1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

3

ἀόρατος, ἀλλὰ καὶ ὁ υἱός· εἰ γὰρ καὶ ὤφθη ἐν σαρκί, ἀλλ' οὐ κατὰ τὴν οὐσίαν, ἣν οὐδὲ ἄγγελοι θεωροῦσιν ὥς ἐστιν· πολλοὶ μὲν γὰρ ἴσασι θεόν, τὴν δὲ οὐσίαν οὐδεὶς οἶδεν. οὐ τὸ κρυπτόμενον σῶμα τοῦτο καλεῖται ἀόρατον, ἀλλὰ τὸ ἀσώματον τὸ μὴ πεφυκὸς ὁρᾶσθαι μηδὲ νῷ. 29 {3Jο 1, 18}3∆ιὰ τοῦ ἀξιοπίστου προσώπου ὑψηλὸν τοῦτο δόγμα καὶ ὑπὲρ ἄνθρωπον συνίστησι· «τίς γὰρ οἶδεν τὰ» τοῦ θεοῦ καὶ πατρὸς εἰπεῖν, εἰ μὴ ὁ ἐξ αὐτοῦ γεννηθεὶς υἱὸς καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα τὸ «καὶ τὰ βάθη τοῦ θεοῦ» ἐπιστά μενον. 30 {3Jο 1, }3Ἀντὶ τοῦ ταῦτα ἐλάλησε μαρτυρῶν, ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, οὐ μὴν αὐτὸς ὁ Ἰωάννης, ὡς κακῶς ὑπώπτευσάν τινες περὶ αὐτοῦ.

