1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

35

εἶχεν. 626 {3Jο , }3Ἔδειξε τοῦ πάθους τὰ γνωρίσματα, ἵνα πληροφορηθῶσιν, ὅτι αὐτὸ ἦν τὸ πεπονθός, εἰ καὶ πνευματικὸν ἦν γεγονὸς καὶ εἰς ἀφθαρσίαν μετεχώρησαν. διὰ

τοῦτο αὐτοῖς ἔδειξεν, ἵνα πᾶσαν αὐτῶν ταραχὴν κατακοιμίσῃ. 627 {3Jο , -21}3∆ιὰ τούτου ἐπληρώθη ὁ λόγος, ὃν εἶπεν ὁ κύριος «μικρὸν καὶ ὄψεσθέ με», «καὶ χαρήσεται ὑμῶν ἡ καρδία». διὰ τοῦ ῥήματος τῆς εἰρήνης λύει αὐτῶν τὴν δειλίαν. «αὐτὸς» μέν «ἐστι» ὁ Χριστὸς «ἡ εἰρήνη ἡμῶν». πλὴν διὰ τούτου καὶ ἡμεῖς ἐδιδάχθημεν ἐν ταῖς μυστικαῖς συνόδοις ἐπιφθέγγεσθαι ἑαυτοῖς τὸ τῆς εἰρήνης ῥῆμα. 628 {3Jο , 21}3Ἐπειδὴ διὰ τοῦ σταυροῦ πάντα εὔκολα γέγονεν, πέμπω ὑμᾶς ποιῆσαι

τὸ ἔργον, ὃ ἐποίησα. 630 {3Jο , 22-23}3Πνευματικὸν αὐτοῖς δέδωκε χάρισμα τοῦ λύειν ἁμαρτίας καὶ κατακρίνειν. ἄλλοι δὲ λέγουσιν, ὅτι ἐπιτηδείους αὐτοὺς ἐποίησε πρὸς ὑποδοχὴν τοῦ πνεύματος, οὗ ἤμελλον λαμβάνειν μετὰ τὴν ἀνάβασιν. δι' ὃ οὐκ εἶπεν, ἐλάβετε πνεῦμα ἅγιον, ἀλλὰ λάβετε. πλὴν δυνατὸν εἰπεῖν, ὅτι εἰς μὲν οὖν τὸ ἀφεῖναι ἁμαρτίας ἔλαβον τὸ χάρισμα, μετὰ δὲ τὴν πεντηκοστὴν τὸ ἐγεῖραι τοὺς

νεκροὺς καὶ ὅσα τελειότερα. 631 {3Jο , 22-23}3∆ι' ὧν ἐμφυσήσας ἔδωκε πνεῦμα, ἔδειξεν, ὅτι ὁμοούσιον αὐτοῦ ἐστι καὶ οὐκ ἀλλότριον καὶ δι' αὐτοῦ προϊὸν ἐκ τοῦ πατρός, ὅπερ αὐτοὺς ἐνεύρωσεν εἰς τὸ ποιῆσαι τὰ θεῷ ἀρεστὰ καὶ γνῶναι τοῦ κατὰ θεὸν μυστηρίου τὴν δύναμιν. τὸ δὲ ἐμφύσημα ἐποίησε τὸν ἀνακαινισμὸν τῇ ἀνθρωπότητι καὶ ἀναλαβεῖν τὸ «κατ' εἰκόνα» ὅπερ εἶχεν Ἀδὰμ πρὸ παραβάσεως. εἰπὼν δὲ πέμπειν, προέπεμψε πρὸ καιροῦ, ἵνα πιστώσηται, ὅτι ἔσται τοῦτο ἐπὶ πᾶσι τῷ ὁρισθέντι καιρῷ. 632 {3Jο , 24}3Καὶ ἀπὼν ὁ Θωμᾶς ἔτυχε τῆς τοῦ πνεύματος χάριτος διὰ τῆς ἐμφυσήσεως· ἐφ' ὅλον γὰρ τῶν ἀποστόλων τὸν χορὸν ὁ κύριος τὴν χάριν ἐξέχεεν. 633 {3Jο , 25}3Ὑπὲρ μέτρον ὁ Θωμᾶς πολυπραγμονήσας διὰ τὸ νομίζειν ἀδύνατον ἐγκαλεῖται. διὸ οὐκ εἶπεν μόνον ἐὰν μὴ ἴδω, ἀλλὰ ἐὰν μὴ ψηλαφήσω μή πως φάντασμα εἶναι τὸ ὁρώμενον. ἀκούσας μὲν οὖν ἐκ τῶν μαθητῶν, ὅτι λόγχῃ <πληγὴν> ἔλαβεν, ἐπείσθη καὶ μὴ ἑωρακώς, τὸ δὲ τῆς ἀναστάσεως ὡς ὑπὲρ λόγον ἠπίστησεν. οὐ τοσοῦτον ὡς ἀπιστῶν εἶπεν, ὅσον λυπούμενος, ὅτι μὴ καὶ αὐτὸς ἠξιώθη τῆς θέας. οἰκονομικῶς δὲ ἠπίστησεν ὁ Θωμᾶς, ἵνα πάντες δι' αὐτοῦ γνῶμεν, ὅτι τὸ σταυρωθὲν ἀνέστη σῶμα· διὰ γὰρ τοῦ ζητεῖν ἰδεῖν τὰ περὶ τὴν σάρκα

