1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

7

ἀκούειν αὐτοῦ ἐγκελεύεται, βασιλικῷ νόμῳ πειθαρχοῦντες ἀκούσωμεν τοῦ ἀγαπητοῦ υἱοῦ. τί δὲ οὗτος περὶ ἑαυτοῦ βούλεται ἡμᾶς εἰδέναι, παραστήσει λέγων «οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον». πιστευτέον δῆτα αὐτῷ, ὡς ἂν τῆς αἰωνίου τύχοιμεν 1.12.7 ζωῆς, «ὁ» γὰρ «πιστεύων» φησὶν «εἰς αὐτὸν ἔχει ζωὴν αἰώνιον»· οὐχ ὁ γινώσκων ὅπως ἐκ τοῦ πατρὸς γεγέννηται, οὐ γὰρ ἄν τινι μετῆν ζωῆς αἰωνίου, εἰ δὴ τοῦτ' εἴρηται ὅτι «μηδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός, μηδὲ τὸν υἱόν τις ἔγνω εἰ μὴ» μόνος ὁ γεννήσας αὐτὸν «πατήρ». ἀπαρκεῖ τοιγαροῦν ἡμῖν ἡ πίστις πρὸς σωτηρίαν, ἡ θεὸν πατέρα παντοκράτορα παρέχουσα γινώσκειν, καὶ τὸν μονογενῆ αὐτοῦ υἱὸν ἐπιγράφεσθαι σωτῆρα, ὃς δὴ πρὸς τοῖς ἄλλοις καὶ ταῦθ' ὧδε παρεδίδου λέγων «τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν». 1.12.8 «πνεῦμα» δὲ «ὁ θεός». διὸ ἕπεται νοεῖν, ὡς καὶ τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ θεὸς ἂν εἴη. ὅσῳ δὲ τῆς γεώδους σαρκὸς ὁ ἐπέκεινα τῶν ὅλων θεὸς ἀπηλλοτρίωται καὶ ἀπεσχοίνισται τῇ φύσει, τοσούτῳ χρὴ νοεῖν καὶ τῆς τῶν σαρκῶν γενέσεως ἀπηλλοτριῶσθαι τὸν τρόπον, καθ' ὃν ὁ πατὴρ ἐγέννα τὸν υἱόν. οὐ γάρ τι προϊεμένος οὐδ' ἀλλοιούμενος οὐδέ γε παθητικῶς κινούμενος οὐδ' ὅλως τι τῶν ἡμῖν 1.12.9 συνεγνωσμένων ὑπομένων, ὑφίστη αὐτόν. οὐδὲ γὰρ σῶμα ἦν, ὡς ἀπόρροιαν ἢ μείωσιν ἢ ἔκτασιν ἢ μεταβολὴν ἢ τροπὴν ἢ ῥοὴν ἢ μέρος ἢ πάθος ἐπ' αὐτῷ λογίσασθαι. τούτων δ' ἐκτὸς ἁπάντων, ἄρρητον ἡμῖν καὶ ἀνεπιλόγιστον, μᾶλλον δὲ πάσῃ γενητῇ φύσει ἀνεξερεύνητον καὶ ἀνεξιχνίαστον τὴν γενεσιουργίαν ὑφίστη. γεννᾷ μὲν οὖν καὶ ἥλιος τὴν αὐγήν, λέγεται δὲ καὶ ὁ υἱὸς «ἀπαύγασμα φωτὸς ἀιδίου» καὶ «ἀπαύγασμα τῆς δόξης», οὐ μὴν κατὰ τὴν αἰσθητὴν τοῦ φωτὸς εἰκόνα· ἐπέκεινα γὰρ παντὸς παραδείγματος ἀρρήτοις αὐτὸν καὶ ἀκαταλήπτοις λόγοις ὑφίστη, καὶ τοῦτον ἕνα καὶ μονογενῆ. 