1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

29

φύσει θεὸς οἶδα πάντα, προλέγω τὰ ἐσόμενα καὶ ἵνα πιστεύητε, ὅτι δύναμαι ὑμᾶς ἐλευθερῶσαι τῶν ἐπαγομένων ὑμῖν κινδύνων. 534 {3Jο 16, 2}3Τοσαύτη ἔσται ἡ μανία τῶν ὑμᾶς ἀποκτεινόντων οὐ μόνον Ἰουδαίων, ἀλλὰ καὶ ἐθνικῶν καὶ αἱρετικῶν, ὅτι λατρείας θεοφιλοῦς δύναμιν εἶναι νομίζουσι τὸ σφάξαι ὑμᾶς. 535 {3Jο 16, 4}3Ἵνα μὴ τῷ χρόνῳ ἀμαυρωθῇ τὰ λεγόμενα, ἐσιώπων τὴν κατ' εὐσέβειαν ἀρετὴν διδάξαι. 536 {3Jο 16, 6}3Ὑπὸ τοῦ δέους καὶ τῆς λύπης ἐξέστησαν καὶ ἐσιώπησαν. 537 {3Jο 16, 7}3Ἐὰν μὴ πάθω, οὐκ ἐπιφοιτᾷ ὑμῖν τὸ πνεῦμα τὸ πάσης δόσεως ἀγαθῆς αἴτιον. 538 {3Jο 16, 8}3Τοσαύτη ἐστὶν ἡ δύναμις τῆς τοῦ ἁγίου πνεύματος καθόδου, ὅτι τότε φανερωθήσεται ἡ τῶν εἰς ἐμὲ πεπλημμεληκότων ἁμαρτία. ὅσοι μετὰ τὴν τοῦ ἁγίου πνεύματος κάθοδον οὐκ ἐπίστευσαν εἰς τὸν Χριστόν, ἔμειναν ἐν ταῖς ἑαυτῶν ἁμαρτίαις, ὡς ἁμαρτωλὸς κατακρίνεται ὁ μὴ πιστεύσας εἰς τὸν ἀνα μάρτητον. 539 {3Jο 16, 11}3Κατεκρίθη ὡς ἀποκτείνας διὰ τῶν Ἰουδαίων τὸν Χριστὸν ἀναμάρτητον ὄντα, ἐπειδὴ προφασιζόμενος ἔλεγεν, ὅτι ὁ Ἀδὰμ οὐ δι' ἐμὲ ἀπέθανεν, ἀλλ' ὅτι ἥμαρτεν. ἐπειδὴ δὲ μετὰ τὸ πάθος διὰ τοῦ ἁγίου πνεύματος γίνονται αἱ ἰάσεις, διὰ τῶν πραγμάτων δείκνυται τοῦ διαβόλου ἡ κατάλυσις. 540 {3Jο 16, 12}3Ὡς ἄδικος ὁ μὴ πιστεύσας εἰς τὸν δίκαιον τὸν διὰ τὴν δικαιοσύνην αὐτοῦ ἀναληφθέντα εἰς οὐρανοὺς καὶ ἀφανῆ γεγονότα τοῖς ἀνθρώποις. ὡς ῥᾴθυμος, ὅτι κατακλασθέντος τοῦ σατανᾶ οὐδὲ οὕτως αὐτὸν ἠθέλησε νικῆσαι.

