1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

2

σαρ κώσεως, καὶ ὅτι οὐ φαῦλα τὰ φυσικὰ καὶ ἀναγκαῖα. διὰ γὰρ τοῦτο προσήγ γιζε τῇ τοῦ θεοῦ λόγου σαρκί, οὐχ ἵνα κρατυνθῇ, ἀλλ' ἵνα ἐν αὐτῷ ἀναι ρεθῇ· τὰ γὰρ ἄσεμνα πάθη οὐδὲ κατὰ φαντασίαν ὑπέστη.Σκοτίαν καὶ τὸν κόσμον νυνὶ νοητέον πρὸς σύγκρισιν τοῦ ἀνεκφρά στου καὶ ἀπροσίτου φωτός. 11 {3Jο 1, 6}3Ἀπεσταλμένος ἐστὶν ὁ Ἰωάννης ὡς ἀπὸ τῆς ἐρήμου μεταβὰς ἐν τῇ οἰκουμένῃ χώρᾳ, ἵνα κηρύξῃ τὸν Χριστὸν τοῖς λαοῖς. ὁ δὲ κύριος ἐκλήθη καὶ αὐτὸς ἀπεσταλμένος, οὐχ ὡς ἀπὸ τόπων εἰς τόπους μεταβάς, ἀκίνητον γὰρ τὸ θεῖον, ἀλλ' ὡς ἐκ τῶν τοῦ πατρὸς κόλπων οἱονεί πως κινηθεὶς καὶ πρὸς τὴν ἡμετέραν ἐλθὼν πτωχείαν, δι' ἣν καὶ λέγεται ἑαυτὸν ταπεινῶσαι. ὅταν οὖν εἴπῃ ἡ γραφὴ τὰ τῇ οἰκονομίᾳ πρέποντα ῥήματα, εἰ μὲν εἴπῃ, ὅτι «ἑαυτὸν ἐκένωσεν», σημαίνει τὸ αὐτοδέσποτον καὶ βασιλικόν, ὅτι ἑκὼν ἐσαρκώθη, εἰ δὲ εἴπῃ, ὅτι ἀπεστάλη, διδάσκει, ὅτι οὐκ ἄνευ τοῦ πατρὸς ἐσαρκώθη. ταῦτα δὲ λαλοῦμεν ὡς ἄνθρωποι· μία γὰρ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ βούλησις, κἂν τὸ διάφορον ἐννοῶμεν τῶν τῆς μιᾶς θεότητος καὶ οὐσίας ὑποστάσεων· οὕτω γὰρ λέγομεν, ὅτι μόνος ὁ υἱὸς σεσάρκωται, οὐχ ὁ πατήρ, οὐ τὸ πνεῦμα. 12 {3Jο 1, 7}3∆ιὰ τοῦτο μείζων τῶν ἄλλων προφητῶν ὁ Ἰωάννης, ὅτι ἐκεῖνοι μὲν ἐκή ρυξαν τὸν προσδοκώμενον, οὗτος δὲ ἑωρακὼς αὐτὸν καὶ πεισθεὶς διὰ σημείων, ὅτι οὗτός ἐστιν,