1.12.10 δυσσεβῶν δὲ καὶ ἀθέων ἀνδρῶν τῶν τὴν πολύθεον πλάνην νενοσηκότων ἀποπεφράχθω πᾶν στόμα, οἳ τοῦ μονογενοῦς υἱοῦ τὴν ἐξαίρετον καὶ ἰδιάζουσαν γέννησιν εἰς πλῆθος καταβαλόντες πατέρα «ἀνδρῶν τε θεῶν τε» ἀνειρήκασιν, ὁμοῦ μὲν ἄνδρας μίξαντες θεοῖς, ὁμοῦ δὲ τούτοις ὁμοφυᾶ καὶ τὸν αὐτὸν εἰσηγούμενοι πατέρα. ἀλλ' οἵδε μὲν ἐνεργείᾳ δαιμονικῇ τὸ δυσσεβὲς τουτὶ καὶ ἄθεον προήκαντο ῥῆμα, τῷ θνητῷ καὶ παθητικῷ καὶ ἁμαρτητικῷ γένει τῶν ἀνθρώπων ὁμοφυεῖς καὶ ὁμοπαθεῖς θεοὺς καὶ τὸν τούτων κοινὸν ὑποθέμενοι πατέρα πάντως που τοῖς παισὶν παρωμοιωμένον· ὁ δ' ἐκκλησιαστικὸς κῆρυξ ἑνὸς θεοῦ ἕνα μονογενῆ υἱὸν τοῖς πᾶσιν ἀνακηρύττει, ὃν ὑπὲρ τῆς τῶν γενητῶν ἁπάντων σωτηρίας τε καὶ προνοίας ὑφίστη. 1.13.1 ἐπειδὴ γὰρ ἡ τῶν γεγονότων φύσις, ἐν σώμασιν καὶ ἀσωμάτοις ἐμψύχοις τε καὶ ἀψύχοις λογικοῖς τε καὶ ἀλόγοις θνητοῖς τε καὶ ἀθανάτοις τὸ διάφορον κεκτημένη, τῷ ὑπὲρ πάντων καὶ ἐπὶ πάντων θεῷ πελάζειν καὶ τῶν τῆς αὐτοῦ θεότητος μαρμαρυγῶν οὐχ οἵα τε ἦν μετέχειν δι' ὑπερβολὴν τῆς ἀπὸ τοῦ κρείττονος ἐλλείψεως, μακρὰν δὲ καὶ πορρωτάτω φύσεως ἀσθενείᾳ διώλισθεν ἄν, εἰ μὴ θεοῦ σωτῆρος ἔτυχεν βοηθοῦ, εἰκότως ἡ πατρικὴ φιλανθρωπία τὸν αὐτοῦ μονογενῆ παῖδα ἐπὶ πᾶσιν καθίστη, καὶ διὰ πάντων χωροῦντα καὶ τοῖς πᾶσιν ἐπιστατοῦντα καὶ τὰς ἐξ αὐτοῦ χορηγίας 1.13.2 ἐπάρδοντα. πάντων γὰρ ἀθρόως τῶν τε κατ' οὐρανὸν καὶ τῶν ἐπὶ γῆς ποιμένα καὶ σωτῆρα κηδεμόνα τε καὶ φύλακα καὶ ἰατρὸν καὶ κυβερνήτην μόνον αὐτὸν ὁ γεννήσας ἀνέδειξεν πατήρ, τῆς τῶν ὅλων συστάσεώς τε καὶ διοικήσεως μόνῳ τοὺς οἴακας ἐγχειρίσας, ὃ διδάσκει λέγων αὐτὸς «πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου» καὶ αὖθις «ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ». 1.13.3 ὁ δ' οἷα σοφὸς κυβερνήτης τὸν κλῆρον παρὰ τοῦ πατρὸς ὑποδεδεγμένος, ἐπιβὰς τοῦ σύμπαντος κόσμου ἄνω τε πρὸς τὸν αὐτοῦ πατέρα βλέπων, ἄγει καὶ φέρει πηδαλιουχῶν τὸ πᾶν, οὐδὲ τὸ σμικρότατον τῶν δεομένων τῆς ἐξ αὐτοῦ χορηγίας παρορῶν οὐδ' ὑπερφρονῶν τῶν βραχυτάτων· διὸ δὴ τοῖς