1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

53

τῆς πατρικῆς ἀγάπης ἔργον εἶναι παρίστη διασαφῶν ἑξῆς καὶ λέγων «ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ». δεικνύντος ἄρα τοῦ πατρὸς τὰ ἑαυτοῦ κρύφια θεωρῶν ὁ υἱὸς δι' ἔργων ὑφίστη τὰ τῆς πατρικῆς βουλῆς ἔργα. οὕτως οὖν συνὼν τῷ πατρὶ καὶ συμπαρὼν αὐτῷ προετοιμάζοντι τὸν οὐρανὸν καὶ τὰ ἐπ' αὐτῷ τοῦτ' ἐδίδασκε λέγων «ἡνίκα ἡτοίμαζεν 3.3.57 τὸν οὐρανόν, συμπαρήμην αὐτῷ». ἔχαιρέν τε ὁ πατὴρ πρὶν ἢ καὶ τὸν κόσμον γενέσθαι, εἰς αὐτὸν ἀφορῶν τὸν ἑαυτοῦ μονογενῆ υἱὸν καὶ ὥσπερ ἐν εἰκόνι ἑαυτὸν ἐνοπτριζόμενος ἐν αὐτῷ· διό φησιν ἡ σοφία «ἐγὼ ἤμην ᾗ προσέχαιρεν καθ' ἡμέραν». ἀλλὰ καὶ ὁ υἱὸς εὐφροσύνης ἐπληροῦτο γανύμενος ἐπὶ τῇ τοῦ πατρὸς θέᾳ· τοῦτο γοῦν αὐτὸς διδάσκει λέγων «ηὐφραινόμην δὲ ἐνώπιον αὐτοῦ ἐν παντὶ 3.3.58 καιρῷ, ὅτε ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας», οἰκουμένης ἐνταῦθα νοουμένης τῆς τῶν γενητῶν ἁπάντων συμπληρώσεως, ἧς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι διὰ τοῦ υἱοῦ προαγομένης ὁ τῶν ἁπάντων ηὐφραίνετο θεός. ὁ μὲν οὖν ἀληθὴς λόγος, ὡς ἐν βραχέσιν καὶ ἐν ἐπιτόμῳ διηγήσει παριστάμενος ἐκ τῆς θείας γραφῆς, τοιοῦτός τις ἂν εἴη. ὁ δ' ἄνωθεν κάτω φερόμενος ἐπὶ τὴν σάρκα τοῦ σωτῆρος ἡμῶν τὴν διάνοιαν ἐξώκειλεν παρατρέπων καὶ παρερμηνεύων τὸν 3.3.59 ἀληθῆ νοῦν τῆς θεοπνεύστου γραφῆς. ἀλλὰ καὶ ἐπὶ τὸν λόγον μεταβὰς αὐτὸν εἶναί φησιν τὸν ἔνδον ἐν τῷ πατρὶ ὡς ἐν διαλογισμῷ 3.3.60 καὶ ἐνθυμήσει τὸν οὐρανὸν ἡτοιμακότα. ἔλεγεν γοῦν αὐτοῖς ῥήμασιν· πρὸ γὰρ τοῦ τὸν κόσμον ποιῆσαι ἦν ὁ λόγος ἐν τῷ πατρί. ὅτε δὲ ὁ παντοκράτωρ θεὸς πάντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς ποιῆσαι προέθετο, ἐνεργείας ἡ τοῦ κόσμου γένεσις ἐδεῖτο δραστικῆς καὶ διὰ τοῦτο, μηδενὸς ὄντος ἑτέρου πλὴν θεοῦ πάντα γὰρ ὁμολογεῖται ὑπ' αὐτοῦ γεγενῆσθαι, τότε ὁ λόγος προελθὼν ἐγίνετο ποιητὴς τοῦ κόσμου, ὁ καὶ πρότερον ἔνδον νοητῶς ἑτοιμάζων αὐτόν, ὡς διδάσκει ἡμᾶς ὁ προφήτης Σολομὼν «ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ» λέγων. 