1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

22

κόσμον. 401 {3Jο 12, 5}3Μέμφεται Ἰούδας, ὅτι μύρον προσήνεγκε καὶ οὐκ ἀργύριον ἀγνοῶν τὸ ὄντως καλόν· δεῖ γὰρ τὴν εἰς τὸν θεὸν δωροφορίαν προτιμοτέραν εἶναι τῶν πτωχῶν. 402 {3Jο 12, 6}3Ἠνείχετο αὐτοῦ ὁ κύριος κλέπτοντος, ἵνα μὴ εἴπῃ, ὅτι διὰ χρημάτων ἔρωτα καὶ ἔνδειαν ἐποιησάμην τὴν προδοσίαν. ἱερόσυλος ἦν ὁ Ἰούδας τὰ τῷ θεῷ ἀνατεθειμένα χρήματα κλέπτων. 403 {3Jο 12, 7}3Πρὸς ἔλεγχον τοῦ ἀναισθήτου Ἰούδα ἐμνήσθη τοῦ ἐνταφιασμοῦ. ὃ δὲ λέγει, τοῦτό ἐστιν· ἀνάμεινον μικρὸν καὶ ἀπελεύσομαι. τῆς γυναικὸς ὑπεραπολο γεῖται, ἵνα μὴ δόξῃ προτιμᾶν

ἑαυτὸν τῶν πτωχῶν. 404 {3Jο 12, 7-8}3Εἰπὼν ἄφες τὴν τοῦ Ἰούδα ὑπόκρισιν ἐλέγχει τὰ ἄξια ἐπαίνου μεμφο μένου. ἐπειδὴ δὲ ἡ τοῦ μύρου δαπάνη οὐ διὰ τρυφὴν ἐγένετο, ἀλλὰ διὰ χρείαν μυστικήν, ἀπολογεῖται ὑπὲρ τῆς Μαρίας, εἰ καὶ ἠγνόει τοῦ μυστηρίου τὴν οἰκονομίαν. δι' ὧν δὲ εἶπεν ἐνταφιασμόν, καταισχύνει τὸν Ἰούδαν,

ὅτι δι' αἰσχρο κερδίαν ἔμελλε προδοῦναι τὸν διδάσκαλον. 405 {3Jο 12, 7-8}3Ὅτε χρεία ἐστὶ πνευματικῆς λειτουργίας ἢ ὑμνῳδίας, οὐ δεῖ ταύτας ἐᾶν καὶ ἀπιέναι περὶ εὐποιΐας, ἀλλὰ μετὰ τὰς λειτουργίας ταύτας. 406 {3Jο 12, 10}3Μονονουχὶ ἔγκλημα

ἐποιοῦντο κατὰ τοῦ ἀνθρώπου, ὅτι καλῶς ἔπαθεν. 407 {3Jο 12, 12-13}3Ὡς νενικηκότι τὸν θάνατον ὑπήντησαν αὐτῷ μετὰ βαΐων· ἡ γὰρ ∆αβὶδ προφητεία διὰ

τούτου πληροῦται. 408 {3Jο 12, 14-15}3Τύπος ἐστὶ τοῦ ὄνου τὰ ἔθνη, οὓς ὁ κύριος ὄντας ἀκαθάρτους πεποίηκεν ὑποχειρίους. τύπος δέ ἐστιν ὁ πῶλος τῶν ἐθνῶν, ὃν ὁ κύριος καθίσας ἀνάγει εἰς τὴν «ἄνω Ἰερουσαλήμ», ἧς τύπος ἡ ἐπίγειος. πῶλον δὲ αὐτοὺς καλεῖ, ἐπειδὴ ἀγύμναστοι ἦσαν τῆς κατ' εὐσέβειαν πίστεως. 409 {3Jο 12, 16}3∆ιὰ τοῦτο ἠγνόουν, ἵνα μὴ σκανδαλισθῶσιν, εἴ γε βασιλεὺς ὢν τοιαῦτα μέλλει πάσχειν, καὶ ὅτι οὐκ ἐδύναντο εὐθὺς χωρῆσαι τὴν γνῶσιν τῆς βασιλείας. 410 {3Jο 12, }3Καὶ μὴ χρώμενοι τῷ νόμῳ ἀνῄεσαν προσκυνήσοντες εἰς τὸν νόμον ὡς εἰς σεπτὸν

