1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

7

λέγεται ὁ υἱὸς ἀπὸ τοῦ πατρὸς ἢ διὰ τὴν ἔνσαρκον παρουσίαν ἢ ὅτι ὁ πατὴρ ἔχων ἐν ἑαυτῷ τὸν υἱὸν οὐκ ἔκρυψεν, ἀλλ' ἐξέλαμψεν αὐτὸν ἐκ τῆς ἰδίας φύσεως ὡς ἐκ φωτὸς «ἀπαύγασμα»· ἐξελήλυθε γὰρ ὁ υἱὸς εἰς ἰδίαν ὕπαρξιν, εἰ καὶ ἐν αὐτῷ κατὰ φύσιν ἐστίν. 105 {3Jο 3, 34}3Ὡς πηγὴ ὢν τοῦ πνεύματος δίδωσιν αὐτό. τὴν ἐνέργειαν λέγει τοῦ πνεύ ματος, ἣν οἱ ἄνθρωποι μέτρῳ λαμβάνουσιν· αὐτὸς γὰρ ὁλόκληρον ἔχει πᾶσαν. ὅλον ἔχει τὸ πνεῦμα ὁ υἱὸς οὐσιωδῶς οὐ μὴν ἐκ μέρους ὡς κτίσμα. διὸ καὶ αὐτὸς αὐτὸ δίδωσιν, οἱ δὲ ἅγιοι διὰ ἱκεσίας ποιοῦσι τὸν Χριστὸν δι' αὐτῶν ἐπιχορηγῆσαι τὸ πνεῦμα. 106 {3Jο 3, 35}3Εἰ καὶ ἀγαπᾷ «τὸν κόσμον» ὁ πατήρ, ἀλλ' οὐχ ὡς τὸν υἱόν, ὃν ὑπερ βαλλόντως ἀγαπᾷ διὰ τὴν φυσικὴν γέννησιν ὡς ἴδιον λόγον καὶ σοφίαν καὶ ἁγιασμόν. 107 {3Jο 3, 35}3Τότε πληροῦται τοῦτο, ὅτε κατὰ τὸν τῆς δευτέρας παρουσίας καιρὸν «πᾶν γόνυ» αὐτῷ κάμπτει ἀποβαλόντων ἣν ἔχουσι κακίαν.χεῖρα ὧδε τὴν δύναμιν καλεῖ, ἣν ἔχει ὁ υἱὸς φυσικῶς καὶ οὐ μεταληπτῶς ὡς τοῦ ἀγαθοῦ παντὸς οὐσιωδῶς ὄντος ἐν πατρὶ καὶ ἐν δυνάμει νοουμένου τοῦ υἱοῦ. λαμβάνει δὲ καὶ ὡς ἄνθρωπος ἣν εἶχεν ἐξουσίαν καὶ πρὸ τῆς σαρκώσεως. 108 {3Jο 3, 36}3Ὀργὴ θεοῦ τὸ ἐν βασάνοις εἶναι διηνεκέσιν, ὅπερ ἐστὶ παντὸς θανάτου χαλεπώτερον. 110 {3Jο 4, 1}3Εἰ καὶ οἶδε πάντα ὡς θεός, ἀλλὰ καὶ τοῦτο θεοπρεποῦς οἰκονομίας τὸ κατὰ καιρὸν ποιεῖν τι καὶ τότε δοκεῖν μανθάνειν, ὅτε χρεία ἐστίν. 111 {3Jο 4, 3}3Ὅσα κατὰ συναίνεσιν τῶν ἡγουμένων ποιοῦσιν οἱ ὑπήκοοι αὐτῶν ὁρώντων καὶ μὴ ἀντιλεγόντων ἢ κωλυόντων, οἱ ἡγούμενοι λέγονται ποιεῖν· πρῶτον γὰρ εἰπὼν ὅτι Ἰησοῦς «ἐβάπτιζεν», ὧδε λέγει, ὅτι αὐτὸς ὁ Ἰησοῦς οὐκ ἐβάπ-τιζεν, τὴν τῶν μαθητῶν πρᾶξιν αὐτῷ προσνέμων δυνάμει, εἰ καὶ μὴ ἐνεργείᾳ ἐποίει τὸ βάπτισμα. ἁρμόζει δὲ τὰ λεγόμενα περὶ τῶν ἀποστελλομένων κληρικῶν παρὰ ἐπισκόπων εἰς συνόδους ἢ συνοδικὰς ἐπιστολὰς ἢ ἑτεροῖά τινα ἐχόντων. ἐπειδὴ οἱ μαθηταὶ Εὐτυχοῦς οἳ περὶ καρώσεως ἐφωράθησαν μετὰ τὴν ἐν Ἐφέσῳ δευτέραν σύνοδον πάλιν τι διεστραμμένα δόγματα λαλοῦντες Εὐτυχοῦς, εὐλόγως Εὐτυχὴς ἀναθεματίζεται, κἂν αὐτὸς οὐδὲν ἐφάνη τοιοῦτον λαλήσας ὡς ἀκούων τῶν αὐτοῦ μαθητῶν λαλούντων τὰ μὴ ὀρθὰ καὶ σιωπῶν· τὰ γὰρ ἐκ τῶν μαθητῶν λαλούμενα ἢ γινόμενα εἰς τὸ τοῦ διδασκάλου πρόσωπον ἀνατρέχει. οὕτως ὁ Ἠλὶ ἐμέμφθη ἀνεχόμενος τῶν ἑαυτοῦ υἱῶν πταιόντων ὡς ἁμαρτήσας. 112 {3Jο 4, 4}3Ἦλθεν ἐκεῖ, ἵνα πρὸ τοῦ πάθους ὠφελήσῃ τὰ ἔθνη διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος. 113 {3Jο 4,

