1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

26

ὅπερ ἄβατον ἦν πάσῃ σαρκί. ὅταν οὖν ποιήσω τοῦτο, «ἐν τῇ παλιγγενεσίᾳ» ἐλθὼν λαμβάνω ὑμᾶς μετ' ἐμαυτοῦ, ἵνα ἦτε ὅπου εἰμὶ ἐγώ. 480 {3Jο 14, 6}3Ὁδός ἐστιν, ὅτι δι' αὐτοῦ ἤρχοντο καὶ αὐτὸς κύριος ἦν τοῦ ἀνάγειν πρὸς τὸν πατέρα. ἀλήθεια δὲ διὰ τὴν ἀψευδίαν, ὅτι πάντως ταῦτα ἔσται. ζωὴ δέ, ὅτι οὐδὲ αὐτός, φησίν, ὁ θάνατος δυνήσεται ὑμᾶς κωλῦσαι ἐλθεῖν. 481 {3Jο 14, 6}3Ὁδός ἐστι διὰ τὸ πρακτικόν, ἀλήθεια ὡς ἀληθὴς τῆς πίστεως ὅρος, ζωὴ ὡς ἐγείρων ἡμᾶς καὶ εἰς ἀφθαρσίαν ἀνάγων καὶ τῆς ἀρχαίας ἐλευθερῶν ἀρᾶς. 482 {3Jο 14, 7}3Ὄψιν ὧδε λέγει τὴν κατὰ διάνοιαν γνῶσιν. ὁ οὖν θεωρῶν τὸν υἱὸν οὐ γυμνῇ τῇ οὐσίᾳ, ἀλλὰ σάρκα περιβεβλημένον, τὸν ἴσον αὐτοῦ ἐν ἅπασι γινώσκει πατέρα. ἡ γνῶσις τὴν διὰ τῶν ἐννοιῶν θεωρίαν δηλοῖ, ἡ δὲ θέα τὴν διὰ τῶν θεοπρεπῶν ἔργων πληροφορίαν. 483 {3Jο 14, 8}3Ὡς τὸν υἱὸν εἰδὼς ἀκριβῶς εἶπε τοῦτο οἰόμενος τάχα ὀφθαλμοφανῶς δύνασθαι ἰδεῖν τὸν θεόν. 484 {3Jο 14, 9}3Οὐδέν, φησίν, ἕτερόν ἐστιν ὁ υἱὸς ἢ ὅπερ ἐστὶν ὁ πατὴρ μένων υἱός· εἰ γὰρ καὶ ὡς ἔτυχε λέγεις, ὦ Φίλιππε, ὅτι σὲ οἶδα, ὅτι υἱὸς εἶ, ἀλλ' οὐκ ἐπέγνως με, ὅτι ὅλον ἔχων ἐν ἐμαυτῷ τὸν πατέρα μένω πάλιν υἱὸς ὤν. 485 {3Jο 14, 9}3Ἐξ ὧν πεποίηκεν ὁ υἱὸς καὶ πρὸ σαρκώσεως καὶ μετὰ σάρκωσιν, φαίνεται κατὰ νοῦν ὡς «ἐν ἐσόπτρῳ» ἡ ἄπειρος αὐτοῦ ἰσχύς. 486 {3Jο 14, 9}3Ὁ λόγος σημαίνει τὴν ἄγαν ἐμφέρειαν καὶ ἰσότητα. διὸ ἵνα μὴ ἐμπέσῃ τις εἰς τὴν Σαβελλίου αἵρεσιν διαιρῶν τὰς ὑποστάσεις, ἐπάγει λέγων ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα. τοῦτο δὲ δηλοῖ διὰ τὴν γνῶσιν. ταῦτα περὶ τῆς ἀοράτου λέγει οὐσίας ἑαυτοῦ τε καὶ πατρός· οὐ γὰρ δυνατὸν σαρκικοῖς ὀφθαλμοῖς ἰδεῖν τὸ θεῖον. διὸ εἶπεν· ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα, οὐχ ὅτι αὐτός ἐστιν ὁ πατήρ, ἀλλ' ὅτι διὰ τὴν ἄγαν ἐμφέρειαν ὁ τὸν υἱὸν ὁρῶν τὸν πατέρα βλέπει· ἐστὶ γὰρ ἕκαστος ἰδιοσύστατος. 487 {3Jο 14, 11}3Φυσικῶς ἐν τῇ ἰδίᾳ φύσει ἔχων τὰ τοῦ πατρὸς ἴδια διὰ τὸ ὁμοούσιον· οὐσιωδῶς γὰρ ὁ υἱὸς ἐμπεριέχει τὸν πατέρα καὶ ἔστιν ἐν αὐτῷ διὰ τὸ ὁμοούσιον. τοῦτο λέγει, ὅτι οὐκ

