1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

25

ἄλλο τὸ δοῦναί τινι καιρίαν καὶ εἰσωθῆσαι τὸ ξίφος. 458 {3Jο 13, 27}3 458Εἴσοδον λέγει τοῦ διαβόλου ὁ εὐαγγελιστὴς τὸ κυρῶσαι τὸν Ἰούδαν ποιῆσαι τὰ τῷ διαβόλῳ ἀρεστά. ὅτε δῆλον αὐτὸν ἐποίησεν ὁ θεὸς καὶ ἀφώρισεν, τότε αὐτῷ ὁ διάβολος ἐπεπήδησε διὰ τὴν ἄμετρον ἀναισχυντίαν. 459 {3ςο 13, 27}3Οὐχ ὡς προστάττων τοῦτο λέγει, ἀλλ' ὡς ὀνειδίζων ὃν ἀφῆκε πράττειν ὃ ἤθελεν, ἐπείπερ οὐκ ἐβούλετο διορθωθῆναι. ἐπειδὴ τοῦτό σοι δέδοκται, σπούδασον ἐπὶ τὴν κατ' ἐμοῦ ἐπιβουλήν· οὐ γὰρ λυπεῖ με τὸ παθεῖν. 460 {3Jο 13, 27}3Οὐκ αἴτιον τῆς ἀποστασίας Ἰούδα τὸ ἐν τάξει εὐλογίας δοθὲν αὐτῷ ψωμίον, ἀλλ' ἡ μετὰ τὸν ἔλεγχον ἀμετάθετος κακία. διὸ καὶ ὡς εἰς ἀθύρωτον πόλιν εἰσεπήδησεν ὁ ἐχθρός. 461 {3Jο 13, 28}3Ἐπειδὴ τάχα ὁ Ἰωάννης λάθρα αὐτῷ εἶπε καὶ ἤκουσεν, οὐδεὶς ἔγνω· εἰ γὰρ ἔγνωσαν, τάχα ἂν καὶ ἀπέκτειναν αὐτὸν ἢ ὅτι ἐν θορύβῳ ἦσαν ὡς μὴ εἰδότες τὰ ἐν καρδίᾳ τοῦ Ἰούδα ἠγνόουν τὸ λεχθέν. 462 {3Jο 13, 29}3Ἐάν τις εἴπῃ, πῶς ὁ ἐξ ἀλλοτρίων τρεφόμενος καὶ μήτε πήραν ἢ βαλλάντιον συγχωρήσας βαστάσαι τοῖς μαθηταῖς γλωσσόκομον εἶχε, λεκτέον, ὅτι ἕνεκεν μόνον τῶν πτωχῶν τοῦτο ἐγένετο. 463 {3Jο 13, 31}3Εἰ καὶ ὁ υἱὸς πάντα ποιεῖ, ἀλλ' οὖν δι' ὧν ὅσα ποιεῖ τῷ πατρὶ ἀνατίθησι, δοξάζει τὸν πατέρα. 464 {3Jο 13, 31}3Ὁ Χριστὸς ὡς διὰ τοῦ ἰδίου θανάτου θανατώσας τὸν θάνατον ἐδοξάσθη, διδάσκει, ὅτι τὸ ὑπομεῖναι διὰ τὸν θεὸν ἐπονείδιστα δόξα ἐστίν. 465 {3Jο 13, 31}3Ἐδοξάσθη ὁ πατὴρ ἐν υἱῷ, ἐπειδὴ ἐγνώσθη τίνος ἐστὶ πατήρ. οὕτως καὶ ὁ υἱὸς δοξάζεται ὡς τοιοῦτον ἔχων τὸν γεννήσαντα αὐτόν. 466 {3Jο 13, 32}3∆ι' ἑαυτοῦ ὁ πατὴρ δοξάσει τὸν υἱὸν καὶ εὐθύς, ὅ ἐστιν ἐν τῷ σταυρῷ, ὅτε ἥλιος ἐσκοτίσθη, αἱ πέτραι ἐσχίσθησαν καὶ μετὰ πεντήκοντα ἡμέρας τὸ πνεῦμα κατελθὸν πᾶσι κατάδηλον ἐποίησε τὸν υἱόν. 467 {3Jο 13, 33}3Ἐζήτουν αὐτὸν ὡς ἀγαπῶντα καὶ ὡς διδάσκαλον. 468 {3Jο 13, 33}3Τοῖς ἀνθρώποις εἶπεν τοῦτο διὰ τὴν αὐτῶν ἀπιστίαν· τοῖς γὰρ μαθηταῖς συνῆν καὶ σύνεστι διὰ παντὸς καὶ ὅτι μετὰ τὴν ἀνάστασιν καὶ εἶδον αὐτὸν καὶ συνέφαγον. 469 {3Jο 13, 34}3Καινόν ἐστι τὸ εἶδος τῆς ἐντολῆς ταύτης καὶ ὑπὲρ νόμον τὸ ἀγαπᾶν τὸν πλησίον ὑπὲρ ἑαυτόν. οὐ θέλω ὑμᾶς ἀγαπᾶν ἐκείνους οὓς χρεωστεῖτε, ἀλλ' οἷς οὐκ ὀφείλετε· καὶ γὰρ κἀγὼ ὑπὲρ ὑμῶν