541 {3Jο 16, 12-13}3Ἀντὶ τοῦ συνῳδά μοι λαλεῖ· οὐ γὰρ ἐνδεὲς τὸ πνεῦμα· ἰδιοσύστατον γὰρ ὂν ὡς ὁμοούσιον πατρὸς καὶ υἱοῦ πάντα οἶδε καὶ ἰσχύει ἀφ' ἑαυτοῦ ποιεῖν. 542 {3Jο 16, 13}3Ὅταν τὸ πνεῦμα διδάξῃ ὑμᾶς, τότε δυνήσεσθε τῶν νομικῶν ἀποστῆναι τύπων καὶ τὴν «ἐν πνεύματι καὶ ἀληθείᾳ» ποιῆσαι λατρείαν.οὐ μεῖζον τοῦ υἱοῦ τὸ πνεῦμα, φησίν. διὸ οὐδὲν ἀφ' ἑαυτοῦ λαλήσει, ἀλλ' ἃ ἀκούει· ἃ γὰρ ἐγώ, κἀκεῖνος ἐρεῖ.τὸ πνεῦμα διδάξει τοὺς ἀνθρώπους τὰ τῆς τοῦ υἱοῦ θεότητος καὶ δόξης καὶ τῆς πρὸς τὸν πατέρα ἰσότητος.οὐ δι' ἀσθένειαν οὐ λαλεῖ, ἀλλὰ διὰ τὴν ἀκριβῆ συμφωνίαν τῆς τριάδος τοῦτο εἶπεν. 543 {3Jο 16, 14}3Ὡς φυσικῶς ἔχων ὁ υἱὸς τὰ τοῦ πατρὸς διὰ τὸ ὁμοούσιον εἶπεν καὶ τὰ τοῦ πνεύματος ἴδια αὐτοῦ εἶναι ὡς ὄντα κοινὰ τὰ τῆς τριάδος. 544 {3Jο 16, 16}3Ἵνα μὴ λυπήσῃ τοὺς μαθητάς, καὶ οὐκ εἶπεν, ὅτι ἀποθνῄσκω, ἀλλ' οὐ θεωρεῖτέ με. 545 {3Jο 16, 18}3Ὑπὸ τῆς λύπης οὐκ ἐνενόουν καὶ ὅτι μὲν ἀπῄει ᾔδεσαν, πῶς δὲ ἥξει, οὐκ ᾔδεσαν· ἠγνόουν γὰρ τὴν ἀνάστασιν πρὸ τῆς ἐκβάσεως. 546 {3Jο 16, 19-}3Ἐπειδὴ σφόδρα λυπούμενοι οὐκ ἤθελον ἀκούειν περὶ τοῦ θανάτου αὐτοῦ, βουλόμενος αὐτοῖς ἐμπῆξαι τὸ δόγμα τοῦτο εἶπεν τὸ κλαύσετε, μετὰ τὴν λύπην ἔσται χαρά. 547 {3Jο 16, 21}3Μισθὸς τῆς λύπης ἔσται ὑμῶν ἡ χαρὰ ὡς καὶ τῇ λύπῃ τῆς ὠδινούσης ἡ ἀπὸ τοῦ τοκετοῦ χαρά. ἐπειδὴ <ὅτε> ἀπέθανεν, αὐτοῖς ἐφαίνετο ἀπὸ λύπης εἰς χαρὰν ἐλθεῖν, τῷ τῆς τικτούσης παραδείγματι κέχρηται. 548 {3Jο 16, 22}3Ἐπειδὴ πεισθήσεσθε, ὅτι ὡς θεὸς ἀνέστην καὶ οὐκέτι ἀποθνῄσκω, κἂν μετὰ τῆς σαρκὸς ἀναβῶ εἰς τὸν οὐρανόν. 549 {3Jο 16, 25}3Τὸν τῆς ἀναστάσεως καιρὸν λέγει. 550 {3Jο 16, 25}3Ὡς γὰρ ἐν παροιμίαις λαλεῖ ταῦτα ὁ Χριστὸς ὡς παρακατιὼν λέγει· οὐ γὰρ δύναται κατὰ τὸ γράμμα νοεῖσθαι. ἐκεῖνος δὲ αἰτεῖ καὶ λαμβάνει ὁ τὰ λυσιτελῆ αἰτῶν πρὸς βελτίωσιν ψυχαῖς. παροιμίαν λέγει τὸν ἀσαφῆ καὶ ἐγκε καλυμμένον λόγον. διὰ τὴν νηπιότητα αὐτῶν ἐπεσκιασμένως λέγει. ὅταν δὲ προκόψητε, τότε ἀποκαλύπτω ὑμῖν τὴν τοῦ πατρὸς δόξαν. μετὰ τὴν ἀνάστασιν σαφῶς ὑμῖν ἐρῶ τὰ περὶ τοῦ πατρός. ὅταν λάβητε τὸ πνεῦμα, τότε λήψεσθε σαφῆ τὴν περὶ υἱοῦ καὶ πατρὸς γνῶσιν. 551 {3Jο 16, 26}3∆ύναται μὲν ὡς θεὸς δοῦναι, πλὴν ὡς ἤδη εἰπὼν τὸ αἰτῶ οἰκονομικῶς ὡς ἄνθρωπος ἐνέμεινεν τῷ λόγῳ. 552 {3Jο 16, 28}3Ἐκ τῆς οὐσίας, φησίν, ἐξῆλθον τοῦ πατρὸς ἀδιαιρέτως ὢν ἐν πατρὶ καὶ ἰδιοσυστάτως ἔχων ἐν ἐμαυτῷ τὸν πατέρα. οὔτε ὅτε γέγονεν ἄνθρωπος ἀπολειφθεὶς τοῦ πατρὸς ἐληλυθέναι λέγεται εἰς τὸν κόσμον οὔτε ὅτ' ἀνελήφθη μετὰ τῆς σαρκός,