ἦλθεν μαρτυρῶν ἐξ ὧν ἤκουσε καὶ εἶδεν. 13 {3Jο 1, 8-9}3Εἰ καὶ φῶς ὁ Ἰωάννης καὶ οἱ ἅγιοι, ἀλλ' οὐκ ἐκεῖνοι ὡς ὁ θεολογούμενοςΧριστός, ὃ φύσει φῶς· οἱ γὰρ ἅγιοι χάριτι ἔσχον τὸν φωτισμόν. διὸ περὶ τοῦΧριστοῦ φησιν· ἦν τὸ φῶς τὸ ἀληθινόν. 14 {3ςο 1, 9}3Ὁ κύριος τὰ λογικὰ αὐτοῦ κτίσματα ἀπὸ φυσικῶν ἐννοιῶν φωτίζει εἰς τὸ πεισθῆναι, ὅτι ἐστὶ θεός, στοχαζομένους ἐκ τῆς τῶν κτισμάτων αὐτοῦ καλλονῆς καὶ εὐταξίας τὸ ὑπερέχον τῆς αὐτοῦ δυνάμεως. 15 {3Jο 1, 10}3Ὡς θεὸς ἦν ἐν τῷ κόσμῳ οὐ κατ' οὐσίαν, ἀλλὰ κατὰ τὸ προνοητικόν. 16 {3Jο 1, 10}3Πάλιν ἀνασειράζει τὴν αἵρεσιν τῶν λεγόντων μὴ εἶναι κτίσματα τοῦ θεοῦ τοὺς ἀνθρώπους καὶ τὰ λοιπά. 17 {3ςο 1, 10}3Ὧδε κόσμον μόνους τοὺς ἀνθρώπους λέγει ἀπὸ μέρους ὀνομάζων τὸν κόσμον ἤτοι τοὺς τὰ τοῦ κόσμου φρονοῦντας καὶ αὐτῷ προσηλωμένους, οἵτινες διὰ τὴν πρὸς τὰ γήϊνα προσπάθειαν οὔτε ὅλως ἔγνωσαν αὐτόν, οἳ ἦσαν οἱ εἰδωλολάτραι καὶ τῶν παθῶν δοῦλοι. 19 {3Jο 1, 11}3Λέγεται εἰς τὰ ἴδια ἐληλυθέναι καθὸ σαρκωθεὶς ἐγνωρίσθη τοῖς αὐτὸν θεασαμένοις ὀφθαλμοφανῶς ἢ ὅτι πρὸς τοὺς ἰδίους ἦλθεν, οἳ ἐδόκουν αὐτοῦ ἴδιοι εἶναι κατὰ τὸ «ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα». 22 {3Jο 1, 13}3Οὐκέτι χρεία τῆς βουθυσίας ὡς ἀρεστῆς θεῷ κατὰ τὸν τοῦ νόμου τύπον ὡς ἀρκοῦντος τοῦ αἵματος τοῦ Χριστοῦ πρὸς δικαίωσιν. 23 {3ςο 1, 14}3Ὅτε γέγονε σὰρξ ὁ λόγος, οὐ μετεβλήθη τὴν οὐσίαν, ἀλλὰ καὶ ὁρατὸς γεγονὼς διὰ τὴν σάρκα ἔμεινεν ἔχων τὴν ἰδίαν δόξαν ὡς μονογενὴς υἱὸς τοῦ θεοῦ καὶ πατρός· τὸ γὰρ οὖν σκηνοῦν ἕτερόν ἐστι κατ' οὐσίαν τῆς σκηνῆς. οὐκ εἶπεν δὲ σῶμα, ἵνα μὴ εἴπωσί τινες, ὅτι οὐράνιον σῶμα ἐφόρεσεν, οὔτε εἶπεν ἄνθρωπος γέγονεν, ἵνα μὴ ἄλλοι εἴπωσιν οὐ τὸν ἔξω, ἀλλὰ τὸν ἔσω ἄνθρωπον ἔλαβεν, οὔτε εἶπεν ἐκ τοῦ λόγου σὰρξ ἐγένετο, ἵνα μὴ ἄλλοι εἴπωσι μετεβλήθη ἐκ τοῦδε εἰς τόδε. ἡ μὲν οὖν σὰρξ καὶ σῶμα λέγεται, οὐ πάντως δὲ καὶ σῶμα σάρξ. διὸ καὶ ὁ κύριος ἔλεγεν· «ὁ τρώγων μου τὴν σάρκα» καὶ ἀλλαχοῦ· «ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα». 25 {3Jο 1, 14}3Πῶς ἐθεασάμεθα; διὰ τοῦ ἀστέρος τῶν μάγων, τῶν ἀγγέλων, τῶν ποιμένων, τῆς Ἄννης, τοῦ Συμεών, τοῦ Γαβριήλ, τοῦ τόκου τῆς παρθένου τοῦ ἀφράστου, τῆς φωνῆς τοῦ πατρὸς τῆς μαρτυρούσης αὐτῷ, τῆς ἐπ' αὐτὸν τοῦ πνεύματος ἐπιφοιτήσεως καὶ τῶν μυρίων θεοσημείων καὶ ἰάσεων. 26 {3Jο 1, 16}3Ὡς ῥίζα πάντων τῶν ἀγαθῶν καὶ πηγὴ πολλοῖς μεταδιδοὺς τῶν ἰδίων ἀγαθῶν οὐκ ἀπομειοῦται, πλὴν ἐξ ὧν ὁ μὲν χορηγεῖ, ἡ δὲ κτίσις δέχεται, δῆλον ὅτι θεὸς ὁ Χριστός. 27 {3Jο 1, 17}3Ἀντὶ τῆς ἐν Ἀδὰμ χάριτος, ἧς ἐξεπέσαμεν, ὁ Χριστὸς διὰ τοῦ λουτροῦ δέδωκεν ἡμῖν πνεύματος ἁγίου ἐνοίκησιν. 28 {3Jο 1, 18}3Οὐ μόνος ὁ πατὴρ