τραύματα, αὐτὴν τὴν σάρκα, εἰ ἀνέστη, ἐζήτει. 634 {3Jο , 26-27}3 Ἡ γὰρ τῶν σημείων ἔκπληξις σχεδὸν καὶ ἄκοντας τοὺς ὁρῶντας ἕλκει πρὸς πίστιν. 635 {3Jο , 27}3∆είκνυσιν ἑαυτὸν τραύματα ἔχοντα καὶ συγχωρεῖ αὐτῷ ψηλαφῆσαι αὐτόν· διὰ γὰρ συγκατάβασιν οὕτως ὤφθη τῷ Θωμᾷ καίπερ πάσης παχύτητος τοῦ σώματος ἀπηλλαγμένου καὶ κούφου γεγονότος, ἵνα πεισθῇ, ὅτι αὐτὸ ἦν τὸ σταυρωθὲν σῶμα. ἐξ ὧν δὲ τοῖς τοῦ Θωμᾶ κέχρηται λόγοις, δείκνυσιν, ὅτι καὶ ὅτε ὁ Θωμᾶς ἐλάλει ταῦτα, παρῆν. εἰ δὲ καὶ ἄφθαρτα καὶ ἀνελλιπῆ τὰ σώματα ἐγείρεται ἐν τῇ καινῇ ἀναστάσει, ἀλλ' ἵνα μηδεὶς ἀπιστίας περιλείπηται λόγος, ὡς ἐζήτησεν ἰδεῖν ὁ Θωμᾶς, οὕτως ὑπέδειξεν· οὐ μόνον δὲ τὸν Θωμᾶν, ἀλλὰ καὶ τοὺς ἀγγέλους ἀγνοοῦντας τῆς σαρκώσεως τὴν οἰκονομίαν καὶ λέγοντας· «τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ» καὶ πάλιν· «τί αὗται αἱ πληγαὶ ἀνὰ μέσον τῶν χειρῶν σου;» διδάσκων λέγει· «ἃς

ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου».636 {3Jο 21, 1-6}3 Ἡ θεωρία ὅλη τῆς περικοπῆς ταύτης οὕτως ἔχει. οἱ πρὸ τῶν μαθητῶν ἐν σκότει διανύοντες τῆς δαιμονιώδους πλάνης οὐδὲν ἐπίασαν ἢ πάνυ ὀλίγους, ὅπερ ἐστὶν ἀντὶ οὐδενός, ἀλλ' οὐδὲ οἱ τύποις καὶ σκιᾷ λατρεύοντες, ὅπου καὶ αὐτοὶ τοῦ νόμου καταφρονήσαντες ἐντάλμασιν ἐπείθοντο ἀνθρωπίνοις, ἀλλὰ καὶ ἡ τῶν ἐθνῶν πληθὺς ἀσαγήνευτος ἦν μὴ δεχομένη τὰ θεῖα μαθήματα. ὅτε δὲ ἦλθεν ὁ τῆς «δικαιοσύνης ἥλιος» ὁ πεινῶν