1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

47

ὅσον διήμαρτεν, τῆς μὲν εὐθείας ἐκτραπείς, τραχεῖαν δὲ καὶ 3.2.30 δύσβατον καὶ ὥσπερ τινὰ ἀνεξίτητον ἑαυτῷ περινοήσας ὁδόν. θέα γοῦν ὅπως ἐξεβιάσατο πάντα μᾶλλον ἀναίσχυντον καὶ ἀναιδῆ λόγον φθέγξασθαι ὑπομείνας ἢ τὴν σοφίαν αὐτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ 3.2.31 ὁμολογῆσαι. τὸ μὲν οὖν «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» τῷ τοῦ σωτῆρος ἀναφέρει προσώπῳ, ὁμολογῶν αὐτὸν εἶναι τὸν ἐν Παροιμίαις ταῦτα φάσκοντα. λέγει δ' οὖν αὐτοῖς ῥήμασιν οὐκοῦν εἰκότως τῶν ἀρχαίων παρεληλυθότων, καινῶν δὲ ἔσεσθαι μελλόντων ἁπάντων διὰ τῆς τοῦ σωτῆρος ἡμῶν καινό τητος, ὁ δεσπότης ἡμῶν ὁ Χριστὸς διὰ τοῦ προφήτου ἐβόα λέγων «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ». 3.2.32 τοῦτο δ' εἰπὼν ἐπὶ τὴν σάρκα τοῦ σωτῆρος ἡμῶν καταβάλλει τὴν διάνοιαν, ἑξῆς ἐπιλέγων ἔκτισεν γὰρ ἀληθῶς τὸ μὴ ὂν πεποιηκὼς ὁ δεσπότης ἡμῶν ὁ θεός· οὐκ οὖσαν γὰρ τὴν σάρκα, ἣν ἀνείληφεν ὁ λόγος, ἀλλὰ μὴ οὖσαν «ἔκτισεν ἀρχὴν ὁδῶν αὐτοῦ». καὶ οὐ συνίησιν ὁ γενναῖος ὡς μία τίς ἐστιν ἔκφρασις καὶ ἓν πρώσωπον τυγχάνει τὸ φῆσαν «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν» καὶ τὸ «κύριος ἔκτισέν με»· ὥστε εἰ ἐπὶ τὴν σάρκα ἀνάγοιτο θάτερον, ἀνάγκη καὶ τὸ ἕτερον· καὶ ἡ σοφία ἔσται ἡ τὰ ἀμφότερα λέγουσα. 3.2.33 εἰ δὲ ἡ σὰρξ λέγοι κατὰ Μάρκελλον τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ», αὕτη ἂν εἴη ἡ σοφία· καὶ ἔσται ἡ σὰρξ ἡ φάσκουσα «δι' ἐμοῦ βασιλεῖς βασιλεύουσιν» καὶ «δι' ἐμοῦ μεγιστᾶνες μεγαλύνονται». πῶς δ' ἂν εἴποι ἡ σὰρξ τὸ «μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι», οἷς ἐπάγει τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ»; ὁ δὲ καὶ τίνες αἱ ὁδοὶ παρίστησιν λέγων ἑξῆς οὗτος γὰρ ἡμῖν τοῖς δικαίως πολιτεύεσθαι μέλλουσιν θεοσεβείας ὁδὸς γέγονεν· ἀρχὴ πασῶν τῶν μετὰ ταῦτα ὁδῶν. 3.2.34 καὶ προστίθησιν «ἀρχὴν» δὲ «ὁδῶν» διὰ τοῦτο εἰκότως εἴρηκεν τὸν δε σπότην ἡμῶν τὸν σωτῆρα, διότι καὶ τῶν ἑτέρων, ὧν ἐσχήκαμεν, ὁδῶν μετὰ τὴν πρώτην ὁδὸν ἀρχὴ γέγονεν, τὰς διὰ τῶν ἱερῶν ἀποστόλων δηλῶν παραδόσεις τῶν «μετὰ ὑψηλοῦ» κατὰ τὴν προ φητείαν «κηρύγματος» κηρυξάντων ἡμῖν τὸ καινὸν τοῦτο μυ στήριον. ταῦτα Μάρκελλος. 