1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

34

πατρικῆς θεότητός τε καὶ βασιλείας, ἐπάρδει δὲ τῷ σύμπαντι κόσμῳ τὰς ἐξ αὐτοῦ χορηγίας, ζωῆς καὶ λόγου καὶ σοφίας καὶ φωτὸς καὶ παντὸς ἀγαθοῦ μετουσίας τοῖς γενητοῖς ἅπασιν ἐπιλιμνάζων, τοῦ πατρὸς καὶ θεοῦ τῶν ὅλων ἐπέκεινα ὄντος ἀλήπτου τε καὶ ἀχωρήτου τοῖς πᾶσιν, κατὰ τὸν ἀφανῆ καὶ ἀόρατον νοῦν, παρ' ὃ καὶ «φῶς οἰκῶν 2.17.7 ἀπρόσιτον» λέλεκται. ἀλλ' ὁ μὲν ἀπρόσιτος καὶ ἀχώρητος εἴη ἂν τοῖς πᾶσιν ὁ πατήρ, ὁ δὲ τοῖς πᾶσιν ἐγγίων, ἅτε δὴ τὰ πάντα πατρικῷ νεύματι διακυβερνῶν διὸ οὐ περὶ τοῦ πατρός, περὶ δὲ τοῦ υἱοῦ λέλεκται τὸ «ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο»· καὶ ὁ μὲν ἐπέκεινα ἦν τῶν ὅλων καὶ ὑπὲρ πάντα «φῶς οἰκῶν ἀπρόσιτον», ὁ δὲ διὰ πάντων καὶ ἐν πᾶσιν κηδεμονικῇ διήκων προνοίᾳ, ὡς κατὰ τοῦτο μόνον αὐτῷ συμβάλλεσθαι τὴν τοῦ ἀνθρωπείου λόγου εἰκόνα. ἀλλὰ γὰρ τούτων ἡμῖν ἀποδεδειγμένων, εἰκός τινα τῶν φιλομαθῶν ἐρωτᾶν· 2.18.1 διὰ τί δὲ τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ ἀρχόμενος τῆς ἑαυτοῦ γραφῆς ὁ εὐαγγελιστὴς λόγον ἀνεφώνησεν; πρὸς ὃν ἐροῦμεν ὅτι διὰ τὰς ἀνακρύπτους πάλαι περὶ αὐτοῦ προφητείας. ἐπειδὴ γὰρ ἐφ' ἑκάστῳ προφήτῃ «λόγος κυρίου ὃς ἐγενήθη» φέρε «πρὸς Ἡσαΐαν» εἴρηται καὶ «ἀρχὴ λόγου κυρίου ἐν Ὡσηέ» καὶ «λόγος κυρίου ὃς 2.18.2 ἐγενήθη πρὸς Ἰωήλ» καὶ «ἐγένετο λόγος κυρίου πρὸς Ἰωνᾶν», καὶ «πρὸς Μιχαίαν» ὁμοίως, καὶ πρὸς τοὺς λοιποὺς προφήτας παραπλησίως ἐφ' ἑκάστῳ προφήτῃ τὸ ἐγένετο προσέκειτο τῆς θείας γραφῆς ἀκριβῶς καὶ ἀναγκαίως ἐπισημαινομένης ὡς ἐν οὐδενὶ τῶν προφητῶν ἦν, ἀλλὰ καθ' ἕκαστον ἐγίγνετο, πρὸς ὃ ἡ ἑκάστου δύναμις οἵα τε ἦν χωρεῖν προσιὼν αὐτῇ καὶ τῇ ἑκάστου ψυχῇ τὸ κατάλληλον παρέχων ἐξ αὐτοῦ πνεῦμα, καὶ νοερὰν εἰκότως ἐπὶ τοῦ παρόντος ὁ εὐαγγελιστὴς τοῦ λόγου ἔμελλεν εὐαγγελίζεσθαι οἰκονομίαν, οὐκέθ' ὁμοίως τοῖς παλαιοῖς γεγονέναι αὐτὸν πρὸς ἕτερόν τινα διδάσκει, ἀλλ' αὐτὸν σάρκα ἀνειληφέναι καὶ ἄνθρωπον γεγονέναι. εἶτ' ἐπειδὴ τὴν εἰς ἀνθρώπους αὐτοῦ σωτήριον τοῖς πᾶσιν πάροδον κηρύττειν