1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

23

τὸν κύριον; ὁ τῆς ἐπιδημίας καιρὸς κρίσις ἐστι τοῦ κόσμου μέλλοντος Χριστοῦ τοὺς ἀνθρώπους δικαιοῦν καὶ ἀπαλλάττειν τῆς τοῦ διαβόλου πλεονεξίας, οὐ νῦν κατακρίνειν· ὁ γὰρ Χριστοῦ θάνατος τὴν πᾶσαν ἀνθρω πότητα δικαιοῖ κατὰ τοῦ τὸν κόσμον ἀδικήσαντος διαβόλου τῆς κρίσεως γινο μένης. 4 {3Jο 12, 32}3Εἰπὼν πάντας καὶ τοὺς ἐξ ἐθνῶν σημαίνει. ἕλκει δὲ ὡς ὑπὸ τυράννου κατεχομένους καὶ οὐ δυναμένους ἀφ' ἑαυτῶν φυγεῖν, ὅπερ ἀλλαχοῦ καλεῖ ἁρ παγήν. καὶ λεγέτω τις, πῶς καὶ σοῦ περιεγένετο; οὐ γὰρ μόνον, ὅτι ἀνίσταμαι, ἀλλὰ καὶ πάντας ἕλκω εἰς τὸ πιστεῦσαι εἰς ἐμέ, ὅτι θεός εἰμι, οὐ ψιλὸς ἄν θρωπος. 421 {3Jο 12, 33}3Ἔδειξεν, ὅτι ἑκὼν ἔπαθε καὶ εἰδώς, ὅτι οὐ μόνον ἀπέθνῃσκεν, ἀλλὰ καὶ ποίῳ τρόπῳ, ὁ εὐαγγελιστὴς τὸν σταυρὸν ὠνόμασε θάνατον. 422 {3Jο 12, 34}3Ἀγνοοῦσιν Ἰουδαῖοι, ὅτι Χριστὸς ὡς μὲν πρόβατον σφαγιάζεται, ἀναστὰς δὲ μένει εἰς τὸν αἰῶνα μηκέτι ἀποθνῄσκων. 423 {3Jο 12, 35}3Φῶς καλεῖ τὴν εὐαγγελικὴν διδασκαλίαν, σκότος δὲ τὴν ἄγνοιαν ἢ τὴν ἀσεβῶν κατάκρισιν. αὐτός ἐστι τὸ φῶς. χρόνον δὲ λέγει καὶ τὸν πρὸ τοῦ πάθους καιρὸν καὶ πᾶσαν τὴν νῦν ζωὴν διὰ φιλανθρωπίαν προτρεπόμενος αὐτοὺς εἰς πίστιν. 424 {3Jο 12, 36}3Οἱ ἐν φωτὶ περιπατοῦντες υἱοὶ φωτὸς γίνονται. εἰ δὲ ἄνω υἱοὺς θεοῦ εἶπεν τοὺς πιστούς, οὐδὲν ἐκ τούτου· μία γὰρ ἐνέργεια πατρὸς καὶ υἱοῦ. 425 {3Jο 12, 36}3 425Ὁδὸς σωτηρίας ἡ εἰς Χριστὸν πίστις, ἥτις ποιεῖ υἱοὺς φωτός, ὅ ἐστι τοῦ πατρός· φῶς γὰρ ὁ υἱὸς καὶ ὁ πατὴρ ὡς μιᾶς φύσεως. 426 {3Jο 12, 36}3Εἰδὼς ὡς θεός, ὅτι ὠργίζοντο, ὑπανεχώρησεν διδοὺς καιρὸν τοῦ δοκι μάσαι τὰ λαληθέντα αὐτοῖς, οὐ δειλιῶν. 427 {3Jο 12, 37-38}3Μὴ λεγέτω τις· τί οὖν ἦλθεν ὁ Χριστὸς εἰδώς, ὅτι οὐ πιστεύσωσιν· λεκτέον γάρ, ἵνα μὴ σχῶσιν πρόφασιν τῆς ἀπιστίας Ἰουδαῖοι, ἐπεὶ καὶ οἱ προφῆται ἐλάλουν εἰδότες, ὅτι οὐκ ἐπείθοντο. 