνωστον· ταῦτα γὰρ αὐτοδίδακτος φύσις ὁμολογεῖν περὶ τοῦ θεοῦ πάντα ἄνθρωπον ἐξαναγκάζει. 1.20.94 ἔνθεν καὶ τὸν υἱὸν διδασκόμεθα πάντα ταῦτα εἶναι, ἅτε μονογενῆ υἱὸν καὶ κληρονόμον ὄντα τοῦ πατρὸς καὶ πάντ' ἔχοντα ὅσα καὶ ὁ πατήρ. διὸ ἐν μορφῇ θεοῦ λέλεκται καὶ εἰκὼν τοῦ θεοῦ κατὰ τὸν θεῖον ἀπόστολον φήσαντα «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ», καὶ πάλιν «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ». 1.20.95 οὐκ ἄρα τὸ λογικὸν εἶναι τὸν θεὸν τοῦτο ἦν «τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν», οὐδὲ τοῦτο «νῦν ἐφανερώθη» τὸ φυσικαῖς ἐννοίαις πᾶσιν ἀνθρώποις ἐγνωσμένον· ἀλλὰ γὰρ ποῖον εἰ ἔροιτό τις, ἀποκρίνεται ὁ ἀπόστολος, «νυνὶ δὲ ἐφανερώθη» λέγων «τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς 1.20.96 ἔθνεσιν, ὅς ἐστιν Χριστὸς ἐν ὑμῖν». Χριστὸς οὖν ἦν τὸ μυστήριον, δῆλον δ' ὅτι υἱὸς τοῦ θεοῦ. διὸ μυστικῶς πρότερον οἱ τοῦ θεοῦ προφῆται διαφόροις αὐτὸν ἐδόξαζον ἐπηγορίαις, τὸ ἀπόρρητον ἀποκρύπτοντες καὶ τῇ αὐτοῦ χάριτι τὴν εἰς πάντας ἀποκάλυψιν αὐτοῦ ταμιευόμενοι. ὅτε τοίνυν μετὰ τοσαύτας τῶν γραφῶν μαρτυρίας διισχυρίζεται Μάρκελλος τὸν ἐν ἀρχῇ λόγον πρὶν ἢ τὴν σάρκα ἀναλαβεῖν μηδὲν ἕτερον εἶναι ἢ λόγον καὶ μηδ' ἑτέρῳ χρηματίσαι ὀνόματι, τότε δὲ διαφόρων ἐπηγοριῶν τετυχηκέναι ὅτε «ὁ λόγος σὰρξ ἐγένετο», πρὸ τούτου μηδὲν ἕτερον ὄντα ἢ λόγον, πῶς οὐκ ἀμαθὴς καὶ ἀσύνετος τῶν θείων ἐλέγχοιτ' ἂν ἀναγνωσμάτων; ἀλλὰ γὰρ τούτου συστάντος, φέρε λοιπόν, ὥσπερ ἀναβεβιωκότα τὸν νέον Σαβέλλιον ἐποπτεύσωμεν. 2.t.1 Βʹ Τάδε τὸ βʹ περιέχει σύγγραμμα τῆς ἐκκλησιαστικῆς θεολογίας αʹ ὅπως τὴν Σαβελλίου δόξαν ἀνενεοῦτο Μάρκελλος. βʹ ὅπως καὶ Ἰουδαΐζων τῇ δόξῃ διελέγχεται. γʹ ὅπως τὸν λόγον τοῦ θεοῦ ἐν τῷ θεῷ ὄντα ἄναρχον εἶναι καὶ ἀγέννητον ὡρίζετο. δʹ ὅπως ἓν καὶ ταὐτὸν εἶναι τὸν λόγον καὶ τὸν θεὸν ἔλεγεν. εʹ ὅτι ταῦτα λέγων ἠρνεῖτο τὸν υἱόν. ʹ ὅπως ἡ ἐκκλησία τὸν υἱὸν θεολογεῖ. ζʹ ὅπως ἡ ἐκκλησία τὴν τοῦ πατρὸς μοναρχίαν κηρύττει. ηʹ ὁποίοις ῥήμασιν Μάρκελλος ἠρνεῖτο τὸν υἱὸν τοῦ θεοῦ. θʹ ἔλεγχος τῆς τοῦ ἀνδρὸς κακοδοξίας. ιʹ ὅτι μὴ ὀρθῶς ἐξεδέξατο τὸ «ἐν ἀρχῇ ἦν ὁ λόγος». ιαʹ ὅτι ποτὲ μὲν αὐτὸν προφορικὸν τοῦ θεοῦ λόγον, ποτὲ δὲ ἐνδιάθετον ὁμοίως τῷ ἐν ἀνθρώποις ἔφασκεν. ιβʹ ὅτι μὴ ὡς ἐδόκει Μαρκέλλῳ ὁ εὐαγγελιστὴς τὴν περὶ τοῦ λόγου θεολογίαν ἐξέθετο. ιγʹ ποσαχῶς τὸ σημαινόμενον ἐκ τῆς τοῦ λόγου φωνῆς νοεῖται. ιδʹ ὅπως χρὴ διερμηνεύειν τὴν εὐαγγελικὴν περὶ τοῦ λόγου διδασκαλίαν. ιεʹ τῶν αὐτοῦ Μαρκέλλου φωνῶν παραθέσεις δι' ὧν ἠρνεῖτο τὸν υἱὸν τοῦ θεοῦ σαφῶς προφορικὸν λόγον καὶ ἐνδιάθετον φάσκων εἶναι αὐτόν. ιʹ ἔλεγχος τῆς τἀνδρὸς κακοδοξίας. ιζʹ ἑρμηνεία τῆς ἀληθοῦς διανοίας τοῦ λόγου. ιηʹ διὰ τί λόγον ὠνόμασεν τὸν υἱὸν ὁ εὐαγγελιστὴς ἀρχόμενος τῆς ἑαυτοῦ γραφῆς. ιθʹ ὅπως Μάρκελλος τὰς περὶ ἑνὸς θεοῦ τῆς παλαιᾶς διαθήκης γραφὰς μαρτυ ρόμενος ὁμοίως Ἰουδαίοις τὸν υἱὸν τοῦ θεοῦ ἠρνεῖτο. κʹ διὰ τί Μωσῆς καὶ οἱ προφῆται οὐ γυμνῶς παρέδωκαν Ἰουδαίοις τὴν περὶ τοῦ υἱοῦ θεολογίαν. καʹ ὅτι ὁ υἱὸς ἦν τοῦ θεοῦ ὁ Μωσεῖ καὶ τῷ Ἀβραὰμ χρηματίσας. κβʹ ὅτι καὶ ἐν τοῖς προφήταις διὰ τοῦ υἱοῦ ὁ πατὴρ ἐθεολογεῖτο. κγʹ ὅτι μὴ δύο θεοὺς ἡ ἐκκλησία κηρύττει. κδʹ ὅπως Μάρκελλος τοῖς λόγοις τοῦ θεοῦ