1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

24

γὰρ λαλεῖ. ἐν ἡμέρᾳ κρίσεως ὁ πρὸς σωτηρίαν ἡμᾶς καλέσας λόγος ἀπειθήσαντας τιμω ρεῖται. 438 {3Jο 12, 49}3Λόγος ὢν τοῦ πατρὸς αὐτὸς ἑρμηνεύει τὰ ἐν τῷ πατρὶ καὶ φανεροποιεῖ. διὸ καὶ ἐντολὴν ἑαυτὸν εἰληφέναι λέγει· οὕτω γὰρ καὶἐν ἡμῖν λόγος δημο σιεύει τὰ ἐν τῷ νῷ. 439 {3Jο 12, 49}3Ὡς ἐκ πατρὸς λέγει ταῦτα ποιεῖν, ἐπείπερ ἑώρων αὐτὸν οἱ Ἰουδαῖοι τὴν τοῦ νόμου σκιὰν μεταπλάττοντα ἐπὶ τὸ πνευματικώτερον. 440 {3Jο 12, 50}3Τοῦτο λέγων οὐ τὴν ἑαυτοῦ ἐξουσίαν ἀνῄρει, ἀλλὰ δείκνυσιν, ὅτι οὐδὲν ἀλλότριον πατρὸς ἐν υἱῷ. οὐδὲν ἐναντίον φθέγγομαι τῷ πατρὶ οὐδὲ ὡς ἴδιον μόνον, ἀλλὰ κοινόν. 441 {3Jο 13, 1}3Προῄδει τὸ πάθος, διὸ λεκτέον, ὅτι ἑκὼν ἦλθεν εἰς τὸ παθεῖν· οὐ γὰρ ἂν ἄκων ὑπέμενεν τὸν οὕτως ἐφύβριστον θάνατον. ὥραν λέγει τὴν τοῦ πάσχα ἑορτήν, καθ' ἣν πέπονθε, μετάβασιν λέγει τὸν θάνατον αὐτοῦ. 442 {3Jο 13, 1}3Ἠγάπα μὲν αὐτοὺς καὶ πρὸ τοῦ πάσχα γεγονὼς ἄνθρωποσὅτε δὲ καὶ ἐπέδωκεν ἑαυτὸν εἰς τὸ ἀποθανεῖν, τότε τελείως ἐνεδείξατο τὴν εἰς τοὺς ἀνθρώ πους ἀγάπην. οὐ μόνον Ἰουδαίους, ἀλλὰ καὶ ἄλλους ἔχει ἰδίους ὡς δημι ουργός. ἰδίους λέγει πάντας τοὺς ἐν τῷ κόσμῳ. 443 {3Jο 13, 2}3Παράδοσιν καλεῖ τὴν τῶν πιστῶν σωτηρίαν, ἣν καὶ αὐτὸς ἀντιπαραδίδωσι τῷ πατρί, ὅτι ἐκ τῆς οὐσίας ἐγεννήθη τοῦ πατρός. 445 {3Jο 13, 2}3Ὡς ἐκπληττόμενος ὁ εὐαγγελιστὴς λέγει, ὅτι τοῦ προθεμένου αὐτὸν παρα δοῦναι εἰς θάνατον τοὺς πόδας ἔνιψεν. τῇ πέμπτῃ τὸ δεῖπνον, τῇ τετράδι ὁ Ἰούδας συνέθετο παραδοῦναι τὸν Χριστόν, διὸ εἶπε τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν, ἵνα παραδῷ αὐτὸν ὁ Ἰούδας. 446 {3Jο 13, 6}3∆ιὰ τῆς ἁφῆς ἐκαθάριζεν αὐτῶν τοὺς πόδας εἰς ἑτοιμασίαν τοῦ εὐαγ γελίου. ἄγει δὲ καὶ εἰς ταπεινοφροσύνην. 447 {3Jο 13, 7}3Ὅταν, φησίν, ἀναληφθῶ, τότε ἐκ τῆς τοῦ πνεύματος χάριτος μαθήσῃ τὸ γινόμενον. 448 {3Jο 13, 8}3Ἐὰν μὴ καταδέξῃ τὸ τῆς ταπεινοφροσύνης μάθημα, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ ἤτοι ἐὰν μή τις ἀπονίψηται τὸν τῆς ἁμαρτίας ῥύπον διὰ τῆς Χριστοῦ χάριτος, οὐ τυγχάνει τῆς ζωῆς οὔτε ἀπολαύει τῆς τῶν οὐρανῶν βασιλείας. 