1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

16

ἐπιτελοῦντες διὰ τῆς εἰς Χριστὸν πίστεως ἐλευθεροῦνται μηκέτι ἐν δούλοις, ἀλλ' ἐν υἱοῖς καταταττόμενοι. 284 {3Jο 8, 34}3Ἑκάστη ἁμαρτία αἰχμάλωτον ὥσπερ λαβοῦσα τὴν ψυχὴν δούλην αὐτὴν τοῦ πάθους ποιεῖ. 285 {3Jο 8, 35}3Ὁ μὴ μένων εἰς τὸν αἰῶνα καὶ ὡσαύτως ἔχων ἀεὶ δοῦλός ἐστι τῇ φύσει καὶ οὔτε ἑαυτὸν οὔτε ἄλλον ἐλευθερῶσαι δύναται· πάντα γὰρ δοῦλα τοῦ κτίσαντος· μένει δὲ εἰς τὸν αἰῶνα ὡσαύτως ἔχων ὁ υἱὸς ὡς φύσει θεός. 286 {3Jο 8, 36}3Ὧδε τὴν κάθαρσιν τῆς ἁμαρτίας αἰνίττεται, ἣν μόνος ὁ θεὸς δίδωσιν, ἥτις ἐστὶν ἀληθὴς ἐλευθερία καὶ οὐδεμία ἄλλη, αἵτινες μέχρι μόνης τῆς προσ ηγορίας ἔχουσιν τὴν ἐλευθερίαν. 289 {3Jο 8, 42}3Εἰ ἠγαπᾶτέ με, τοῦτο σημεῖον ἦν, ὅτι ἐκ τοῦ θεοῦ ἦτε· εἰ γὰρ ἡ ἀγάπη εἰς υἱοθεσίαν ἄγει, πῶς ὑμεῖς ἐν υἱοῖς θεοῦ δύνασθε ἀριθμεῖσθαι οὐκ ἀγαπῶντες ἐμὲ τὸν μεταπλάττοντα εἰς ἰδίαν μορφὴν τὸν εἰς αὐτὸν πιστεύοντα ἢ ὅτι θεός ἐστι φύσει καὶ υἱὸς θεοῦ. πλὴν ἐκεῖνοι ἀνεγκλήτως καλοῦσι πατέρα τὸν θεὸν οἱ εὐσεβῶς πολιτευόμενοι. 290 {3Jο 8, 42}3Τὸ ἐξῆλθον τὴν ἐκ πατρὸς ἄρρητον καὶ ἄναρχον σημαίνει γέννησιν, τὸ δὲ ἥκω τὴν ἐν τῷδε τῷ κόσμῳ πάροδον μετὰ σαρκός. 291 {3Jο 8, 42}3Εὐδοκίᾳ, φησίν, τοῦ πατρὸς ἐσαρκώθην καὶ ἦλθον ἐν τῷ κόσμῳ διαλεχθη σόμενος ὑμῖν τὰ παρὰ τοῦ πατρός. 292 {3Jο 8, 43}3Τὸ οὐ δύνασθε ἀντὶ τοῦ οὐ βούλεσθε οὐδὲν μέγα φαντάζεσθαι. 293 {3Jο 8, 44}3Τοῦτο εἶπεν, οὐχ ὅτι τοῦ εἶναι αὐτοὺς ὁ διάβολος αἴτιος, ἀλλὰ τοῦ πονηροὺς γεγονέναι, ὅπερ ἐκ τρόπων γίνεται ὡς ἐν συντόμῳ ὁ νοῦς τοῦ λόγου τοῦτο σημαίνει. εἰ καὶ ἀσαφές ἐστιν, πρεπωδέστερον ὁ διάβολος ὀνομάζοιτο ὑμῶν ὁ πατὴρ ὁ ἀνθρωποκτόνος καὶ ψεύστην ἔχων πατέρα. 294 {3ςο 8, 44}3 294Πατέρα τῶν Ἰουδαίων καλεῖ τὸν Κάϊν, ὃς πρῶτος ἀνθρώπων φθόνου καὶ φόνου καὶ ψεύδους καὶ ἀπάτης ἀρχηγὸς γέγονε μετὰ τὸν σατανᾶν, οὗπερ ἂν δικαίως ὀνομάζοιτο καὶ υἱός, οἷς ὅμοιοι οἱ Ἰουδαῖοι καὶ πᾶς ὁ τούτους μιμού μενος. οὐκοῦν οὐδὲν ἀπεικὸς κἀμὲ υἱὸν εἶναι τοῦ ἀληθοῦς θεοῦ τὸν τὰ ἀληθῆ λαλοῦντα καὶ ὑμᾶς δεῖ πιστεύειν ἐμοὶ τῷ τὰ ἀληθῆ λαλοῦντι. οὗτος διὰ τῆς παρακοῆς ἀπέκτεινε τὸν Ἀδὰμ καὶ δι' αὐτοῦ τοὺς λοιποὺς ἀνθρώπους. 