3.3.1 εἰ μὲν οὖν μὴ καὶ τὴν Μωσέως καὶ τῶν μετὰ Μωσέα προφητῶν παρεδέχετο γραφήν, εἶχεν ἄν τινα εἰκότα αὐτῷ λόγον ἡ ἀπόδοσις· ἐπεὶ δὲ οὐ τῶν ἀθετούντων ἐστὶν τὴν παλαιὰν διαθήκην, τί δή ποτε τοὺς μὲν ἀποστόλους καὶ τούτων τὰς διδασκαλίας ὁδοὺς ὠνόμασεν, οὐχὶ δὲ προσέσχεν τοῖς τοῦ θεοῦ προφήταις μυρία περὶ ὁδῶν θεοῦ γεγραφόσιν; πρῶτον μὲν γὰρ Μωσῆς ὧδε γράφων ἔλεγεν «ὁδῷ βασιλικῇ πορεύσῃ» καὶ «ἰδοὺ τέθεικα πρὸ προσώπου σου 3.3.2 τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου», καὶ ὁ ∆αυὶδ ὁμοίως «γινώσκει κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται», καὶ Ἱερεμίας «στῆτε ἐν ταῖς ὁδοῖς καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ πορεύεσθε ἐν αὐτῇ»· καὶ ἕκαστον δὲ τῶν προφητῶν διαφόρως μνημονεύσαντα τῶν ὁδῶν τοῦ 3.3.3 θεοῦ εὑρήσεις. εἰ τοίνυν ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῦ θεοῦ ἀρχὴν εἶναι τῶν ὁδῶν τοῦ θεοῦ ἑαυτὸν διδάσκει λέγων «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» πάντως που καὶ Μωσέως καὶ τῶν προφητῶν καὶ τῶν ἔτι ἀνωτέρω κατὰ τὰς ὁδοὺς τοῦ θεοῦ βεβιωκότων ὢν πρεσβύτερος, ἀλλ' οὐχὶ ἡ σὰρξ ἣν ἀνείληφεν ἐκείνων ἁπάντων ὑπῆρχεν προγενεστέρα, οὐκ ὀρθῶς ἐπὶ 3.3.4 τὴν σάρκα ἐξείληπται τὸ λόγιον. οὐ διὰ τὴν σάρκα τοίνυν ταῦτ' ἔλεγεν ὁ σωτήρ, διὰ δὲ τὸ προϋπάρχειν αὐτὸν καὶ καθηγεῖσθαι πασῶν τῶν ὁδῶν τοῦ θεοῦ, ἃς πάντες οἱ πάλαι θεοφιλεῖς ἄνδρες ὡδεύκασιν. 3.3.5 ἐπεὶ δὲ ὁ θεῖος ἀπόστολος λέγων «ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ» ἑτέρας τινὰς ὁδοὺς ὑποβάλλει, τὰς προνοητικὰς τῶν ὅλων, δι' ὧν ἀπορρήτῳ κρίσει καὶ λόγοις ἀλήπτοις τὰ σύμπαντα διακυβερνᾷ θείᾳ δυνάμει, ἀκόλουθόν ἐστιν καὶ τούτων τῶν ὁδῶν ἀρχὴν εἶναι λέγειν τὸν εἰρηκότα «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». ὁ δὲ μὴ νοήσας τὰς ὁδοὺς τοῦ θεοῦ, τὴν 3.3.6 σάρκα τοῦ σωτῆρος ἡμῶν ἀρχὴν τούτων εἶναι ἀπεφήνατο. ἑρμηνεύει