428 {3Jο 12, 38}3Οὐκ ἀπὸ τῆς προρρήσεως Ἠσαΐου ἐβιάσθησαν εἰς τὸ μὴ πεισθῆναι, ἀλλ' ὅτι δύστροποι ἦσαν ἠπείθησαν. ἐφόνευσαν οἱ Ἰουδαῖοι τὸν κύριον διὰ οἰκείαν κακόνοιαν, οὐχ ἵνα πληρώσωσι τὰς προφητείας· εἰ γὰρ ἂν οὕτω δυσ σεβεῖς ἦσαν. 429 {3Jο 12, 38}3Οὐχ ὁ θεὸς ἐπώρωσεν αὐτούς, ἀλλὰ συνεχώρησε ποιεῖν ἃ ἤθελον. ἔσχον δὲ τὴν πώρωσιν ἐκ τῆς ἀπιστίας. ἀδύνατον δὲ ἦν μὴ ἐκβῆναι τὴν τοῦ θεοῦ πρόγνωσιν προβλέπουσαν τὴν ἀπιστίαν, οὐκ ἀναγκάζουσαν. οἱ μὴ δυνάμενοι πιστεύειν οὐ φύσιν ἔχουσιν ἀντιπράττουσαν τῷ πιστεύειν, ἀλλὰ προαίρεσιν κακήν. διὸ ὁ διάβολος σκοτίζει αὐτοὺς καὶ οὐ κωλύει ὁ θεός. 431 {3Jο 12, 39}3∆ιὰ τοῦτο προλέγουσιν οἱ προφῆται, ἵνα οἱ νήφοντες φεύγωσι τοὺς δια βολικοὺς βόθρους· καὶ γὰρ τὸ οὐκ ἠδύναντο κεῖται ἀντὶ τοῦ οὐκ ἤθελον· καὶ γὰρ καὶ ἐν ἄλλοις δύναμιν τὴν προαίρεσιν νοοῦμεν. 432 {3Jο 12, 40}3Οὐχ ὁ θεὸς ἐπώρωσεν αὐτῶν τὴν καρδίαν· εἰ γὰρ ἄν, οὐκ ἂν ἀπῄ τησεν αὐτοὺς εὐθύνας, ὅπου γε καὶ τὰ ἑκούσια πταίσματα συγχωρεῖ, τοὺς δὲ δυστρόπους τυφλωθέντας ὑπὸ τοῦ διαβόλου παραδίδωσιν εἰς πάθη καὶ «ἀδόκιμον νοῦν»· ἐν ᾧ γὰρ τοιοῦτοι ἦσαν, οὐ δίκαιον ἦν αὐτοὺς γνῶναι τοῦ μυστηρίου τὸ βάθος τοὺς τῆς διανοίας αὐτῶν μύσαντας ὀφθαλμούς. 433 {3Jο 12, 45}3Εἰκὼν ὢν τοῦ πατρὸς δι' ἑαυτοῦ δείκνυσι τὸν πατέρα. διὰ τούτου τὸ ἀπαράλλακτον σημαίνει τῆς οὐσίας δεικνὺς τὸ ὁμοούσιον· ἀσώματον γὰρ τὸ θεῖον. ταῦτα τὴν ὁμοιότητα σημαίνει. 434 {3Jο 12, 45}3∆ιὰ τὸ ἀσθενὲς τῶν ἀκροατῶν ὡς ἄνθρωπος λαλεῖ. ὅταν ἐγὼ τιμῶμαι, μὴ ἄνθρωπον νομίσητε τιμᾶν· δι' ἐμοῦ γὰρ ὁ πατὴρ τιμᾶται. 435 {3Jο 12, 46}3Ὡς οὖν ὁ πατὴρ φῶς, οὕτω καὶ ὁ υἱός. διὸ δεῖξαι θέλων ὁ Παῦλος τὴν πολλὴν ἐμφέρειαν «ἀπαύγασμα» καλεῖ τοῦ πατρὸς τὸν υἱόν, ὥσπερ τὸ φῶς φανὲν καὶ ἑαυτὸ δῆλον ποιεῖ καὶ τὰ ὁρώμενα, οὕτως ὁ υἱὸς φῶς ὢν καὶ ἐλθὼν καὶ ἑαυτὸν ἐγνώρισεν ἡμῖν καὶ τὸν πατέρα. 436 {3ςο 12, 47-48}3Ὁ σκοπὸς τῆς νῦν παρουσίας γέγονεν οὐ διὰ τὸ κρῖναι, ἀλλὰ διὰ τὸ σῶσαι τοὺς πιστούς. ἵνα δὲ μὴ δῷ αὐτοῖς ἀφορμὴν ἀπιστίας, ἐπὶ τὸν πατέρα ἀνάγει τὴν αἰτίαν τῆς εἰς αὐτὸν ἀπιστίας. 437 {3Jο 12, 48}3Ὁ λόγος γὰρ ὁ τῆς ταπεινοφροσύνης αὐτοῦ κατακρίνει αὐτούς. αὐτὸς ὁ υἱὸς μέλλει κρίνειν τοὺς ἀπειθεῖς, οὐ μὴν ὁ λόγος· αἰνιγματωδῶς