1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

31

καὶ δογμάτων καὶ ὁμοψυχίας. αὐτὸς ὢν ὁ διδοὺς διὰ τοὺς ἀκούοντας σχηματίζεται τὴν αἴτησιν. καὶ ὡς ἄνθρωπος λέγεται λαμβάνειν τὰ φύσει προσόντα αὐτῷ, λέγει δὲ τὴν τοῦ πνεύματος χάριν. 573 {3Jο 17, 24}3∆ι' ὧν λέγει τὸν δεδωκότα καὶ τὸν λαβόντα τὰς ὑποστάσεις δηλοῖ πατρὸς καὶ υἱοῦ. καὶ πάλιν εἰπὼν εἶναι ἑαυτὸν πρὸ κόσμου ἐλέγχει τοὺς αἱρετικοὺς τοὺς λέγοντας, ὅτι ἐκ τῶν χρόνων Μαρίας ἔσχε τὴν ἀρχὴν ὁ Χριστὸς ὡς πρὸ κόσμου ἔχων τὴν δόξαν. εἶπε πρὸ καταβολῆς κόσμου· τὸ γὰρ λεχθὲν δέδωκάς μοι συγκαταβάσεώς ἐστιν. οὐκ εἶπεν δὲ ἵνα μετασχῶσι τῆς δόξης αὐτοῦ, ἀλλ' ἵνα αὐτὴν θεωρῶσιν, ὅπερ ἐστὶ τῶν πιστῶν μεγίστη ἀνάπαυσις καὶ δόξα.

574 {3Jο 18, 1-2}3Ἵνα πείσῃ τοὺς μαθητάς, ὅτι ἑκὼν ἐπὶ τὸ πάθος ἦλθεν, εἰς τόπον γνώριμον τῷ Ἰούδα ἀπῆλθεν, ἵνα μὴ λάθῃ καὶ <οὐχ> ὥσπερ ἐν φυλακῇ ἑαυτὸν ἀπέ κλεισεν. 575 {3Jο 18, 4}3Οὐχ ὡς ἀγνοῶν ἐρωτᾷ, ἀλλ' ἵνα γνῶμεν, ὅτι καὶ παρὼν οὐχ ἑωρᾶτο ἢ ἐγνωρίζετο, εἰ μὴ ὅτε ἤθελεν. ὡς εἰδὼς δὲ πάντα ἀταράχως ὅλα ἐποίει καὶ ἐλάλει καὶ οὐδὲ ἀπὸ τῆς φωνῆς οὔτε ὁ Ἰούδας οὔτε οἱ λοιποὶ ἐπεγίνωσκον αὐτόν, εἰ

μὴ ὅτε ἠθέλησεν. 576 {3Jο 18, 8-9}3∆ιὰ τὰς τῶν μαθητῶν ἀσθενείας ἔξω ποιεῖται αὐτοὺς πειρασμῶν ὡς θεός· φυλάσσει τοὺς μαθητὰς ἀεί, μόνον τὸν Ἰούδαν τῇ προαιρετικῇ κακίᾳ ἐάσας ἀπολέσθαι. 577 {3Jο 18, 10}3Ὡς θέλων ὑπεραποθανεῖν τοῦ διδασκάλου ἐποίησε τοῦτο. θαρρήσας ὁΠέτρος οἷς ἐποίησεν ὁ Ἰησοῦς καὶ αὐτὸς ἐποίησε τοῦτο. καὶ μὴ ὡς ἀνδροφόνον τις καταιτιάσθω τὸν Πέτρον, ὅπου γε οὐχ ὡς ἑαυτῷ ἀμύνων, ἀλλὰ τῷ διδα σκάλῳ ἐποίησε τοῦτο· πλὴν καὶ ἔτι ἀτελεῖς ἦσαν. διὰ τοῦ τύπου δείκνυσιν, ὅτι πάσης δεξιᾶς ἀκοῆς ἔρημοι ἔσονται οἱ Ἰουδαῖοι. 578 {3Jο 18, 12}3∆ήσαντες αὐτὸν ἐπλήρωσαν τὸ εἰρημένον Ἠσαΐου «δήσωμεν τὸν δίκαιον». ἐδεσμεύθη ὁ κύριος, ἵνα δεσμῶν ἡμᾶς ἀπαλλάξῃ διαβολικῶν. 579 {3Jο 18,

