1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

15

καταδεδικασμένων ἐστέ. «οὐκ ἦλθον» νῦν εἰς τὸ κρῖναι «τὸν κόσμον», ἀλλ' εἰς τὸ σῶσαι. 270 {3Jο 8, 16}3Πρὸς τὴν ὑπόνοιαν τῶν ἀκουόντων λέγει τοῦτο, τοῦτ' ἔστιν ἡ ἐμὴ κρίσις τοῦ πατρός ἐστιν καὶ οὐκ ἄλλως ἐγὼ παρὰ τὸν πατέρα κρίνω ἢ ὁ πατὴρ παρὰ τὸν υἱόν. οὐχ ὡς ἀσθενῶν περὶ τοῦ κρῖναι τοῦτο εἶπεν, ἀλλ' ὅτι σὺν τῷ υἱῷ ὁ πατὴρ μέλλει κρῖναι τοὺς ἀπιστοῦντας τῷ ἀπεσταλμένῳ ἐξ αὐτοῦ. 271 {3Jο 8,

17-18}3Οὐ μόνον τοῦτο θέλει δεῖξαι, ὅτι δύο εἰσὶν αὐτὸς καὶ ὁ πατήρ, ἀλλ' ὅτι καὶ τῆς αὐτῆς οὐσίας. εἰ ἓν ἦν πρόσωπον πατρὸς καὶ υἱοῦ κατὰ Σαβέλλιον, ἔδοξεν ἂν καθ' ἑαυτοῦ προαγαγεῖν τὴν τοῦ νόμου μαρτυρίαν. 272 {3Jο 8, 17-19}3Οὐχ ἁπλῶς τοῦτο ἐκλάβοιμεν ὡς ἐπ' ἀνθρώπων εἰρῆσθαι· οὐ γὰρ ἐπειδὴ δύο εἰσίν, διὰ τοῦτό ἐστιν ἡ μαρτυρία ἀληθής· οὐδὲ γὰρ δύο εἰσίν, ὅταν ὁ εἷς ἑαυτὸν μαρτυρῇ, ἀλλὰ τοῦτό φησιν δι' οὐδὲν ἕτερον, ἀλλ' ἵνα δείξῃ ἑαυτὸν ὁμοούσιον τῷ πατρὶ καὶ δι' ἑαυτοῦ δείξῃ πάλιν οὐ δεόμενον ἄλλης μαρτυρίας καὶ ἵνα μὴ νομίσῃ τις, ὅτι ἀριθμοῦ ἕνεκεν παρείληπται, δείκνυσι τὴν ἐξουσίαν· εἰπὼν γὰρ δύο ἀνθρώπων ἡ μαρτυρία ἐστὶν ἀληθὴς ἐπήγαγεν· ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ ὅπερ εἰμὶ τοῦτο λέγειν οὐ παραιτή σομαι· μαρτυρῶ γὰρ ὅτι «φῶς εἰμι τοῦ κόσμου». εἰ δὲ ἀξιόχρεως εἶναι οὐ δοκῶ, ἐπείπερ εἰμὶ μόνος καὶ ἑαυτῷ μεμαρτύρηκα, παραλήψομαι συμψηφιούμενον τοῖς ἐμοῖς λόγοις τὸν πατέρα τοῖς πράγμασιν· συνθαυματουργεῖ γάρ, ὡς ὁρᾶτε, καὶ συνεργάζεται. τοῦτο δὲ μὴ συνιέντες οἱ τάλανες περὶ τοῦ κατὰ σάρκα νομι σθέντος πατρὸς εἰρῆσθαι ταῦτα ὑπέλαβον. διὸ ληροῦντες ἔλεγον· ποῦ ἐστιν ὁ πατήρ σου ἤτοι ὡς μὴ εἰδότι τὸν πατέρα ὡς ἐκ μοιχείας ὄντι διαλοιδορού μενοι ἔλεγον τὸ ποῦ ἐστιν ὁ πατήρ σου. 273 {3Jο 8, 19}3Τὸν Ἰωσὴφ οἰόμενοι αὐτοῦ εἶναι πατέρα τοῦτο εἶπον ἢ ὀνειδίζουσιν αὐτῷ ὡς ἐκ παρθένου τεχθέντι καὶ οὐκ εἰδότι τὸν ἴδιον πατέρα. 274 {3Jο 8, 19}3Εἰ ἄνθρωπον ὑποπτεύετε εἶναι τὸν πατέρα μου, οὐκοῦν οὐδὲ ἐμὲ οἴδατε. ἀλλ' ἐπείπερ οἱ φιλομαθεῖς διὰ τῆς τοῦ Ἰησοῦ γνώσεως νοοῦσι τὸν πατέρα, ὁ πατὴρ ἐν υἱῷ ὡς ἐν εἰκόνι ἰδίᾳ χαρακτηρίζεται. οὐκοῦν ἴσος ὁ υἱὸς τῷ πατρί. λέγων, ὅτι ἀγνοεῖτε τὸν πατέρα μου καὶ ἐμέ, διδάσκει, ὅτι οὔτε τοῦ Ἰωσὴφ ἦν, οὗ ᾔδεσαν, οὔτε τὸν περὶ σαρκώσεως αὐτοῦ ᾐτήσαντο λόγον. 275 {3Jο 8, }3Ὥστε οὖν τότε αὐτὸν ἐχειρώσαντο, ὅτε αὐτὸς συνεχώρησεν. ἐν τῷ ἱερῷ οὖν ἐδίδασκεν ὡς διδάσκαλος, ὅπερ πολὺ αὐτοὺς ἔδακνεν. καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἦν καιρὸς καθ' ὃν ἤθελεν παθεῖν. 276 {3Jο 8, 21}3Ἔξω τῶν τῆς βασιλείας ἀγαθῶν διαμενεῖτε οὐ δυνάμενοι εἰς οὐρανοὺς ἀναβῆναι, ἐπείπερ τὸν ἄνωθεν ἐλθόντα οὐ προσεδέξασθε. 277 {3Jο 8, 23}3Κόσμον ὧδε τὰς σαρκικὰς ἐννοίας φησίν, λέγων δὲ ἑαυτὸν μὴ εἶναι ἐκ τοῦ κόσμου, 278 {3Jο 8, 24}3Ὁ μὴ πιστεύων ἀνάγκῃ ἀπέρχεται ἔχων «τὸν παλαιὸν ἄνθρωπον», ὃν ἐὰν μὴ θανατώσῃ διὰ τῆς πίστεως, ἐναποθανεῖται ἐν αὐτῷ καὶ ἀπέρχεται δώσων εὐθύνας τῶν προτέρων ἁμαρτημάτων. 279 {3Jο 8, 28}3Κἂν λύω τὸ σάββατον, οὐκ ἀπαρέσκει τῷ πατρί. 280 col 1 {3Jο 8, 28}3Ἀπὸ τῶν σημείων τῶν μελλόν των γίνεσθαι ἐν τῷ καιρῷ τοῦ πάθους γνώσεσθε, ὅτι ἐγώ εἰμι ὁ Χριστός.Ἀπὸ τῶν σημείων τῶν γεγονό των ἐν τῷ καιρῷ τοῦ πάθους, ἔγνωσαν ἄν, ὅτι αὐτὸς ἦν ὁ Χριστός. 281 {3Jο 8, 28}3Ὅταν ἀνέλητέ με καὶ δόξητε ἀπαλλάσσεσθαί μου, τότε γνώσεσθε, ὅτι υἱὸς θεοῦ εἰμι ἀπὸ τῶν σημείων, ἀπὸ τῆς ἀναστάσεως, ἀπὸ τῆς