ἀποθνῄσκω, οἷς οὐδὲν ἐποφείλω. 470 {3Jο 13, 34-35}3Οὐκ ἐξ ὧν ποιεῖτε σημείων, γνωσθήσεσθε, ὅτι μαθηταί μού ἐστε· τοῦτο γὰρ ὅλον τῆς ἄνωθέν ἐστι χάριτος, ἀλλ' ἐξ ὧν ἀγαπᾶτε ἀλλήλους καὶ ὁμόνοιαν ἔχετε καὶ χαρίζεσθε ἑαυτούς. 471 {3Jο 13, 35}3Ὁ Χριστὸς υἱός ἐστιν ἀγάπης, ὅς ἐστιν ἡ κατὰ φύσιν ἀγάπη αὐτοαγάπη ὢν φύσει καὶ καρπὸς ἀγάπης οὐκ ἐπίκτητον ἔχων τὸ τῆς ἀγάπης ἀγαθόν. 472 {3Jο 13, 36}3∆ιὰ τὸ ἀδρανὲς ἀπαγορεύει τῷ Πέτρῳ ἀκολουθήσειν αὐτῷ, ὕστερον δὲ ὑπισχνεῖται διὰ τὸ εὔτολμον. ἐπειδὴ καὶ αὐτὸς ὡς ὁ Χριστὸς ἔμελλε σταυ ρωθῆναι, προλέγει τὸ μέλλον αὐτῷ μόνῳ συμβήσεσθαι. 473 {3Jο 13, 37}3Τύπος ἡμῖν γέγονε Πέτρος ἐρωτᾶν τοὺς διδασκάλους ἅπερ ἀγνοοῦμεν. 474 {3Jο 13, 37}3Ἀπιστήσας ποσῶς τοῖς εἰρημένοις ὁ Πέτρος διαπυνθάνεται, οὕτω καὶ ὑπεραποθανεῖν αὐτοῦ ὑπισχνεῖται. 475 {3Jο 13, 38}3Ἐπειδὴ οὐ θέλεις πεισθῆναι, ὅτι ἀδύνατόν ἐστι μὴ γενέσθαι ὃ λέγω, ἐν τῇ ἀρνήσει αὐτὸ γνώσῃ. τοῦτο δὲ ὑπέστη οὐ τοῦ Χριστοῦ αὐτὸν εἰς τοῦτο ἀγαγόντος, ἀλλ' ἐάσαντος αὐτὸν ἔρημον, ἵνα μὴ ἀρθῇ εἰς ἀπόνοιαν. 476 {3Jο 13, 38}3Μηδεὶς λεγέτω, ὅτι ὁ Πέτρος διὰ τοῦτο ἠρνήσατο, ὅτι εἶπεν ὁ Χριστός· οὐ γὰρ ἀνάγκην ἐπέθηκεν αὐτῷ ὥστε ἐλθεῖν αὐτὸν εἰς ἄρνησιν, ἀλλ' ὅπερ ἔμελλεν πάντως ἔσεσθαι, προλέγει τῷ μαθητῇ ὡς θεός. οὐκ ἐξ ἀπίστου δὲ ψυχῆς γέγονεν ἡ ἄρνησις, ἀλλ' ἐξ ἀσθενείας. 477 {3Jο 13, 38}3Οὐ πάντες μέλλετε, φησίν, ἀρνήσασθαι, ἡ ἄρνησις τοῦ Πέτρου διὰ τῆς μετανοίας καὶ ὁμολογίας ἐξαλειφθήσεται. 478 {3Jο 14, 2}3Εἰ μὴ πάλαι ὑμῖν προπαρεσκεύαστο ὁ τόπος, ἐν ᾧ μέλλετέ μοι συνεῖναι, εἶχον ἀπελθεῖν καὶ ἑτοιμάσαι ὑμῖν τόπον. 479 {3Jο 14, 3}3Οὐ χρὴ ἕνεκεν τοῦ ἑτοιμάσαι ὑμῖν τόπον ἀνελθεῖν, ἀλλ' ἵνα νομὴν ποιήσω ὑμῖν ἀνόδου, ὅπου τὸ τῶν ἀγγέλων οἰκητήριον,