1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

20

365 {3Jο 10, 39}3Ἐξ ὧν εὐκόλως αὐτοὺς διαφεύγει καὶ ἀκόντων αὐτῶν, δείκνυται, ὅτι οὐκ ἂν ἑάλω εἰ μὴ ἑκών. 366 {3Jο 10, 40}3Ἵνα ἀναμνήσῃ τοὺς ὄχλους, ὧν εἶπεν περὶ αὐτοῦ ὁ Ἰωάννης, ἦλθεν ἐκεῖ. οἱ περάσαντες τὸν μυστικὸν Ἰορδάνην ἀποκομίζονται πρὸς θεὸν ὡς καὶ ὁ Χριστὸς πέρασας τὸν Ἰορδάνην ἦλθεν εἰς τὴν τῶν ἐθνῶν ἐκκλησίαν καὶ ἔμεινεν ἐκεῖ. 367 {3Jο 11, 2}3Οὐκ ἔστιν αὕτη ἧς ὁ Ματθαῖος μέμνηται καὶ ὁ Λουκᾶς· ἐκεῖναι γὰρ πόρναι ἦσαν, ὧν ἠνέσχετο ὁ Χριστὸς δι' ἀγαθότητα. 368 {3Jο 11, 2}3Ἵνα εὐλογίαν ἐκ τῆς ἁγίας σαρκὸς ἀναμάξηται, ἐποίησεν τοῦτο. 369 {3Jο 11, 4}3Οὐκ ἔστι πρὸς διηνεκῆ θάνατον, ἀλλ' εἰς μόνας τέσσαρας ἡμέρας. ἐπειδὴ ἀνέστη μετ' οὐ πολύ, πρὸς τὸ πέρας ὁρῶντες τοῦ πράγματος λέγομεν μὴ εἶναι πρὸς θάνατον τὴν ἀσθένειαν. οὐ τοσαύτης ἦν δόξης καὶ θαύματος τὸ ἐγεῖραι τὸν Λάζαρον ἐκ τῆς νόσου, ὅσον τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν. 370 {3Jο 11, 6}3∆ιὰ τοῦτο δὲ ἔμεινεν, ἵνα ἀποθάνῃ καὶ ταφῇ καὶ μὴ εἴπωσιν οἱ Ἰουδαῖοι, ὅτι καρωθέντα αὐτὸν ἀνέστησεν. 371 {3Jο 11, 7}3∆ιὰ τοῦτο προλέγει, ἵνα μὴ ἀθρόον ἀπελθόντος