4-6}3Ὅμοροι ἦσαν τῶν Ἰουδαίων οἱ Σαμαρεῖται. διὸ καὶ ἀπὸ τῆς πηγῆς ἔπινον τοῦ Ἰακώβ. Σαμαρεῖται ἐκ γένους ὄντες τοῦ Μήδων καὶ Περσῶν ἔθνους ἐπεφήμιζον ἑαυτοὺς τοῦ Ἰακώβ. 115 {3Jο 4, 6}3Ἐπειδὴ «ὁ λόγος» γέγονε «σάρξ», ἀκολούθως κεκοπίακεν ἐκ τῆς συντόνου ὁδοιπορίας τῆς ἐν μεσημβρίᾳ γεγονυίας. μεσημβρία δ' ἐστὶν ὁ φωτεινὸς τῆς ἐπιφανείας καιρός· εἶχε γὰρ σῶμα ὡς τὸ ἡμῶν καὶ συστὰν ἐξ ὧν καὶ τὰ ἡμῶν δίχα μόνης ἀνδρὸς ὁμιλίας. διὸ οὐ μόνον κόποις, ἀλλὰ καὶ δίψῃ καὶ τρώσεσιν ὑπέκειτο, ἐπείπερ εἴασεν τὸ σῶμα μεῖναι ἐν τοῖς φυσικοῖς ὅροις τῆς ἀνθρω πότητος, ἵνα μὴ δόξῃ φάντασμα εἴναι. ὡς εἷς ὢν ὁ Χριστὸς μετὰ τῆς ἰδίας σαρκὸς οἰκειοποιεῖται τὰ τῆς ἀνθρωπότητος πάθη καίπερ μείνας ὡς θεὸς ἀπαθής. 116 {3Jο 4, 7}3Τὴν Σαμαρεῖτιν αἰτεῖ, τὴν τοῦ νόμου σκιάν, ἵνα δῷ αὐτῇ τὸ «ὕδωρ ζῶν» ὡς καὶ παρὰ παντὸς αἰτεῖ πίστιν, ἵνα χαρίσηται τὰ ὑπὲρ λόγον. διὰ τούτου διδάσκει καταφρονεῖν τῶν Ἰουδαϊκῶν δεικνύς, ὅτι «τὸ εἰσερχόμενον εἰς τὸ στόμα οὐ κοινοῖ τὸν ἄνθρωπον». 117 {3Jο 4, 9}3Πόθεν ἐνόησεν, ὅτι Ἰουδαῖός ἐστιν; ἢ ἀπὸ τοῦ σχήματος ἢ ἀπὸ τῆς λαλιᾶς ἐνόησεν. 118 {3Jο 4, 9}3Τοῦ νόμου εἰρηκότος «ἀκαθάρτου μὴ ἅψησθε» οὐδὲ τῆς σαρκὸς τῶν ἀλλο γενῶν ἐτόλμων ἅψασθαι νομίζοντες ἐκ τούτου μολύνεσθαι. 119 {3Jο 4, 10}3Ποτὸν ἀθανασίας τὰ τοῦ κυρίου λόγια, ἡ ζωοποιὸς τοῦ πνεύματος δόσις, δι' ἧς ἀναζῶσιν οἱ ἄνθρωποι. 121 {3Jο 4, 10}3∆ωρεὰ θεοῦ ἡ εἰς ἀνθρώπους ἐπιδημία τοῦ λόγου χάριτι πατρὸς γεγονυῖα, ἥτις ποτίζει