1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

8

ψυχήν. 122 {3Jο 4, 13}3Ἡ παλαιὰ γραφὴ δεῖται τῆς εὐαγγελικῆς διδασκαλίας τῆς διαδεχομένης αὐτήν· ἡ γὰρ νέα ἀδιάδοχός ἐστιν ἀεὶ ἐπιρρεούσης τῆς εὐαγγελικῆς παιδεύσεως τῆς ἀναβιβαζούσης εἰς ζωὴν τὸν πίνοντα. 123 {3Jο 4, 14}3Ἀρραβών ἐστι τοῦτο τῆς μελλούσης ἀναστάσεως μὴ συγχωρῶν τὸν πεπω κότα αὐτὸ ἐμπεσεῖν εἰς ἁμαρτίαν ἄγουσαν εἰς θάνατον. 124 {3Jο 4, 16}3∆ιὰ γὰρ τοῦτο εἶπεν αὐτῇ· φώνει τὸν ἄνδρα σου, ἵνα ἐλέγξας ψευδο μένην φανερώσῃ αὐτῇ τὴν ἰδίαν θεότητα. 125 {3Jο 4, }3Λέγουσιν ὅτι ἐν τῷ ὄρει ἐκείνῳ ἀνήνεγκεν ὁ Ἀβραὰμ τὸν Ἰσαάκ, ὅπερ ὑπέδειξεν ἡ Σαμαρεῖτις τῷ κυρίῳ. ὡς προφήτην οὖν ἐρωτᾷ, ποῦ δεῖ προσ κυνεῖν. 126 {3Jο 4, }3Οὐκ ὄντος ἐν Ἱεροσολύμοις μόνον τοῦ θεοῦ, ἀλλ' ἵνα ἅμα ἐκεῖ συνα γόμενοι συμφώνως ποιῶσι τὰς νενομισμένας ἑορτὰς καὶ θυσίας. 127 {3Jο 4, 21}3Ὥραν δὲ τὴν ἑαυτοῦ ἐπιδημίαν καλεῖ, ἐπείπερ πνεῦμα ὢν ὁ θεὸς οὐ τόπῳ περιορίζεται. ἁρμοδίως δὲ ἕκαστος προσκυνεῖ ἐκ τοῦ τόπου αὐτοῦ· τὸ γὰρ ἐν τόπῳ προσκυνεῖν ὕβρεως μᾶλλόν ἐστιν. 128 {3Jο 4, 22}3Τὸ ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστὶν εἶπεν διὰ τὸ ἐξ αὐτῶν σε σαρκῶσθαι ἢ ὅτι ἐξ ἐκείνων ἤρξατο <ὁ κόσμος> εἰδέναι τὸν ἕνα θεὸν ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν. 129 {3Jο 4, 22}3Ὡς ἐν συγκρίσει τότε παρὰ Ἰουδαίοις ὁ τῆς ἀληθείας ἐπολιτεύετο λόγος. πρὸς οὖν τὴν ὑπόνοιαν τῆς γυναικὸς εἶπεν τὸ ἡμεῖς προσκυνοῦμεν· τῶν γὰρ προσκυνουμένων ἐστὶν ὡς θεός, εἰ καὶ ὡς ἄνθρωπος οἰκονομικῶς εἶπεν τὸ προσκυνοῦμεν. 130 {3Jο 4, 23}3Οἱ ἀληθεῖς προσκυνηταὶ ἐν παντὶ τόπῳ προσάγουσι τῷ θεῷ τὰς πνευματικὰς θυσίας, ὅ ἐστιν ἀρετὴ καὶ θεοσέβεια. 131 {3Jο 4, 23}3Οὐκοῦν καὶ ὁ νόμος διὰ τὸ εὐαγγέλιον γέγονε καὶ ἡ συγκατάβασις τῆς σκιᾶς συνεχωρήθη διὰ τὴν μέλλουσαν ἀλήθειαν. 132 {3Jο 4, 23}3Τὸ ἐν πνεύματι καὶ ἀληθείᾳ· πνεῦμα λέγει τὸ νοητὸν τοῦ ἀνθρώπου, ὅπερ σχέσει καὶ διαθέσει ἐνώπιον τοῦ θεοῦ γινόμενον προσκυνεῖ τὸν θεὸν ὡς καὶ οἱ ἄγγελοι, τῆς ἐν τόπῳ προσκυνήσεως οὐκ οὔσης ἐν πνεύματι καὶ ἀληθείᾳ. 