1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

36

τὴν τῶν ἀνθρώπων σωτηρίαν, οὐδὲν εὗρε παρὰ τοῖς ἀνθρώποις βρώσιμον καὶ λέγει τὸν εὐαγγελικὸν προβάλλεσθαι λόγον, ἥ ἐστιν ἡ δεξιὰ διδασκαλία, πρὸς ἣν ὁ νόμος καὶ οἱ προφῆται παραβαλλό-μενοι ἀριστερὰ νοεῖται· καὶ τῇ χάριτι τοῦ ἐπιτάξαντος εἵλκυσαν πολλούς· ὑπερβαίνει γὰρ τὸ ἐπὶ τούτῳ θαῦμα τὴν τῶν ἀποστόλων ἰσχύν. 637 {3Jο 21, 11}3 Ἕλκει τὴν πνευματικὴν σαγήνην ὁ Πέτρος σὺν τοῖς ἄλλοις προσάγων τῷ Χριστῷ τὴν ἄγραν. νοοῦνται δὲ οἱ ἑκατὸν τὸ τῶν ἐθνῶν πλήρωμα, οἱ δὲ πεντήκοντα τὸ κατ' ἐκλογὴν τὸ ἐξ Ἰσραὴλ σωθὲν γένος, οἱ δὲ τρεῖς τῆς ἁγίας τριάδος τὴν δήλωσιν ἐπινοοῦσιν, ἧς εἰς δόξαν ἡ τῶν πιστῶν ζωὴ τῶν σαγηνευ- θέντων νοεῖται συνεζευγμένως. 638 {3Jο 21, 12}3Τὸ δεῦτε ἀριστήσατε αἴνιγμα ἔχει ὁ λόγος, ὅτι μετὰ τοὺς πόνους διαδέξεται τοὺς ἁγίους ἀνάπαυσις καὶ τροφὴ καὶ ἀπόλαυσις. 639 {3Jο 21, 13}3Οὐκ ηὔξατο νῦν κλῶν τὸν ἄρτον δεικνύς, ὅτι συγκαταβάσεως ἦν τὰ πρῶτα. τὰ ἀνθρώπινα δὲ ποιεῖ πρὸ τοῦ πάθους. εἰ δὲ ὁ Λουκᾶς εἶπεν, ὅτι καὶαὐτὸς «ἔφαγεν» οὐχ ὡς ἔτι τῆς σαρκὸς δεόμενος, ἀλλὰ πρὸς ἐπίδειξιν

τῆς ἀναστάσεως. 640 {3Jο 21, 15-17}3 Ἀναζωπυρῆσαι αὐτὸν βουλόμενος ἐκ τῆς κατὰ τὴν ἄρνησιν ἀθυμίας ἐρωτᾷ αὐτὸν καὶ διὰ τῶν τριῶν ἐρωτήσεων καὶ καταθέσεων ἐξαλείφει τὰς τρεῖς φωνὰς τῆς ἀρνήσεως καὶ διὰ λόγων ἐπανορθοῖ τὰ ἐν λόγοις γενόμενα πταίσματα. ἔθος δὲ γέγονεν ἐκ τούτου τρεῖς ὁμολογίας ἀπαιτεῖσθαι τοὺς μέλλοντας βαπτισθῆναι. 641 {3Jο 21, 17}3 Ἐρωτᾷ αὐτὸν τρίτον οὐχ ὡς ἀγνοῶν-πῶς γὰρ καὶ ὁ προειπὼν τοῦ αὐτοῦ πάθος; -ἀλλ' ἵνα δείξῃ, ὅτι πάνυ μέλει αὐτῷ τῆς προστασίας τῶν αὐτοῦ προβάτων καὶ ὅτι πάνυ αὐτὸν ἠγάπα ὁ Πέτρος. 642 {3Jο 21, 19}3Τοῦτο τὸν διὰ σταυροῦ θάνατον σημαίνει, ὃν ἄκων ὑπέστη, εἰ καὶ διὰ τὰ ἐλπιζόμενα ἑκὼν ἐθανατώθη. τινὲς ἐκ τούτου ᾠήθησαν, ὅτι ἄκων ὁ Πέτρος ἔπαθεν, τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλ' ἤθελε μὲν παθεῖν, οὐκ ἤθελε δὲ σταυρωθῆναι, ἵνα μὴ δόξῃ παρὰ τοῖς ἁπλουστέροις τῆς αὐτῆς τῷ δεσπότῃ ἠξιῶσθαι τιμῆς. διδάσκει οὖν αὐτὸν μὴ ταράττεσθαι· οὐ γὰρ προαιρετικὸν τὸ σχῆμα τοῦτο, ἀλλὰ ὑπὸ ἄλλων

