1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

25

κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με». καὶ ὅτι γε ἕτερος ἦν ὁ πέμψας αὐτὸν παρ' αὐτὸν παρίστησιν ἑξῆς λέγων «ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής· 2.7.7 ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ». εἶτα μνημονεύσας τοῦ βαπτιστοῦ, τὸν πατέρα μάρτυρα εἶναι αὐτοῦ διδάσκει φάσκων «καὶ ὁ πέμψας με πατήρ, αὐτὸς μεμαρτύρηκεν περὶ ἐμοῦ», καὶ προστίθησιν «εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομαι πρὸς τὸν πατέρα· ὅτι ὁ 2.7.8 πατήρ μου μείζων μού ἐστιν». δι' ὧν ἁπάντων ἕτερον ἑαυτὸν τοῦ πατρὸς δείκνυσιν. καὶ τὸ ὑπερέχον τῆς δόξης τοῦ πατρὸς παρίστησιν διὰ τοῦ τὸν μὲν ἀπεσταλκέναι λέγειν, ἑαυτὸν δὲ ἀπεστάλθαι καὶ ἐκ τοῦ οὐρανοῦ κατεληλυθέναι «οὐχ ἵνα ποιήσῃ τὸ θέλημα τὸ ἑαυτοῦ ἀλλὰ τὸ τοῦ πέμψαντος» αὐτόν. καὶ τί ἂν πρὸς ταῦτα φαίη Μάρκελλος, ἀκούων τοῦ κατεληλυθότος ἐξ οὐρανοῦ ταῦτα διδάσκοντος; οὐ γὰρ δήπου καὶ νῦν τὴν σάρκα τοῦ σωτῆρος ταῦτα φάσκειν ἐρεῖ· 2.7.9 οὐ γὰρ ἡ σὰρξ ἐκ τοῦ οὐρανοῦ κατελήλυθεν. τίνα τοίνυν ἐρεῖ τὸν ἐκ τοῦ οὐρανοῦ κατεληλυθότα καὶ ταῦτα διδάσκοντα; πότερα τὸν θεὸν αὐτὸν ἢ τὸν τούτῳ συνημμένον λόγον; ἀλλ' εἰ λέγοι τὸν πατέρα, γυμνῶς ἀνακαλύψας τὸν Σαβέλλιον, αὐτὸς αὐτὸν ὁ σωτὴρ ἐψευσμένον ἀπελέγξει λέγων «καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα 2.7.10 ποιήσω τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με», καὶ «οὐ δύναμαι ἐγὼ ἀπ' ἐμαυτοῦ ποιεῖν οὐδέν· καθὼς ἀκούω κρίνω», καὶ «οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με», καὶ «ὁ πατήρ μου μείζων μού ἐστιν». ταῦτα γὰρ οἴεσθαι τὸν 2.7.11 πατέρα φάσκειν ἐσχάτης ἂν εἴη μανίας. εἰ δὲ τὸν ἐν τῷ θεῷ συμφυᾶ λόγον καὶ τὴν διάνοιαν αὐτοῦ, καθ' ἣν λογίζεται καὶ ἔνδον ἐν ἑαυτῷ διανοεῖται, τὰ προκείμενα διεξιέναι φησίν, καὶ πῶς ἂν ἡ ἐνθύμησις τοῦ θεοῦ καὶ ἡ ἐν αὐτῷ διάνοια καταβέβηκεν ἐκ τοῦ οὐρανοῦ; πῶς δ' ἐν τῇ σαρκὶ ᾗ ἀνείληφεν γενομένη ταῦτα διεξῄει; πῶς δ' ὁ ἐν τῷ θεῷ λόγος ἐρεῖ καταβεβηκέναι «οὐχ ἵνα ποιήσῃ τὸ θέλημα αὐτοῦ 2.7.12 ἀλλὰ τὸ τοῦ πέμψαντος» αὐτόν; διὰ τούτων μὲν ὁ υἱὸς τοῦ θεοῦ τὸ πρὸς τὸν πατέρα σέβας ἑαυτοῦ παρίστησιν· ὅτε δὲ τῶν γενητῶν ἁπάντων καθηγεῖται τῶν δι' αὐτοῦ γεγενημένων, ὡς ἂν ἁπάντων ὑπάρχων σωτὴρ καὶ κύριος καὶ δημιουργός «πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν», τηνικαῦτα καὶ θεὸς καὶ 2.7.13 δεσπότης καὶ σωτὴρ καὶ βασιλεὺς ἀναγορεύοιτο ἄν. διὸ καὶ σέβειν καὶ προσκυνεῖν καὶ τιμᾶν αὐτὸν οἷα θεὸν ἡ ἐκκλησία αὐτοῦ δεδί2.7.14 δακται, τοῦτο πράττειν παρ' αὐτοῦ μαθοῦσα. λέγει δ' οὖν αὐτὸς ὁ σωτὴρ «οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν ἅπασαν κρίσιν δέδωκεν τῷ υἱῷ, ἵνα πάντες τιμῶσιν τὸν υἱὸν καθὼς τιμῶσιν τὸν πατέρα», διαρρήδην παρακελευόμενος τιμᾶν αὐτὸν μὴ ὁμοίως τοῖς προφήταις μηδ' ὁμοίως ἀγγέλοις ἢ ταῖς τούτων διαφερούσαις δυνάμεσιν, ἀλλ' αὐτῷ τῷ πατρὶ παραπλησίως. τοῦτο γὰρ αὐτὸς ὁ πατὴρ βουληθεὶς «πᾶσαν τὴν κρίσιν δέδωκεν τῷ υἱῷ, ἵνα πάντες τιμῶσιν 2.7.15 αὐτὸν καθὼς τιμῶσι τὸν πατέρα». ἃ δὴ καὶ Θωμᾶς ὁ ∆ίδυμος ἀκριβῶς ἐπιστάμενος, ἅτε τοῦ χοροῦ τῶν δώδεκα γεγονὼς μαθητῶν, λαμπροῖς ῥήμασιν καὶ θεὸν αὐτὸν καὶ κύριον ἐπεγράφετο λέγων «ὁ κύριός μου καὶ ὁ θεός μου». διὸ δὴ καὶ ἡμᾶς προσήκει μόνον τὸν υἱὸν καὶ μηδένα ἕτερον θεϊκῇ τιμῇ σέβειν, καθὼς τιμῶμεν τὸν πα2.7.16 τέρα, καὶ ἐν τούτῳ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ τιμωμένου· ὃ δὴ καὶ αὐτὸ διδάσκει λέγων «ὁ τιμῶν τὸν υἱὸν τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν». ὥσπερ γὰρ καὶ βασιλέως καταπεμφθεῖσαν εἰκόνα τιμῶντες τὸ πρωτότυπον τῆς εἰκόνος αὐτὸν ἂν τιμήσαιμεν τὸν βασιλέα, τὸν αὐτὸν τρόπον ὁ πατὴρ ἂν εἴη διὰ τοῦ υἱοῦ τιμώμενος, ὡς καὶ 2.7.17 δι' αὐτοῦ ὁρώμενος. «ὁ» γὰρ «ἑωρακὼς» τὸν υἱὸν «ἑώρακεν τὸν πατέρα», τὴν ἀγέννητον θεότητα, οἷα ἐν εἰκόνι καὶ κατόπτρῳ, ἐν τῷ υἱῷ χαρακτηριζομένην ὁρῶν· «ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀιδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ». πάντα δὲ ταῦτα παρὰ τοῦ πατρὸς λαβών, ἐξ αὐτοῦ τε καὶ τῆς θεότητος τὴν