1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

17

ἕκαστος ὑπάρχων νοοῖτο. 304 {3Jο 8, 51}3Οὐ μόνον τὴν πίστιν ὧδε αἰνίττεται, ἀλλὰ καὶ τὸν βίον ζητεῖ τὸν καθαρόν, ὃν ποιεῖ ὁ τὸν λόγον τοῦτον τηρῶν. 305 {3Jο 8, 51}3Θάνατον οὐ τὸν σαρκικὸν λέγει, ὃν ὑπομένομεν ἅπαντες, ἀλλ' ὅτι ὡς θεὸς οὐκ ἐλογίζετο τὸν θάνατον, ὃν ὡς θεὸς εὐκόλως ἠδύνατο ἀνατρέψαι· θάνατον γὰρ ὧδε ὀνομάζει τὸ δι' αἰῶνος κολάζεσθαι· καὶ γὰρ καὶ ζωή ἐστιν ἡ ἀκατάπαυστος ἀπόλαυσις. 306 {3Jο 8, 51}3Αἰῶνα λέγει τὸν μέλλοντα, ὃς κυρίως καλεῖται αἰὼν ὡς μὴ ἔχων πέρας, ὅπου οὐκέτι οὐδεὶς ἀποθνῄσκει μετὰ τὴν ἀνάστασιν τὴν διὰ Χριστοῦ δωρη θεῖσαν πᾶσιν, ὅπου γε τὸ ζωοποιούμενον κἂν ἀποθάνῃ οὐκ ἀποθνῄσκει τῷ θεῷ. 307 {3Jο 8, 52}3Τοῦτ' ἔστιν οἱ τὸν λόγον ἀκούσαντες τοῦ θεοῦ ἀπέθανον καὶ οἱ τὸν σὸν λόγον ἀκούσαντες οὐκ ἀποθανοῦνται; 309 {3Jο 8, 55}3Μόνος γὰρ ὁ υἱὸς οἶδε φυσικῶς καὶ γνωστῶς τὸν πατέρα, μᾶλλον δὲ ἡ τριὰς ἑαυτήν. τὸ εἰπεῖν οἶδα αὐτὸν οὐκ ἔστι κόμπος, ἀλλὰ τὸ εἰπεῖν μὴ εἰδέναι ψεῦδος· ὑμεῖς γὰρ λέγοντες αὐτὸν εἰδέναι ψεύδεσθε. 310 {3Jο 8, 56}3∆είκνυσιν αὐτοὺς κἂν τούτῳ τοῦ Ἀβραὰμ ἀλλοτρίους, ἐπείπερ ἐν οἷς ἐκεῖνος ἔχαιρεν, οὗτοι ἀλγοῦσιν. 311 {3Jο 8, 56}3Τὴν ἡμέραν δοκεῖ λέγειν τὴν τοῦ σταυροῦ, ἥτις προδιετυπώθη ἐν τῇ τοῦ κριοῦ σφαγῇ καὶ τῇ τοῦ Ἰσαὰκ προσφορᾷ. οὐκοῦν οὐκ ἄκων ἦλθεν ἐπὶ τὸ πάθος, εἴ γε ἐπαινεῖ τὸν

