1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

22

τοῖς τῶν πρακτέων παραγγελτικοῖς τὸν μονογενῆ λόγον ἀφωμοίου. κεʹ ὅπως αὐτὸς ἑαυτῷ τἀναντία ἔγραφεν. 2.1.1 Μετὰ τὰς παρατεθείσας τῶν θείων ἀναγνωσμάτων μαρτυρίας, δι' ὧν ὅτι μὴ μόνον λόγος ὠνόμαστο πρὸ τῆς ἐνσάρκου παρουσίας ὁ υἱὸς τοῦ θεοῦ παρέστη ὥσπερ οὖν ἐδόκει Μαρκέλλῳ ἀλλὰ καὶ μυρία ἕτερα, φέρε δὴ λοιπὸν τὸ Σαβελλίου εἴδωλον ὥσπερ ἀπὸ γῆς ἀνακύψαν ἐποπτεύσωμεν. ἐτόλμησεν οὖν εἰπεῖν αὐτὸν τὸν ἐπὶ πάντων θεόν, τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, γεγεννῆσθαι ἐκ τῆς ἁγίας παρθένου καὶ αὐτὸν πεπονθέναι, τοῦτον γράψας τὸν τρόπον τί τοίνυν ἦν τὸ κατελθὸν πρὸ τοῦ ἐνανθρωπῆσαι; πάντως πού φησιν· πνεῦμα. εἰ γάρ τι παρὰ τοῦτο λέγειν ἐθέλοι, οὐ συγχωρήσει αὐτῷ ὁ πρὸς τὴν παρθένον εἰρηκὼς ἄγγελος «πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ». εἰ δὲ πνεῦμα εἶναι φήσει, ἀκουέτω τοῦ σωτῆρος λέγοντος «πνεῦμα ὁ θεός». 2.1.2 διὰ τούτων τὸν τῶν ὅλων θεόν, περὶ οὗ ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐδίδαξεν εἰπὼν «πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν», τὸ ἐπελθὸν τῇ παρθένῳ 2.1.3 πνεῦμα εἶναι ἔφη, ἄντικρυς τὸν Σαβέλλιον ἀνανεούμενος. καὶ προϊὼν ἑξῆς, Ἱερεμίου τοῦ προφήτου περὶ τῆς ἐνανθρωπήσεως τοῦ σωτῆρος σαφῶς εἰρηκότος «μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη», ἐπὶ τὸν πατέρα ἀναφέρει τὸ λόγιον φάσκων αὐτοῖς ῥήμασιν ἀλλ' ἔοικεν ἐν τῷ λόγῳ ὁ πατὴρ εἶναι, κἂν Ἀστερίῳ μὴ δοκῇ καὶ τοῖς ταὐτὰ ἐκείνῳ φρονοῦσιν. 2.1.4 καὶ ἐπὶ τοῦ πάθους δὲ τοῦ σωτῆρος ταὐτὸν ποιεῖ. παραθεὶς γὰρ ἀπὸ τῶν Ἱερεμίου Θρήνων τὸ «πνεῦμα προσώπου ἡμῶν Χριστὸς κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν», ἐπιλέγει κἀνταῦθα ὁμοίως ὁ προφήτης περὶ τοῦ τὴν ἡμετέραν ἀνειληφότος σάρκα λόγου διαλέγεται, καὶ ἐπιφέρει λέγων πνεῦμα σκιᾶς ποιητικὸν οὐκ ἄν ποτε γένοιτο. πνεῦμα δὲ ὅτι αὐτὸς ὁ θεός, ὁ σωτὴρ ἔφη «πνεῦμα ὁ θεός». ὅτι δὲ ὁ θεὸς φῶς ἐστιν, αὐτὸς διδάσκει ἡμᾶς «ἐγώ εἰμι τὸ φῶς» λέγων. θεωρεῖς ὅπως τὰ περὶ τοῦ σωτῆρος λελεγμένα ἐπὶ τὴν θεότητα τοῦ 2.1.5 πατρὸς μεταφέρει. καὶ πάλιν ἀναιρεῖ τὴν ὑπόστασιν τοῦ υἱοῦ γυμνῇ τῇ κεφαλῇ πρὸ τῆς τῶν γεννητῶν δημιουργίας μηδὲν ἕτερον εἶναι πλὴν τοῦ θεοῦ μόνου ἀποφαινόμενος· γράφει δ' οὖν ὧδε κατὰ λέξιν τὴν δοθεῖσαν αὐτῷ ἐξουσίαν Ἀστέριος δόξαν ὀνομάζει, καὶ οὐ δόξαν μόνον ἀλλὰ καὶ προκόσμιον δόξαν, οὐκ ἐννοῶν ὅτι μήπω τοῦ κόσμου γεγονότος οὐδὲν ἕτερον ἦν πλὴν θεοῦ μόνου. καὶ αὖθις τὸ αὐτὸ βεβαιοῖ λέγων οὐρανὸς καὶ γῆ καὶ πάντα τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς ὄντα ὑπὸ τοῦ θεοῦ γεγένηται· εἰ τοίνυν τοῦτο πιστεύοι, ἀνάγκη αὐτὸν κἀκεῖνο συνομολογεῖν ὅτι πλὴν θεοῦ οὐδὲν ἕτε ρον ἦν. 2.2.1 ὁρᾷς Ἰουδαῖον ἄντικρυς τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ, «δι' οὗ τὰ πάντα» γέγονεν, ἀρνούμενον. εἰ γὰρ πλὴν θεοῦ οὐδὲν ἕτερον ἦν πρὸ τῆς τοῦ κόσμου γενέσεως, οὐκ ἦν ἄρα ὁ υἱός· καὶ πῶς «πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν»; ὁ μὲν οὖν Ἰουδαῖος, ὁ τὸν Χριστὸν τοῦ θεοῦ ἀρνούμενος, πρὸ τῆς τοῦ κόσμου γενέσεως οὐδὲν οἶδεν πλὴν θεοῦ μόνου, συμμαρτυροῦντος αὐτῷ Μαρκέλλου· ἡ δὲ Χριστοῦ ἐκκλησία σὺν παρρησίᾳ πάσῃ σεμνύνεται λέγουσα «ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ 2.2.2 εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα». ἐπὰν δὲ λέγῃ «δι' οὗ τὰ πάντα», οἶδεν αὐτὸν πρὸ πάντων· ὥστε πρὸ τῆς τοῦ κόσμου γενέσεως ὁ λέγων οὐδὲν ἕτερον εἶναι πλὴν θεοῦ μόνου τῆς ἀληθείας καταψεύδεται. σὺν γὰρ τῷ μόνῳ θεῷ καὶ ὁ μονογενὴς αὐτοῦ υἱὸς ἦν πρὸ τῆς τοῦ κόσμου συστάσεως, καὶ τῷ πατρὶ συνῆν. τοῦτο γὰρ ἐδίδαξεν αὐτὴν καὶ ὁ εἰπὼν «ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι' οὗ καὶ 2.2.3 ἐποίησεν τοὺς αἰῶνας». καὶ ἐν Παροιμίαις διὰ Σολομῶνος αὐτὸς ὁ υἱὸς περὶ ἑαυτοῦ διδάσκει λέγων «ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ». ἀλλὰ καὶ αὐτὸς «ἦν τὸ φῶς, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον», ἐπειδὴ «ἐν τῷ κόσμῳ ἦν, καὶ