295 {3Jο 8, 44}3Αὐτὸς πρῶτος ἔτεκε τὸ ψεῦδος ἕτερα ἀνθ' ἑτέρων εἰπὼν πρὸς τὴν Εὔαν. 296 {3Jο 8, 46}3Τοῦτο εἶπεν, ἵνα κἂν ἐκ τῆς τοῦ βίου καθαρότητος δυσωπήσῃ αὐτούς, οὔτε τοῖς γεγονόσιν οὔτε τοῖς λαληθεῖσι παρ' ἐμοῦ ἔχετε ἐγκαλεῖν. οὐ προσ δοκῶν ἐλεγχθῆναι τοῦτο εἶπεν, ἀλλ' ἀποφαινόμενος, ὅτι οὐ δύναται θεὸς ὢν ἄτρεπτος περιπεσεῖν ἁμαρτίᾳ· πᾶσα γὰρ ἁμαρτία ἐκ παρατροπῆς τοῦ βελτίονος ἐπὶ τὸ φαῦλον μεταβαίνει. 297 {3Jο 8, 47}3Τοὺς πιστοὺς ἐκ τοῦ θεοῦ λέγει οὐ κατ' οὐσίαν, ἀλλὰ κατὰ τὸ ἐξ αὐτοῦ τὸν τύπον τῆς εὐσεβείας λαβεῖν <καὶ> κατοικειωθῆναι αὐτῷ ἐξ ἀρετῆς καὶ ἐννόμου πολιτείας. τὸ δὲ ἀκούει, οὐ τοῖς αἰσθητικοῖς ὠσίν, ἀλλὰ ταῖς τῆς ψυχῆς συγκαταθέσεσιν. 298 {3Jο 8, 47}3∆είκνυσιν, ὅτι διὰ τοῦτο οὐκ ἐπίστευον αὐτῷ οὐχ ὅτι ὡς ἀντιθέῳ προσεῖχον, ἀλλ' ὅτι ἀλλότριοι ἦσαν τοῦ θεοῦ. 299 {3Jο 8, 48}3∆αιμονῶντα καλοῦσι τὸν δαίμοσιν ἐπιτάττοντα ἐκ μανίας ἀμέτρου. εἰκός, ὅτι καὶ Σαμαρείτην αὐτὸν ἔλεγον, εἰ καὶ ἐν τοῖς ὀπίσω οὐκ ἐμνήσθη ὁ εὐαγγελιστής. 300 {3Jο 8, 48}3Σαμαρείτην ἐκάλουν τὸν κύριον ὡς ἀδιαφοροῦντα περὶ τὰς νομικὰς ἐντολὰς καὶ λύοντα τὸ σάββατον· οἱ γὰρ Σαμαρεῖται οὐκ ἀκριβῶς ἰουδαΐζουσιν. 301 {3Jο 8, 49}3Ἐνταῦθα ὑβρίζεται καὶ πρᾴως φέρει, διδάσκων ἡμᾶς τὰς εἰς ἑαυτοὺς ὕβρεις παρορᾶν. ἔνθα δ' ἔλεγον ἑαυτῶν «πατέρα τὸν θεόν», σφοδρῶς αὐτῶν καθάπτεται παιδεύων ἡμᾶς τὰ εἰς θεὸν ἐκδικεῖν. 302 {3Jο 8, 50}3Εἰ καὶ ἐγὼ διὰ ταπεινοφροσύνην παρορῶ τὴν ἐμαυτοῦ τιμήν, ἀλλ' ὁ πατὴρ ζητεῖ τὴν ἐμὴν δόξαν καὶ τιμήν. 303 {3Jο 8, 50}3Εἰ δόξης ἐφιέμην, οὐκ ἂν «ἐν μορφῇ θεοῦ ὑπάρχων» ἐλάμβανον «δούλου μορφὴν» καὶ ἐταπείνουν ἐμαυτὸν διὰ τὴν ὑμῶν σωτηρίαν, ἀλλ' οὐδ' ἂν παρεῖδον τὰς εἰς ἐμὲ ὕβρεις, ἀλλὰ δίκας παραυτίκα εἰσεπραττόμην. νυνὶ δὲ τῷ θεῷ καὶ πατρὶ <ἁμαρτάνετε> τῆς ἁμαρτίας εἰς αὐτὸν ἀναβαινούσης· οὐδὲν γὰρ ὅλως τὸ μεσολαβοῦν πατέρα καὶ τὸν υἱόν, ὅσον εἰς οὐσίας ταὐτότητα καὶ ἰδίᾳ