1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

27

ἀγαπῶντες. 493 {3Jο 14, 19}3Ἀρραβὼν τῆς μελλούσης ζωῆς, ἧς ἔχετε λαβεῖν, ἐστὶν ἡ ἐμὴ ἀνάστασις. ζωὴν λέγει ζῆν τοὺς μαθητὰς οὐ μόνον τὴν παροῦσαν, ἀλλὰ τὴν μέλλουσαν. 494 {3Jο 14, }3Ὅτε ἀνέστη ἐκ νεκρῶν καὶ ἔτυχον τοῦ ἁγίου πνεύματος, ἔλαβον γνῶσιν, ὅτι ὁ υἱὸς τὴν αὐτὴν ἔχων δύναμιν τῷ πατρί, ἐκείνου μὲν οὐκ ἀποσχίζεται διὰ τὴν τῆς οὐσίας ἑνότητα, αὐτοῖς δὲ σύνεστιν ἀεὶ βοηθῶν αὐτοῖς. ἐγὼ ζωὴ φύσει ὑπάρχων συνῆψα ἐμαυτὸν τῷ πατρὶ φύσει καὶ αὐτοζωῇ ὄντι. καὶ συνῆψα δὲ καὶ ὑμᾶς τῷ πατρὶ διὰ τῆς συνοικήσεως τοῦ ἁγίου πνεύματος «θείας φύσεως» ποιήσας ὑμᾶς κοινωνούς· ἐγὼ μὲν γὰρ φυσικῶς ἐν πατρὶ ὡς καρπὸς αὐτοῦ, ὑμεῖς δὲ ἐν ἐμοὶ καθ' ὃ γέγονα ἄνθρωπος, καὶ ἐγὼ ἐν ὑμῖν διὰ τῆς τοῦ πνεύματος ἐνοικήσεως. 495 {3Jο 14, }3Μετὰ τὴν ἀνάστασιν οἱ ὀρθῶς πιστεύοντες τελείως γνώσονται· νῦν «γὰρ ἐκ μέρους γιγνώσκομεν», ὅτι ὥσπερ ἐστὶν ὁ υἱὸς ὁμοούσιος τῷ πατρί, οὕτω καὶ