133 {3Jο 4, 24}3Πνεῦμα καλεῖται ὁ θεὸς οὐχ ὡς ἄνεμος, ἀλλ' ὡς ἀσώματος καὶ ζωο ποιὸς οὐσία· ὥσπερ γὰρ εἰσπνεόμενοι τὸν ἀέρα ζῶμεν, οὕτω καὶ τοῦ θεοῦ διδόντος τὸ παρεκτικὸν τῆς ζωῆς ζῶμεν. πνεῦμά ἐστιν ὁ θεὸς ὡς πρὸς τὴν ἀσώματον φύσιν. 134 {3Jο 4, 25}3Ἀπὸ συνέσεως τοῦτο εἶπεν· οὐδὲ γὰρ ᾔδει τὸν Χριστὸν Σαμαρεῖτις οὖσα. 135 {3Jο 4, 26}3Ὅπερ οὐκ εἶπεν Ἰουδαίοις ἐγώ εἰμι ἐρωτῶσι μετὰ δόλου, τοῦτο εἶπε τῇ γυναικὶ ἁπλουστέρᾳ οὔσῃ καὶ οὐδὲ ἀπὸ Μωυσέως εἶπε τι αὐτῇ συνιστῶν τὰ περὶ αὐτοῦ ἀπείρῳ οὔσῃ γραφῆς, ἀλλ' ἐκ μόνης τῆς συνειδήσεως αὐτῆς μετέπεισεν αὐτήν. 136 {3Jο 4, 27}3Οὐδεὶς μέντοι εἶπεν· ᾔδεισαν γάρ, ὅτι πάντα ποιεῖ μετὰ κεκριμένης συνέσεως καὶ εὐλαβείας. 137 {3Jο 4, 27}3Ἐθαύμαζον, ὅτι μετὰ ἀλλοφύλου ἐλάλει καὶ πενιχρᾶς Σαμαρείτιδος, ἐθαύμαζον δὲ καὶ τὸ ἄτυφον αὐτοῦ. 138 {3Jο 4, 28}3Τῶν ἄγαν ἐστὶν ἀτόπων μὴ δημοσιεύειν τὰ κοινωφελῆ. 141 {3Jο 4, 34}3Ὡς διδασκάλους τῆς οἰκουμένης διδάσκει τοὺς μαθητὰς προτιμᾶν τῆς οἱασδηποτοῦν βρώσεως τὸ θέλημα τοῦ θεοῦ. ὡς ἐπιθυμεῖ τις τροφῆς, οὕτω κἀγὼ τῆς σωτηρίας τῶν ἀνθρώπων. 142 {3Jο 4, 35}3Ὁ πνευματικὸς θερισμός, ὅ ἐστιν ἡ θεοσεβὴς ἐργασία, τὴν μὲν ἀπόθεσιν καὶ τὸν ἀποθησαυρισμὸν ἐν οὐρανοῖς ἔχει, ἐν δὲ τῷ μέλλοντι αἰῶνι ἀπόλαυσιν ἀτελεύτητον· οὗτος γάρ ἐστιν ὁ καιρὸς τῆς ἀνταποδόσεως. 143 {3Jο 4, 37}3Ὁ σπείρων ἐστὶν ὁ Χριστὸς τὰ σωτηριώδη δόγματα κἂν διὰ προφητῶν εἰπών, θερισταὶ δὲ οἱ ἀπόστολοι. 144 {3Jο 4, 37}3Οἱ προφῆταί εἰσιν οἱ σπείροντες, εἰ καὶ πολὺν ἔσχον κόπον ὡς πρῶτοι τὰ τῆς εὐσεβείας σπέρματα ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς καταβαλλόμενοι· οἱ γὰρ μαθηταὶ οὐ τοσοῦτον ἔσχον κάματον ἀπὸ τῶν γραφῶν πείθοντες τοὺς ἀνθρώπους. 145 {3Jο 4, 38}3Ὡς ἐμοῦ ὄντος τοῦ σπόρου κἂν διὰ προφητῶν ἐλαλήθη πέμπω ὑμᾶς θερίσαι. οἱ μαθηταὶ καὶ τοὺς Ἕλληνας τῶν γηίνων καὶ τοὺς Ἰουδαίους τῶν σαρκικῶν τοῦ νόμου λατρειῶν ἀποτέμνουσι καὶ εἰς τὴν ἅλω ἀποτίθενται, ὅ ἐστι τὴν ἐκκλησίαν, ὅπου στάχυς τριβόμενος γίνεται σῖτος ὁ ζωοποιῶν τοὺς πιστούς. 146 {3Jο 4, 40}3Σαμαρεῖται αἰτοῦσι τὸν Χριστὸν μεῖναι πρὸς