τόπον διὰ τὰ γενόμενα θαύματα περὶ Ἰουδαίους. 411 {3Jο 12, -21}3Καιρὸς τοίνυν τοῦ μεταβῆναι τοὺς μαθητὰς εἰς τὰ ἔθνη, εἰ καὶ κατὰ τὴν ἀρχὴν οὐκ ἐποίησαν τοῦτο, ἵνα μὴ σκανδαλισθῶσιν οἱ Ἰουδαῖοι. 412 {3Jο 12, 24}3∆όξαν καλεῖ τὴν ἀνάστασιν, μεθ' ἣν ὡς υἱὸς θεοῦ ἐδοξάσθη. 413 {3Jο 12, 24}3Μὴ θορυβεῖσθε, ἐὰν ἀποθάνω· τότε γὰρ μᾶλλον αὔξει τὸ κήρυγμα καὶ οἱ ἐξ ἐθνῶν πιστεύουσιν. καὶ μὴ ἀπιστεῖτε· καὶ γὰρ ἐν τῷ σίτῳ τοῦτο γίνεται. ὅταν παθὼν ἀποθάνω, ἀνίσταμαι μετὰ πλείονος δόξης· μέλλουσι γὰρ πάντες πιστεύειν εἰς ἐμὲ ὡς θεόν. 414 {3Jο 12, 25}3Ὁ τῆς ἐν τῷ κόσμῳ τούτῳ καταφρονήσας ζωῆς τὴν ἄφθαρτον κτᾶται ἐν τῷ μέλλοντι.ἐκεῖνός ἐστιν ὁ φιλῶν τὴν ἑαυτοῦ ψυχὴν καὶ ἀπολλύων αὐτὴν ὁ τὰς ἐπιθυμίας αὐτῆς ποιῶν τὰς ἀτόπους, ὁ δὲ μισῶν καὶ σῴζων αὐτὴν ὁ μὴ πειθόμενος αὐτῇ ἐπιταττούσῃ τὰ ἄτοπα. 415 {3Jο 12, 28}3∆ιὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως. δόξαν δὲ καλεῖ τὸν σταυρόν, δι' οὗ οἱ ἄν θρωποι ἔγνωσαν τὸ τοῦ πατρὸς ὄνομα. 416 {3Jο 12, 28}3Περίβλεπτος μὲν ἦν ἀεὶ ὁ υἱὸς ἐν τοῖς παραδόξοις συνεργὸν ἔχων τὸν πατέρα καὶ εἰσαῦθις δὲ δοξάζει διὰ τοῦ ἐπὶ τῷ θανάτῳ σημείου· ὡς γὰρ ἄνθρωπος διὰ τοῦ πατρὸς ἠγέρθη, εἰ καὶ ὡς φύσει θεὸς ὁ υἱὸς ἑαυτὸν ἤγειρεν. 417 {3Jο 12, 28}3Πῶς ἡ φωνὴ διεσκευάσθη, οὐχ ἡμῶν ἐστιν εἰπεῖν· οὐ γὰρ σῶμα ἔχων ὁ πατὴρ ἐλάλησεν, ὥς τινες ἐπεχείρησαν εἰπεῖν αἱρετικοί. 418 {3Jο 12, 29}3Τῷ μὲν πλήθει ἄσημος ἡ φωνή, ἴσως δὲ ὅτι τοῖς μαθηταῖς διὰ τοῦ Χριστοῦ ἐγνωρίσθη, ἔδει νοῆσαι τοὺς Ἰουδαίους, ὅτι ὁ πατὴρ ἦν ὁ ἀντιφθεγξάμενος καθ' ὃν οἶδε τρόπον· οὐ γὰρ βροντὴν ᾔτησεν ὁ Ἰησοῦς γενέσθαι. 419 {3Jο 12, 31}3∆ιὰ πίστεως ἢ ἀπιστίας τῶν μὲν οἰκειουμένων θεῷ, τῶν δὲ ἐχθρῶν καθισταμένων κρίνεται δι' ἐμοῦ πᾶσα ἀνθρωπότης, τῷ διαβόλῳ ὡς ἐπὶ δι καστηρίου λέγουσα· ἔστω φησὶ τοὺς ἄλλους ἀνθρώπους ὡς ἁμαρτωλοὺς ἐφό νευσας, ἵνα τί καὶ