ἓν ἀμφοτέρων θέλημα. 496 {3Jο 14, 21-23}3Ἵνα μὴ πάντας ἁπλῶς τῆς τοιαύτης ἀπολαύσεσθαι δωρεᾶς νομίζωμεν καὶ εἰ μή τινες εἶεν ἀγαθοί, τὸ τῶν ἀγαπώντων αὐτὸν πρόσωπον εὐθὺς τῷ λόγῳ παρέζευξεν. οὗτοι δ' ἂν εἶεν οἱ ἄριστα ζῆν ἐγνωκότες· καὶ διὰ τοῦ ἔχειν καὶ τηρεῖν αὐτοῦ τὰς ἐντολὰς δείκνυσιν οὐ πᾶσιν ἐξεῖναι τῆς τοιαύτης δωρεᾶς τυχεῖν, ἀλλὰ τοῖς ἀγαθοῖς· μετὰ γὰρ τὴν ἀνάστασιν οἱ ὀρθῶς πιστεύσαντες καὶ τελείως πολιτευσάμενοι τελείως γνώσονται τὴν τῆς θεότητος δόξαν. τοὺς δὴ τοιούτους, φησίν, ἀγαπήσει μὲν ὁ πατήρ, ἀγαπήσει δὲ καὶ ὁ υἱὸς, οἷς τελείως ἐμφανισθήσεται ἡ τῆς θεότητος ἐξουσία καὶ δύναμις. 497 {3Jο 14, 22}3Ὡς φιλάγαθος ὁ Ἰούδας πάντας ἤθελεν ἀπολαῦσαι τῆς θεοπτίας τῶν ἀγαθῶν. 498 {3Jο 14, 23}3Ὁ πατὴρ ἐν τῷ υἱῷ ἐστι φυσικῶς, ἐν ἡμῖν δὲ σχετικῶς καὶ ὅταν ἀκούσωμεν ἕνωσιν πατρὸς καὶ υἱοῦ, τὴν φυσικὴν νοοῦμεν, ὅταν δὲ ἕνωσιν θεοῦ καὶ ἀνθρώπων, σχετικὴν νοοῦμεν τὴν ἐκ πίστεως προσγινομένην τοῖς ἁγίοις καὶ τὴν ἀπὸ τῆς τοῦ πνεύματος μετοχῆς κοινωνίαν. εἰπὼν δὲ πληθυντικῶς τὴνΣαβελλίου ἀναιρεῖ αἵρεσιν τὴν λέγουσαν μίαν ὑπόστασιν καὶ ἓν πρόσωπον πατρὸς καὶ υἱοῦ. 499 {3Jο 14, 23}3∆ιδάσκει, ὅτι μόνοις τοῖς μαθηταῖς ἐξαιρέτως καὶ ὑπὲρ λόγον ἔσται ἡ ἔλλαμψις, ὑπὲρ ὧν τηροῦσι τὰς ἐντολάς. 500 {3Jο 14, 24}3∆οκεῖ λέγειν τὸν λόγον ἑαυτοῦ καὶ οὐχ ἑαυτοῦ, ὅτι οὐδὲν ἔξω τοῦ πατρὸς λαλεῖ ὡς ἴδιον, ἀλλὰ τὸ δοκοῦν ἐκείνῳ κοινός ἐστιν ὁ ἐμὸς καὶ τοῦ πατρὸς λόγος. 501 {3Jο 14, 26}3Οὐκοῦν οὐ πρῶτοι ἔτυχον τοῦ πνεύματος οἱ περὶ Μοντανὸν μετὰ διακόσια ἔτη καὶ προσγεγονότες· τί γὰρ εἶχεν αὐτοὺς ἀναμνῆσαι τὸ πνεῦμα ὧν οὐδὲν ὅλως ἤκουσαν παρὰ Χριστοῦ. 502 {3Jο 14, 26}3Μὴ ἐπαχθῶς φέρετε τὴν ἐμὴν ἀπουσίαν· ὅταν γὰρ ἔλθῃ τὸ πνεῦμα, μεγάλων ἀγαθῶν ἔσται ὑμῖν πρόξενον διδάσκον ὑμᾶς τὴν τῶν ἐμῶν λόγων ἀσφάλειαν καὶ παραμυθούμενον ἐκ τῶν συνεχουσῶν ὑμᾶς θλίψεων. ὅταν ἔλθῃ τὸ πνεῦμα, πολλὰ καὶ ἃ οὐκ ἴστε μαθήσεσθε καὶ ἃ εἶπον ἐπαναμιμνῄσκει. 503 {3Jο 14, 27}3Μὴ θορυβεῖσθε ἀκούσαντες, ὅτι μέλλω πάσχειν· πολὺ γὰρ ἐκ τούτου κέρδος. 504 {3Jο 14, 27}3Ἡ τοῦ κόσμου εἰρήνη ἐστίν, ὅπου καὶ ἐπὶ κακῷ γίνεται, ἡ δὲ τοῦ Χριστοῦ εἰρήνη οὐ μόνον πρὸς τοὺς ἔξω εἰρηνεύειν πείθει, ἀλλὰ καὶ πρὸς ἑαυτούς, ἵνα μὴ ἡ

σὰρξ στασιάζῃ κατὰ τῆς ψυχῆς. 505 {3Jο 14, 27-28}3Ἔδει ὑμᾶς ἀκούσαντας, ὅτι πρὸς τὸν πατέρα ὑπάγω, θαρρεῖν καὶ μὴ λυπεῖσθαι. 506 {3Jο 14, 28}3Ἐπάνοδον λέγει τὸν καιρὸν τῆς ἀναστάσεως. οὐ τὸ μείζονα εἶναι τὸν πατέρα ποιεῖ αὐτὸν ἑτέρας οὐσίας, ὡς οἱ αἱρετικοί φασιν. ὅτε ἦν ἐπὶ γῆς ὡς ἄνθρωπος, μείζονα εἶπε τὸν πατέρα. τοῦτο διὰ τὸ φαινόμενον σῶμα λέγει, ἐπεὶ καθό ἐστι θεός, οὐδὲ ἥττων ἐστὶ τοῦ πατρὸς οὐδὲ εἰς οὐρανοὺς ἀνάγεται ὁ τὰ πάντα πληρῶν καὶ ἀχώριστος ὢν τοῦ πατρός. 507 {3Jο 14, 30}3Τοῦ πάθους ἑστηκότος οὐκέτι χρεία ῥημάτων. 508 {3Jο 14, 31}3∆ιὰ τὴν πρὸς θεὸν ἀγάπην ἀποθνῄσκων ἑκὼν ὅπερ οὐδὲν ἔχει βλάβος, ἐπεὶ οὐκ ἂν τοῦτο ἠβούλετο ὁ ἀγαπῶν αὐτὸν πατήρ. 509 {3Jο 15, 1}3Ὁ Χριστός ἐστιν ἡ ῥίζα καὶ ἄνευ