χαρέντα ἐπὶ τῷ πάθει τοῦ σταυροῦ. 312 {3Jο 8, 56-57}3Ἀνόητος ὁ τῶν Ἰουδαίων λόγος· ὁ μὲν γὰρ περὶ τῆς ἰδίας αὐτοῖς ἀϊδιότητος ἐλάλει, οἱ δὲ ὡς ἄρτι ἀρξαμένῳ εἶναι διελάλουν καὶ ὁ μὲν κύριος εἶπεν, ὅτι Ἀβραὰμ εἶδεν τὴν ἡμέραν τὴν ἐμήν, οἱ δὲ τὸ ἐναντίον ἐνόησαν, ὅτι αὐτὸς εἶδε τὸν Ἀβραάμ. 313 {3Jο 8, 58}3Πάντων μὲν προῆν, ἀλλὰ μόνου τοῦ Ἀβραὰμ ἐμνήσθη; ὅτι περὶ αὐτοῦ διελέγετο. 314 {3Jο 8, 58}3Ἐπὶ μὲν τοῦ Ἀβραὰμ ἔθηκε τὸ γενέσθαι, ὅτι γεγονὼς καὶ φθείρεται, ἐπὶ δὲ ἑαυτοῦ τὸ εἰμὶ ὡς ἀΐδιος καὶ κρείττων φθορᾶς. 315 {3Jο 9, 2}3Ἐσφαλμένη ἐστὶν ἡ ἐρώτησις αὕτη· οὔτε ἁμαρτάνει τις πρὸ τοῦ γεννη θῆναι ὁ μηδ' ὅλως ὢν οὔτε ἄλλος ὑπὲρ ἄλλου τιμωρεῖται. 316 {3jο 9, 5}3Φῶς ἑαυτὸν τοῦ κόσμου εἶπεν ὡς φωτίζοντα τῶν πιστῶν τὰς ψυχὰς καὶ ὅτι ἤμελλεν ἀνοῖξαι τοὺς ὀφθαλμοὺς τοῦ «ἐκ γενετῆς» τυφλοῦ. 317 {3Jο 9, 6}3Ἔπτυσε δὲ χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισεν τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ δεῖξαι βουλόμενος διὰ τοῦ πηλοῦ, ὅτι αὐτός ἐστιν ὁ καὶ τὸν Ἀδὰμ ἀπὸ πηλοῦ πλάσας· τὸ μὲν γὰρ εἰπεῖν, ὅτι ἐγώ εἰμι ὁ τοῦτο ποιήσας, πρόσαντες ἐδόκει εἶναι τοῖς ἀκούουσιν. διὰ δὲ τοῦ ἔργου δεικνύμενος τοῦτο οὐκ ἔτι λοιπὸν προσίστατο. διὰ τοῦτο οὐχ ἁπλῶς, ἀλλ' ἐκείνῳ τῷ τρόπῳ τὰ ὄμματα ἐδημιούργησεν, οὐκ ἔπλασε δὲ μόνον οὐδὲ ἀνέῳξεν, ἀλλὰ καὶ τὸ ὁρᾶν ἐχαρίσατο, ὅπερ τεκμήριόν ἐστι τοῦ καὶ τὴν ψυχὴν αὐτὸν ἐμψυχῶσαι τῷ Ἀδάμ· ἐκείνης μὲν γὰρ μὴ ἐνεργούσης ὀφθαλμός, κἂν ἀπηρτισμένος ᾖ, οὐκ ἂν ἴδοι ποτέ. 318 {3Jο 9, 11}3Τοῦτο εἰς εἰκόνα ὁρᾷ τῶν ἐξ ἐθνῶν τῶν ποτε τυφλῶν, νῦν δὲ φωτισθέντων καὶ διδασκόντων τὸν Ἰσραὴλ τὴν τοῦ Χριστοῦ δύναμιν. 319 {3ςο 9, 16}3Ἐξ ἄκρας ἀσεβείας τὸ σάββατον προετίμων τῆς θείας αὐτοῦ δυνάμεως καὶ βλασφημοῦντες ἔλεγον, ὅτι οὐκ ἔστιν οὗτος παρὰ θεοῦ. 3 {3Jο 9, 16}3Ὁ μὲν γὰρ Χριστὸς ἐν σαββάτῳ ἑνὶ δακτύλῳ χρίσας τὸν πηλὸν ἐγκαλεῖται, αὐτοὶ δὲ ὅλῃ χειρὶ λύοντες τὰ ζῷα καὶ ἀπάγοντες πρὸς ποτισμὸν καὶ τὰ εἰς βόθρον ἐμπεσόντα πρόβατα ἀνασπῶντες οὐ διαβάλλονται. 321 {3Jο 9, 33}3Οὐχ ὡς προσωπολήπτης ὁ θεός, μὴ γένοιτο, ἀλλ' ὡς δίκαιος καὶ δικαίων ἐραστὴς διὰ τῶν ἁγίων ἐνεργεῖ τὰ παράδοξα, οὐ μὴν διὰ τῶν ἁμαρτανόντων. 322 {3Jο 9, 34}3Ἄφρονες οἱ Ἰουδαῖοι τὸν μὲν θεὸν δοξάζεσθαι παρακελευόμενοι διὰ τὸ θαῦμα, τὸν δὲ τὸ τοῦ θεοῦ ἔργον ποιήσαντα κατακρίναντες. 323 {3Jο 9, 35}3Οὐχ ὡς ἀγνοῶν ἐρωτᾷ· ᾔδει γὰρ ὅτι ἐπίστευεν, ὅτι ἦν ἀγωνισάμενος κατὰ Ἰουδαίων, ἀλλὰ δεικνύς, ὅτι πάνυ ἥδεται τῷ πιστεῦσαι αὐτόν, διδάσκει, ὅτι ὁ πιστεύων εἰς αὐτὸν τὸν Ἰησοῦν οὐχ ὡς εἰς ἄνθρωπον ἕνα τῶν καθ' ἡμᾶς πιστεύει, ἀλλ' ὡς εἰς θεὸν ἐνανθρωπήσαντα· πλῆρες γὰρ οὕτω τὸ ἐπὶ Χριστῷ μυστήριον. 324