ἐπαγόμενον.643 {3Jο 21, 22-23}3Τοῦτο εἶπεν ἐκκόψαι θέλων τὴν πρὸς ἑαυτοὺς ἣν εἶχον ἄκαιρον συμ-πάθειαν· εἰ γὰρ μὴ ἐχωρίζοντο ἀλλήλων, τὰ μέγιστα εἶχεν ἡ οἰκουμένη ζημιωθῆναι. οὐκ εἶπεν δέ· οὐκ ἀποθνῄσκει, ἀλλὰ ἐὰν αὐτὸν θέλω μένειν, τοῦτ' ἔστιν ἔργον ἐνεχειρίσθης, τοῦτο ποίει, τὰ σαυτοῦ μερίμνα· τί γὰρ σὺ θέλεις, εἰ μὴ βούλομαι αὐτὸν ἀποστεῖλαι σὺν σοί, ἀλλὰ μεῖναι ὧδε; 644 {3Jο 21, 23}3Οἱ μαθηταὶ ὡς ἀπόφασιν ἐδέξαντο τὸν τοῦ κυρίου λόγον, ὅτι οὐκ ἀποθα-νεῖται, ὅπερ οὐκ εἶπεν. ἀλλ' ὃ εἶπεν, αἰνιττόμενος εἶπεν τὸ μακρόβιον τῆς αὐτοῦ ζωῆς· ἐν γὰρ τοῖς χρόνοις ἄνευ τιμωρίας ἀπέθανεν. 645 {3ςο 21, 24}3 Ὡς ἀψευδῶς λαλήσας ἑαυτῷ μαρτυρεῖ τὴν ἀλήθειαν. διὸ ἐν πολλοῖς ἀορίστως ἑαυτὸν ὀνομάσας ὧδε φανερῶς σημαίνει ἑαυτόν· αὐτὸς γάρ ἐστιν ὁ γράψας τὸ εὐαγγέλιον. οὐκ ἂν ὑπὸ θεοῦ ἀγαπώμενος εἶχεν ψεύσασθαι, διὸ μὴ ἐνδοιάσητε· οὐ γὰρ ἂν αὐτὸν ἠγάπησεν ἡ ἀλήθεια παραλύοντα τὴν ἀλήθειαν. 646 {3ςο 21, 25}3Παραιτητέον λαλεῖν τὰ κρείττονα πάσης τῆς ἐν βίβλοις γραφῆς, ἅπερ οὐδὲ αὐτὸς ὁ κόσμος δύναται χωρῆσαι διὰ μέγεθος θεωρημάτων. εἰ πάνταἐγράφετο, οὐδεὶς ἀνθρώπων ἤρκει πρὸς τὴν τῶν βιβλίων κτῆσιν. διὰ τοῦτο οὐκ ἐγράφη, ἵνα μὴ ὑπερβῇ τὴν μνήμην τῶν ἀκουόντων. ἤτοι εἰ ἐγράφη πάντα, ἀναρίθμητα ἤμελλον εἶναι τὰ βιβλία καὶ οὐδεὶς ἠδύνατο πάντα γνῶναι. ἤτοι ἐὰν θέλῃ τις τὸ μέγεθος τῶν γεγονότων παραστῆσαι, οὐ χωρεῖ αὐτὰ ὁ κόσμος οὔτε ἡ ἀνθρωπίνη ἀκοή. τινὲς λέγουσιν, ὅτι οἱ κοσμικῶς ζῶντες οὐ χωροῦσι τὰς θεοσημείας ἀκοῦσαι κατὰ τὸ ἐν ἀρχῇ εἰρημένον· «καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω», ὡς καὶ αὐτὸς ὁ κύριος εἶπεν, ὅτι «οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον». 647 {3Jο 21, 25}3Πολλαί εἰσι καὶ ἀναρίθμητοι αἱ θεοσημεῖαι καὶ ἀπὸ πολλῶν ταῦτα ἐλήφθη δυνάμενα τελείως ὠφελῆσαι. 648 {3Jο 21, 25}3Τοσαῦτά ἐστι τὰ γενόμενά τε καὶ