3.3.61 ἐν οἷς προσήκει ἐπισκέψασθαι τίνα τρόπον ἐθελοκωφῶν τοῦ μὲν «συμπαρήμην» οὐκ ἀκούει, ὃ σημαίνει διαρρήδην παρουσίαν τοῦ υἱοῦ σὺν τῷ πατρί, ἀποφαίνεται δὲ τῇ γραφῇ ἐναντίως μηδένα εἶναι ἕτερον πλὴν τοῦ θεοῦ πρὶν γενέσθαι τὰ γενόμενα· καὶ οὐκ ἔφριξεν ταύτην ἀφεὶς τὴν φωνήν, ἀρνητικὴν οὖσαν τοῦ υἱοῦ, οὐδὲ τὴν θείαν γραφὴν ἐδυσωπήθη μαρτυροῦσαν πρὸ τῆς τοῦ οὐρανοῦ κτίσεως μόνον αὐτὸν συμπαρεῖναι τῷ πατρί. «ἡνίκα» γάρ φησιν «ἡτοίμαζεν τὸν οὐρανόν, 3.3.62 συμπαρήμην αὐτῷ». ἡ γὰρ σὺν πρόθεσις τῷ παρεῖναι προσκειμένη τὴν κατὰ τὸ αὐτὸ σὺν ἑτέρῳ παρουσίαν δηλοῖ. οὐχ ἁπλῶς οὖν παρεῖναι, ἀλλὰ συμπαρεῖναι ἑαυτὸν τῷ πατρὶ διδάσκει. καὶ ὁ πατὴρ δὲ οὐχ ἁπλῶς ἔχαιρεν, ἀλλὰ προσέχαιρεν τῇ παρουσίᾳ τοῦ 3.3.63 υἱοῦ· διό φησιν «ἐγὼ ἤμην ᾗ προσέχαιρεν καθ' ἡμέραν». τὸ δὲ καὶ εὐφραίνεσθαι αὐτὸν ἐνώπιον τοῦ πατρὸς πῶς ἂν ἁρμόσειεν μὴ ὑφε στῶτι λόγῳ, ἐν αὐτῷ δὲ τῷ θεῷ ὄντι καὶ σημαντικῶς ἐνεργοῦντι, ἄντικρυς τοῦ εὐφραίνεσθαι καὶ τοῦ «ἐνώπιον αὐτοῦ» τὴν ὑπόστασιν αὐτοῦ παριστώντων. ἀλλὰ τούτων Μάρκελλος οὐδένα λόγον ποιησάμενος ἀθετεῖ μὲν τὸν υἱόν, λόγον δέ φησιν ἔνδον ὄντα ἐν τῷ θεῷ ποτὲ μὲν ἐνεργείᾳ δραστικῇ προϊέναι, ποτὲ δὲ ἔνδον εἶναι ἐν αὐτῷ μὴ ἐνεργοῦντα· καὶ οὐχ ὁρᾷ ὅτι τὸ λέγειν εἶναί τι ἐντὸς καὶ ἐκτὸς τοῦ θεοῦ σύνθετόν τι ὑποτίθεται καὶ σωματικὸν πάθος, ὅπερ οὐ 3.3.64 θέμις ἐπὶ τῆς ἀγενήτου καὶ ἀσωμάτου φύσεως παραδέχεσθαι. πῶς δὲ καὶ προελθὼν ὁ λόγος ἐγίνετο τοῦ κόσμου ποιητής; πότερα γλώττῃ καὶ φωνῇ, ἢ πάντως δήπου καὶ διαλέκτῳ χρησαμένου τοῦ θεοῦ; καὶ τίνι ἂν διελέχθη μηδενὸς ἑτέρου συνόντος αὐτῷ; τίνι δ' ἂν καὶ ὡμίλησεν μὴ παρόντος τινός; ἀλλ' αὐτὸς ἑαυτῷ προσωμίλει φωνῇ καὶ διαλέκτῳ χρώμενος, ὡς καὶ τὸν λόγον ἐξ αὐτοῦ προελθεῖν; 3.3.65 καὶ πῶς οὐχὶ καὶ ἔνδον ὄντος ἐν αὐτῷ τοῦ λόγου δραστικῇ δυνάμει ταῦθ' ἅπερ ἐβούλετο συνίστη, ἐπεὶ καὶ παρὰ ἀνθρώποις οἱ πλεῖστοι τῶν δημιουργῶν καὶ σιωπῶντες τὰ ἑαυτῶν ἐκτελοῦσιν ἔργα, καὶ μάλιστα ὅτε μηδεὶς αὐτοῖς πάρεστι