ἔμελλεν, ἑξῆς λέγων «καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν», ἀναγκαίως ἐπὶ τὴν ἀρχὴν ἀνατρέχει, τὸν χθὲς καὶ πρώην 2.18.3 σαρκωθέντα λόγον τίς ποτε ἦν καὶ ὁποῖος δεικνύς, θεολογεῖ τε αὐτόν, ὁμοῦ τὴν γνῶσιν αὐτοῦ καὶ τὴν εἰς ἀνθρώπους θεοφάνειαν εὐαγγελιζόμενος. εἶθ' ὡς τῶν παλαιῶν ἐκ τῶν θείων ἀναγνωσμάτων προμεμαθηκότων τὸν ἐφ' ἑκάστῳ προφήτῃ γενόμενον λόγον, αὐτὸς τὴν θειοτέραν καὶ ἐξαίρετον ἀρχὴν αὐτοῦ κηρύττει, ἣν οὐδεὶς προ2.18.4 φητῶν ἀνθρώποις γυμνῶς οὕτως καὶ ἀπαρακαλύπτως ἐξέφηνεν. διὸ μεγάλῃ φωνῇ τοῖς πᾶσιν τὸ λεληθὸς καὶ κρύφιον περὶ τοῦ λόγου μυστήριον παραδιδοὺς ἐβόα λέγων «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι' αὐτοῦ ἐγένετο, 2.18.5 καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» εἰ γὰρ παρὰ τῶν προτέρων θείων γραφῶν παιδαγωγούμενοι πάλαι πρότερον μεμαθήκατε, φησίν, ὅτι λόγος κυρίου ἐγένετο πρὸς τόνδε τὸν προφήτην καὶ πρὸς ἕτερον πάλιν ὁμοίως ἐγένετο καὶ αὖθις πρὸς ἄλλον, ἀλλὰ νῦν οὐχ ὅπως ἐγένετο ἀλλ' ὅπως ἦν ἐν ἀρχῇ τοῖς πᾶσιν ἀναγκαῖον εὐαγγελίσασθαι καὶ ὡς «θεὸς ἦν» καὶ ὡς «πάντα δι' αὐτοῦ ἐγένετο» καὶ ὡς αὐτὸς ἐκεῖνος ὁ θεὸς λόγος, «δι' οὗ τὰ πάντα», φιλανθρωπίᾳ τοῦ 2.18.6 πατρὸς «σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν». ταῦτ' εὐηγγελίζετο Ἰωάννης ὁ μέγας τοῦ Χριστοῦ μαθητὴς καὶ ἀπόστολος, τὰ νέα καὶ καινὰ τοῦ σωτῆρος παιδεύων ἅπαντας ἀνθρώπους μυστήρια. οὐχ ὅτι λογικὸς ἦν ὁ θεός, οὐδ' ὅτι αὐτὸς πρὸς ἑαυτὸν διενοεῖτο καὶ ἑαυτῷ προσδιελέγετο «ποιήσωμεν ἄνθρωπον» λέγων, οὐδ' ὅτι λόγοις κέχρηται τοῖς τῶν πρακτέων παραγγελτικοῖς. ταῦτα γὰρ πᾶς ἀρνού2.18.7 μενος τὸν υἱὸν τοῦ θεοῦ εἴποι ἄν. ὃ δὴ καὶ Μάρκελλος ποιῶν, ὡς ἐπὶ κρησφύγετον ἐπὶ τὴν παλαιὰν καταφεύγει γραφὴν καὶ τὰ νηπιάζοντι τῷ Ἰουδαίων λαῷ περὶ τοῦ μὴ εἰδωλολατρεῖν ἕνα δὲ μόνον εἰδέναι τε καὶ σέβειν θεὸν παρηγγελμένα συνάγειν πειρᾶται. ἔνθα καὶ ηὐρόησεν αὐτῷ ἡ περὶ τοῦ ἑνὸς θεοῦ διδασκαλία, χρησίμως τότε καὶ κατὰ καιρὸν εἰδωλολατροῦσιν Ἰουδαίοις παραδεδομένη. καὶ δὴ ἐνταῦθα