ἁλώσεως ὑμῶν. 282 {3Jο 8, 28-29}3∆ιὰ τὸ ἀσθενὲς τῶν ἀκροατῶν οὕτω λαλεῖ, τοῦτ' ἔστιν οὐκ εἰμὶ ἐναντίος τῷ πατρὶ διὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον. ἐπειδὴ ὁμοούσιός εἰμι τῷ πατρί, οὐδὲν ποιῶ, ὧν οὐ ποιεῖ ὁ πατήρ· κἀκεῖνος γὰρ ἐν σαββάτῳ ἐργάζεται ὡς ἐγὼ καὶ ἃ λαλεῖ, λαλῶ καὶ μάτην με ὡς ἀντίθεον διαβάλλετε. ἵνα μὴ διὰ τοῦ εἰπεῖν ὁ πέμψας με ἐλάττωσιν ἐννοήσωσιν, λέγει· μετ' ἐμοῦ ἐστιν, ἀμφό τερα λέγων διὰ τὴν θεότητα καὶ τὴν οἰκονομίαν τῆς σαρκώσεως. 283 {3Jο 8, 32}3Αἱ θυσίαι καὶ οἱ ῥαντισμοὶ οὐδέποτε ἠλευθέρουν ἁμαρτίας, οἱ δὲ τὴν ἐν πνεύματι λατρείαν