31 {3Jο 1, -23}3Ἀρετῆς ἔργον τὸ μὴ ἐπαίρεσθαι τοῖς ἐκείνων ἐπαίνοις καὶ ἐν τοῖς οὐκ ἰδίοις ἐγκαλλωπίζεσθαι κόσμοις. ἔφη· ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· εὐθύνατε τὴν ὁδὸν τοῦ κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης. 32 {3Jο 1, 23}3Ὡς φωνὴ λόγου προτρέχει, οὕτω καὶ τοῦ Χριστοῦ λόγου ὄντος ὡς φωνὴ προτρέχει ὁ Ἰωάννης. 33 {3Jο 1, 23}3Εἰ μὴ προπαρήγγειλέ με Ἠσαΐας κηρύξαι τὸν Χριστόν, ὅς ἐστι κύριος, οὐκ ἂν ἐτόλμων λαλῆσαι. 34 {3Jο 1, 24}3Ὡς ἀκριβέστεροι περὶ τὴν γνῶσιν τῶν γραφῶν ἦλθον οὗτοι, οὓς ὁ Ἰωάννης ἠρέμας ἤλεγξεν ἀπαιδεύτους εἶναι καὶ ἀνοήτους ὡς τοῦ κατημαξευμένου παρ' αὐτοῖς προφήτου τὴν περικοπὴν τὴν περὶ αὐτοῦ εἰρημένην ἀγνοεῖν. 35 {3Jο 1, 25}3Ὡς ἔοικε τοιαύτας εἶχον παρὰ τῶν διδασκάλων αὐτῶν παραδόσεις ὡς μόνοις ἐκείνοις ἐξῆν βαπτίζειν ἤγουν ἢ ὁ Χριστὸς ἢ ὁ Ἠλίας ἢ ὁ προ φήτης. 36 {3Jο 1, 26}3Αὐτὸς ὁ Ἰωάννης ἀξιόπιστός ἐστι τῶν ἑαυτοῦ μάρτυς, ὅπου γε οὐδὲν μέγα περὶ ἑαυτοῦ ἐφθέγξατο, ἀλλὰ καὶ πολὺ ταπεινὸν ψιλὸν ὕδωρ ἀποκαλέσας τὸ τοῦ ἰδίου βαπτίσματος. 37 {3Jο 1, 26}3Ἕως τοῦ καιροῦ τῆς οἰκονομίας ὁ Χριστὸς παρὼν ἐν μέσῳ πάντων ἠγνο εῖτο. καὶ μετ' ὀλίγα· μέσον δὲ ἱστάμενον καὶ ἀγνοούμενον λέγει τὸν Χριστὸν διὰ τὴν τῆς σαρκὸς περιβολήν. 38 {3Jο 1, 29}3Ἀμνός ἐστιν ὡς διδόμενος ὑπὲρ ἀφέσεως ἁμαρτιῶν τῶν ἀναγεννωμένων «διὰ λουτροῦ παλιγγενεσίας», αἴρων δὲ εἰπὼν δείκνυσιν, ὅτι ἀεὶ αἴρει. 39 {3Jο 1, 30}3Ἔμπροσθεν γέγονεν ὁ Χριστὸς τοῦ Ἰωάννου ὡς λύων «τὴν ἁμαρτίαν τοῦ κόσμου» καὶ ἐν πνεύματι ἁγίῳ βαπτίζων ὡς ψιλοῦ ὄντος τοῦ ὕδατος τοῦ βαπτίσματος Ἰωάννου. ἀνὴρ δὲ καλεῖται ὡς ἐκ γυναικὸς τεχθεὶς τὸ «κατὰ σάρκα» ἢ ὅτι τριακονταετὴς ὑπῆρχεν· (τὸν γὰρ τῷ χρόνῳ τούτῳ ἐπιβάντα ἄνδρα καλοῦσιν) ἢ ὅτι τέλειος ἦν ἐν πάσῃ ἀρετῇ πρακτικῇ τε καὶ θεωρητικῇ ἢ ὅτι πάσης τῆς λογικῆς φύσεως, ὅ ἐστι τῆς ἐκκλησίας, νυμφίος ἐστίν. ὡς τῆς ἐκκλησίας γυναικὸς ἐχούσης πρόσωπον ὁ Χριστὸς ἀνὴρ καλεῖται ὡς νυμφευό μενος τὰς τῶν πιστῶν ψυχάς. 41 {3Jο 1, 31}3Ἕνεκεν τοῦ κηρύξαι τὸν Χριστὸν καὶ κατάδηλον ποιῆσαι τῷ λαῷ ἐβάπτιζεν ὁ Ἰωάννης. 42 {3Jο 1, 32}3Οἰκονομίας τρόπῳ εἴρηται τοῦτο· ἀχώριστον γάρ ἐστι τοῦ υἱοῦ ὡς καὶ τοῦ πατρός· αἰσθητῶς γάρ τι τῶν τῆς τριάδος ἰδεῖν ἀδύνατον. 43 {3Jο 1, 33}3Ὡς ἐκ πρώτης ἡλικίας ἐν τοῖς ἐρήμοις διάγων τὸ ἀνύποπτον τῆς μαρτυρίας συνίστησιν ὡς δι' ἀποκαλύψεως μαθὼν αὐτόν. 45 {3Jο 1, 35}3Τρίτη αὕτη εὑρίσκεται ἡμέρα, ἀφ' οὗ ἐποιήσαντο οἱ Φαρισαῖοι τὴν πρὸς τὸν Ἰωάννην συντυχίαν, ἐν ᾗ ἐπυνθάνοντο αὐτοῦ τίς ἐστιν. 46 {3Jο 1, 36}3∆ιὰ τὸ ῥᾴθυμον τῶν ἀκροατῶν τοῖς αὐτοῖς κέχρηται λόγοις· ἀρετὴ γὰρ διδασκάλου τὸ τοῖς αὐτοῖς κεχρῆσθαι πρὸς τὸ ἐμπαγῆναι τοὺς λόγους ἐν ταῖς τῶν ἀκροατῶν ψυχαῖς. 47 {3Jο 1, 38}3Ἐπειδὴ οἱ ἀκολουθοῦντες Χριστῷ οὐ δύνανται αὐτὸν φθάσαι, συγκατα βατικῶς στρέφεται πρὸς αὐτοὺς δεικνὺς αὐτοῖς τὸ ἑαυτοῦ πρόσωπον, ἵνα γνῶσιν, ὅτι αὐτός ἐστιν ὁ πληρῶν «τὸν νόμον» καὶ διδάσκων τὰ ἐν αὐτῷ. 48 {3Jο 1, 38}3Οὐχ ὡς ἀγνοῶν δὲ ἐρωτᾷ, ἀλλ' ἐκκαλούμενος αὐτοὺς εἰς ὁμιλίαν. 49 {3Jο 1, 39}3Οὐκ ἔστι τοῦτο ἐναντίον τῷ εἰρημένῳ «ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ»· εἰ γὰρ καὶ κατέμεινεν ἐν οἴκῳ, ἀλλ' ἴδιον οὐκ ἐκτήσατο καταγώγιον. 50 {3Jο 1, 45}3Ὃν εὐηγγελίσω μοι, φησίν, πῶς δυνατὸν εἶναι τὸν Χριστὸν ἐκ Ναζαρέθ, ὃν εἶπεν ἡ