15-16}3Συνεισῆλθεν ὁ Ἰωάννης τῷ Ἰησοῦ μετὰ τοῦ ὄχλου ἀγνώστως καὶ τότε ὡς γνωστὸς εἶπε τῇ θυρωρῷ καὶ εἰσήγαγε τὸν Πέτρον. 580 {3Jο 18, 19}3Ἠρώτα τί ἐδίδασκε τοὺς ἑαυτοῦ μαθητάς, ἠρώτα αὐτόν, εἰ συναινεῖ τοῖς διὰ Μωυσέως ἢ ἀλλοίαν διδασκαλίαν εἰσάγει καὶ ποῖα πείθονται οἱ αὐτοῦ μαθηταί, ἵνα ἐὰν εὑρήσῃ αὐτὸν τοῖς Μωυσέως ἐναντιούμενον παραδῷ καὶ αὐτοὺς ὡς θεομάχους τοῖς Ἰουδαίοις. 582 {3Jο 18, -21}3Ἐλέγχει αὐτὸν προσποιούμενον ἀγνοεῖν τὰ ἐν φανερῷ εἰρημένα. εἰ δὲ πάντα φανερῶς ἐδίδαξεν, τὰ λεγόμενα παρά τισι [τὰ] περὶ αὐτοῦ ἀπόκρυφα οὐκ εἰσὶ δεκτά. τοὺς ὑπηρέτας ἐρώτησον τοὺς πρῴην μὲν οὖν θαυμάσαντας τὴν διδασκαλίαν, νῦν δέ με συλλαμβανομένους. 583 {3Jο 18,

22-23}3Καὶ μὴ προσταχθεὶς ὁ ὑπηρέτης ἔτυψε τὸν Χριστόν, ἐπειδὴ αὐτὸς ὑπέ δειξεν ὁ Χριστὸς λέγων «ἴδε οὗτοι οἴδασιν» οἵ ποτε ἀκούσαντες καὶ ἐπαινέσαντες, καὶ θέλων ἑαυτὸν ἀπαλλάξαι τῆς ὑποψίας, ὅτι τῶν οὐ θαυμαζόντων ἦν, αὐτὸς ἐποίησε τοῦτο· οὐ γὰρ ἂν ἀκολούθως τι ἐλάλησεν, ἵνα ὡς ἐκ τούτου κινηθεὶς τύψῃ αὐτόν. ἐλέγχει τὸν ὑπηρέτην ἀδικοῦντα οὐ μόνον, ὅτι ἁπλῶς αὐτὸν ἔτυψεν, ἀλλ' ὅτι πρῴην θαυμάσας, νῦν δὲ ἐπ' οὐδενὶ καταγνοὺς ἠτίμασεν αὐτόν. 584 {3Jο 18, 25}3Τοῦ πονηροῦ σείσαντος τὸν Πέτρον ἡττήθη τῆς ὑποσχέσεως. 585 {3ςο 18, 28}3Ἑαυτοῖς οὐκ ἀνεῖλον ὡς ὑπὸ Ῥωμαίους ὄντες, ἵνα μὴ τιμωρηθῶσιν ὑπὸ τοῦ Πιλάτου. 586 {3Jο 18, 28}3Τὸν τύπον τιμῶντες οὐκ εἰσῆλθον, ὅ ἐστι πρόβατον· ἔμελλον γὰρ θύειν τὸ πάσχα κατὰ τὸν νόμον τὸν οὐδὲν ἰσχύοντα παρ' αὐτοῖς. ἢ πάσχα ὅλην τὴν ἑορτὴν λέγει ἢ ὅτι τῇ παρασκευῇ, ὅτε καὶ τὸ παλαιὸν ἐγίνετο πάσχα. 587 {3Jο 18,

30-31}3Ἄνευ αἰτίας ἀπεφήναντο δικαίως αὐτὸν παραδεδόσθαι, αἰτίαν εὔλογον λέγουσι τὸ ὑπ' αὐτῶν συλληφθῆναι ὡς πλανώμενοι μηδὲν ποιεῖν ἄδικον αὐτούς. εἰ ὁ νόμος ὑμῶν καὶ τὸν ἀναίτιον κολάζει, κρίνατε αὐτὸν ὑμεῖς.σαφὲς τεκμήριον ὅτι