αὐτοῦ ἐκεῖ ταραχθῶσιν. 372 {3Jο 11, 8-9}3Τὸ δὲ ζητοῦσί σε λιθάσαι καὶ τὰ ἑξῆς ὡς μήπω ὄντες ἀπηρτισμένοι καὶ νομίζοντες, ὅτι καὶ ἄκων ἔπασχεν, εἰπεῖν αὐτὸν τοῦτο οὐχὶ δώδεκα ὧραί εἰσι καὶ τὰ ἑξῆς. 373 {3Jο 11, 9}3Ὥσπερ ἄστατος ἡ ἡμέρα ἀπὸ ὥρας εἰς ὥραν μεταβαίνουσα, οὕτω καὶ ἡ τῶν ἀνθρώπων γνώμη, ὅ ἐστιν τῶν Ἰουδαίων. εἰ ὁ ἐν ἡμέρᾳ περιπατῶν οὐ προσκόπτει, πῶς ἐγὼ ὁ πάντας φωτίζων ὑπομένοιμι τὰ τῶν ἀβουλήτων; 374 {3Jο 11, 15}3Ὡς πρὸς ζῶντα λέγει, ὅτι ἄγωμεν· αὐτῷ γὰρ ἔζη ὡς θεῷ. 376 {3Jο 11, 16}3Ἵνα μὴ ἀφιλόστοργοι φανῶμεν, σπεύσωμεν ἐπὶ τὴν τοῦ φίλου ἡμῶν σω τηρίαν ὑπερορῶντες τῶν Ἰουδαϊκῶν ἐπιβουλῶν. 377 {3Jο 11, 25}3Ζωὴν ἑαυτὸν εἶπεν ὁ κύριος, οὐ ζῷον· τὸ μὲν γὰρ ζῷον δεκτικόν ἐστι ζωῆς, ἡ δὲ ζωὴ παρεκτικὴ τοῦ ζῆν ὡς ἡ σοφία καὶ ὁ σοφός· ὁ μὲν λαμβάνει, ἡ δὲ δίδωσιν. 378 {3Jο 11, 31}3Εἰ μὴ οἰκονομίᾳ τοῦ θεοῦ τοῦτο ἐγεγόνει, οὐκ ἂν ἐμέμνητο αὐτοῦ ὁ εὐαγγελιστής· γέγονε δέ, ἵνα καὶ ἄκοντες παραγένωνται καὶ μαρτυρήσωσι τῷ σημείῳ. 379 {3Jο 11, 33}3Λυπηθεὶς ὁ Χριστὸς καὶ ὁρῶν ἐν ἑαυτῷ κινηθεῖσαν τὴν λύπην καὶ νεύουσαν τὴν σάρκα πρὸς δάκρυον ἐπιπλήττει τῇ σαρκὶ τῇ τοῦ ἁγίου πνεύματος δυνάμει, ἥτις μὴ ἐνεγκοῦσα τὸ τῆς ἑνωθείσης αὐτῷ θεότητος κίνημα τρέμει καὶ τῆς λύπης περικρατεῖ· οὐδὲ γὰρ ἥρμοζεν ἐπὶ νεκρῷ δακρύειν τῷ τὴν ἐλπίδα τῆς ἀναστάσεως εἰσάγοντι. 380 {3Jο 11, 34}3Ὡς ἀφιλόκομπος τοῦτο εἶπεν καὶ ἀγνοεῖν σχηματίζεται διὰ τὸ τῆς ἀνθρω πίνης φύσεως ταπεινὸν ὁ πάντα εἰδὼς ὡς θεός, ἵνα πολλοὺς ἑλκύσῃ εἰς τὸν τόπον. 381 {3Jο 11, 34}3Οὐχ ὡς ἀγνοῶν ἐρωτᾷ ὁ πρὸ πολλοῦ διαστήματος τοῦτο εἰδώς, ἀλλ' ἵνα προφάσει τοῦ ὑποδεῖξαι τὸν τόπον ἔλθωσιν καὶ ἴδωσιν τὸ σημεῖον. 382 {3Jο 11, 35}3Συμπαθήσας τοῖς δακρύουσιν ἐδάκρυσεν, οὐχ ὃν ἔμελλεν ἀνιστᾶν. 383 {3Jο 11, 38}3Πάλιν ἐπιτιμᾷ τῷ πάθει, ἵνα μάθωμεν, ὅτι ἄνθρωπος γέγονεν ἀτρέπτως ὡς ἡμεῖς. 384 {3Jο 11, 39}3∆ιὰ τὴν ὑπερβολὴν τοῦ θαύματος τρόπον τινὰ πάλιν ἀπιστεῖ ἡ Μάρθα. 385 {3Jο 11, 40}3Ἐν τοῖς ὑπὲρ φύσιν φαίνεται ἡ τοῦ θεοῦ δόξα. διὰ τὸ ἀσθενὲς τῶν ἀκροατῶν τὴν τοῦ πατρὸς δόξαν φησίν, διὰ τὸ ἀκενόδοξον οὐκ εἶπεν ὄψει τὴν δόξαν μου, ἀλλὰ τὴν τοῦ πατρός. 386 {3Jο 11, 41}3Ἴσος δὲ ὢν τῷ πατρὶ εὐχαριστεῖ αὐτῷ, ἵνα ἡμεῖς τῷ ὑπὲρ ἑαυτοὺς εὐχα ριστῶμεν. τοῦτο ἐπὶ φίλων λέγεται καὶ ὁμοτίμων. 387 {3Jο 11, 43}3Ὡς πόρρωθεν οὖσαν τὴν ψυχὴν διὰ κραυγῆς καλεῖ, οὐ μὴν ὡς οὖσαν ἐν τῷ μνήματι, ὡς Ἑλλήνων μυθεύουσι παῖδες. ἡ δὲ κραυγὴ τοῦ κυρίου τύπος ἦν τῆς «μεγάλης σάλπιγγος» τῆς μελλούσης ἠχῆσαι ἐν τῇ κοινῇ ἀναστάσει. θεοπρεπὲς δὲ καὶ βασιλικὸν τὸ κέλευσμα. 388 {3Jο 11, 44}3Οὕτω καὶ ἡ καθολικὴ μέλλει γενέσθαι ἀνάστασις «ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ». ὅμοιον δὲ σημεῖον σχεδὸν τῆς ἀναστάσεως τὸ δεδεμένων τῶν χειρῶν καὶ τῶν ποδῶν καὶ τῶν ὀφθαλμῶν ἐξελθεῖν περιπατοῦντα. διὰ τοῦ λύειν ἐμαρτύρουν, ὅτι οὐκ ἦν φάντασμα, ἀλλ' ὁ Λάζαρος ἦν.