449 {3Jο 13, 9}3Τὴν ἀρχὴν διὰ ταπεινοφροσύνην ἀντειπὼν νῦν δι' ὑπερβολὴν εὐλαβείας περισσόν τι λέγει ἀμφότερα ὁ Πέτρος ἐξ ἀγάπης σφοδρᾶς εἰπών. 450 {3Jο 13, 11}3Καθαροὶ ἦσαν τῇ διδασκαλίᾳ φωτισθέντες καὶ ἀπαλλαγέντες τῆς Ἰουδαϊκῆς πλάνης καὶ πᾶσαν πονηρίαν ἀποβαλόμενοι τῷ συνεῖναι Χριστῷ. δι' ὧν δὲ τοῖς ἄλλοις μαρτυρεῖ καθαρότητα, μεμολυσμένον ἀποδείκνυσι τὸν μὴ καθαρόν. 451 {3Jο 13, 13}3Εἰπὼν τὸ εἰμὶ ἔδειξεν, ὅτι φύσει θεός ἐστι καὶ διδάσκαλος. 452 {3Jο 13, 14}3Οὐχ ὅτι ῥυπαροὶ ἦσαν, ἔνιπτεν αὐτούς, ἀλλ' ἵνα διδάξῃ μετριάζειν. οὐ λουτροῦ τάξιν ἐπέχει ὁ νιπτὴρ οὐδὲ ἁμαρτήματα κουφίζει, ἀλλ' εἰς τελείαν ἀρετὴν ὁδηγεῖ. 453 {3Jο 13, 15}3Οὐ μόνον λόγῳ, ἀλλὰ καὶ ἔργῳ τῆς τελείας ταπεινοφροσύνης δέδωκε τὸ ὑπόδειγμα. 454 {3Jο 13, 17}3Οὐ τὸ εἰδέναι τὴν ἀρετὴν ζηλωτόν, ἀλλὰ τὸ ἐργάζεσθαι· τὸ γὰρ εἰδέναι καὶ μὴ ποιεῖν πλείω κόλασιν ἐπάγει. τὸ δὲ εἰδέναι τυχὸν πολλῶν, τὸ δὲ ποιεῖν οὐ πάντων. διὸ εἶπεν· μακάριοί ἐστε ἐὰν ποιῆτε. 455 {3Jο 13, 18}3Οὐ διὰ τὸ ἀποβῆναι τοὺς τοῦ πνεύματος λόγους ἠναγκάσθη ὁ Ἰούδας προδοῦναι, ὅπερ ἐστὶ πάσης βλασφημίας ἀνάμεστον, ἀλλ' ἵνα γνῶμεν, ὅτι περὶ ἐκείνου εἶπεν ἡ γραφή, ὃν ὁρῶμεν ποιήσαντα τὸ προλεχθέν. εἰ δὲ ὁ κύριος ἐξελέξατο τὸν Ἰούδαν καὶ παρέβη, οὐδὲν ἐκ τούτου· καλὸν γὰρ ὄντα αὐτὸν ἐξελέξατο καὶ μετεβλήθη ὡς ὁ Ἀδὰμ καὶ ὁ Σαούλ· τὸ γὰρ αὐτεξούσιον οὐκ ἀναιρεῖ ὁ θεός, ἀλλὰ συγχωρεῖ ἕκαστον, καθὼς βούλεται, πράττειν, ἵνα καὶ οἱ κακοὶ κολασθῶσι καὶ οἱ ἐνάρετοι στεφανωθῶσιν. 456 {3Jο 13, 26}3∆ιὰ τοῦ ψωμίου ἐπλήρωσεν ὁ κύριος τὴν προφητείαν τὴν λέγουσαν «ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν». 457 {3Jο 13, 27}3Τῇ τετράδι ἐνέβαλεν ὁ σατανᾶς τῷ Ἰούδα, ἵνα προδῷ τὸν κύριον καὶ ἐλάλησε τοῦτο τοῖς Ἰουδαίοις τῇ πέμπτῃ ἑσπέρας. ἐπειδὴ εἶδε τὸν Ἰούδαν θέλοντα ἔργῳ παραδοῦναι τὸν κύριον καὶ σπεύδοντα εἰς τοῦτο, τότε εἰσῆλθε εἰς αὐτόν. ἄλλο οὖν ἐστι τὸ ἐμβαλεῖν καὶ ἄλλο τὸ εἰσελθεῖν εἰς αὐτόν, ὥσπερ ἄλλο ἐστὶ τὸ πλῆξαί τινα χειρὶ ἔξωθεν καὶ