ἔστιν κτίσμα ὁ υἱός, ἀλλ' ὁμοούσιος τῷ πατρί. 488 {3Jο 14, 16-17}3Εἰπὼν ἄλλον δείκνυσι τῶν ὑποστάσεων τὸ διάφορον, εἰπὼν δὲ ὡς ἐμὲ τῆς οὐσίας τὸ συγγενές. ἐρωτᾶν δὲ λέγει τὸν πατέρα διὰ τὸ εἶναι αὐτοὺς ἀτελεῖς, ἐπεί πως αὐτὸς αὐτὸν πέμπει, ὅπερ οἱ ἀπόστολοι τῇ ἐπιθέσει τῶν χειρῶν ἐδίδουν τοῖς πιστοῖς. οὔτε δὲ τὸ πνεῦμα πέμπεται, ἀλλ' αὐθεντικῶς ἐφίσταται τὸ πανταχοῦ ὄν, ἀλλὰ τοῦτο εἶπε δεικνὺς τῆς παρουσίας τὸν καιρόν· εἰ μὴ γὰρ ἐτύθη Χριστὸς καὶ ἐλύθη ἡ ἁμαρτία, οὐκ ἐπεφοίτησεν τοῖς πιστοῖς τὸ πνεῦμα. οἰκονομικῶς δὲ ὡς ἄνθρωπος τὸ σέβας διδοὺς τῷ πατρὶ εἶπεν τὸ ἐρωτήσω. ἄλλον δὲ αὐτὸν εἶπεν, ὅτι ἰδιοσύστατος ὑπάρχει οὐχ ὅτι ἀλλότριός ἐστι τοῦ πατρὸς ἢ τοῦ υἱοῦ· ἐκεῖνα γὰρ ἐνεργεῖ, ἅπερ ὁ υἱὸς ποιεῖ ὡς αὐτὸν εἶναι δοκεῖν τὸν υἱὸν τὸ πνεῦμα. διὸ καὶ πνεῦμα ἀληθείας καλεῖται ὅ ἐστινΧριστός. παράκλητος καλεῖται ὁ υἱὸς καὶ τὸ πνεῦμα ὡς παραμυθίαν ἡμῖν ἐμποιοῦντες καὶ ὡς παρακαλοῦντες ὑπὲρ ἡμῶν τὸν πατέρα· τὸ γὰρ ὄνομα τοῦτο παραμυθίας ἐστὶ ποιητικὸν οὐ διάφορον οὐσίαν σημαῖνον πνεύματος καὶ πατρός. 489 {3Jο 14, 17}3Εἰπὼν τὸ μένει ἐδίδαξεν, ὅτι οὐδὲ μετὰ τελευτὴν ἀφίσταται τὸ πνεῦμα, ὥσπερ τῆς θεότητος ποιότης ἐν ὑμῖν γίνεται καὶ ἀπομένει διὰ παντὸς ἐν τοῖς ἁγίοις, ὅταν δι' ἀρετῆς καὶ καθαρότητος τηρεῖν ἐν ἑαυτοῖς σπουδάσωσιν τὴν χάριν. 490 {3Jο 14, 17}3Ἀντὶ τοῦ οἱ κοσμικοὶ οἱ μηδὲν ἔξω τῶν ὁρωμένων νοοῦντες τὸ ἀσώματον ὂν καὶ ἀόρατον οὐ δύνανται λαβεῖν, λαβεῖν εἶπεν, ὅ ἐστιν οὔτε θεωρῆσαι οὔτε οὕτω γνῶναι δύνανται. 491 {3ςο 14, 18}3Οὐδέποτε μὲν εἴασεν αὐτοὺς ἐρήμους τῆς αὐτοῦ προνοίας, πλὴν ὤφθη αὐτοῖς καὶ μετὰ τὴν ἀνάστασιν. ἐπειδὴ ἐλθὼν ἐκάλεσεν αὐτοὺς «τεκνία», μέλλων ἀπιέναι εἶπεν ὀρφανούς. 492 {3Jο 14, 19}3Ὅτι ἔμελλε μόνοις αὐτοῖς ὀφθῆναι μετὰ τὴν ἀνάστασιν, πᾶσιν εἶπεν μικρόν. μικρὸν χρόνον λέγει τὸν ἕως τῆς δευτέρας παρουσίας· μικρὸν γὰρ θεῷ καὶ ὁ μακρὸς χρόνος. ὑμεῖς δὲ οἱ ἅγιοι διὰ τῆς τοῦ πνεύματος ἐνοικήσεως γνώσεσθέ με, οὐ μὴν οἱ τὰ τοῦ κόσμου