1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

30

ἀπελείφθη τοῦ κόσμου· θεὸς γάρ ἐστι πληρῶν τὰ πάντα. 553 {3Jο 16, 32}3Τὸ «ἄρτι πιστεύετε», ἀνθρωπινώτερον τοῦτο λέγει· καθὸ γὰρ θεὸς ὑπάρχω, ἐν τῷ θεῷ καὶ πατρί εἰμι φυσικῶς καὶ ἀδιαστάτως. διὰ συγκατάβασιν εἶπε τοῦτο, ἐπειδὴ οἱ μαθηταὶ ἤθελον ἀκούειν τοῦτο. 555 {3Jο 16, 33}3Κρείττων καὶ δυνατώτερος ὤφθη ὁ Χριστὸς πάσης κοσμικῆς ἁμαρτίας καὶ δίδωσι καὶ τοῖς πιστοῖς τὸ νικᾶν. ἢ ὅτι ὁ Χριστὸς ἐξ ἡμῶν γεγονὼς καθὸ ἄνθρωπος, κρείττων ἐφάνη θανάτου καὶ φθορᾶς καὶ εἰς ἡμᾶς ἡ χάρις διαβαίνει. καὶ οὕτως ὀφείλομεν θαρρεῖν, ὅτι ληψόμεθα, ἐπειδὴ ὡς ἄνθρωπος νενίκηκε καὶ ἡμεῖς δοκοῦμεν ἐν αὐτῷ νενικηκέναι· εἰ γὰρ ὡς θεὸς ἐνίκησε, πρὸς ἡμᾶς οὐδέν. 556 {3Jο 17, 1}3Ὥραν λέγει τὸν ἐπιτήδειον τοῦ πάθους καιρόν, καθ' ἣν ἔκρινε παθεῖν ὡς καὶ ἐπὶ τοῦ οἴνου εἶπεν, οὐ μὴν τὴν ἀνυπόστατον εἱμαρμένην λέγει. 557 {3Jο 17, 1}3∆ιὰ τοῦ σχήματος τῆς εὐχῆς παιδεύει ἡμᾶς ἐν τοῖς πειρασμοῖς εὔχεσθαι καὶ εἰς τὸν θεὸν καταφεύγειν. 558 {3Jο 17, 2}3∆ιὰ τὸ μὴ σκανδαλισθῆναι τοὺς ἀκούοντας οἰκονομικῶς φησιν ὃ δέδωκάς μοι. 559 {3Jο 17, 3}3Σημειωτέον, ὅτι ἡ ὀρθὴ πίστις ἐστὶν ἡ ὄντως ζωὴ ἡ τὰ ἴδια δωρουμένη ἀγαθὰ τοῖς πιστεύουσιν. ἀπεστάλθαι λέγει ἑαυτὸν οὐχ ὡς ἐξ ἀνάγκης ὑπουρ γήσας τῇ τοῦ πατρὸς βουλήσει ὡς οἱ ἄγγελοι, ἀλλ' ὡς δύναμις αὐτοῦ ὤν. 560 {3Jο 17, 4}3∆οξάζειν λέγεται τὸν πατέρα πάντα ποιήσας τὰ εἰς ἐνανθρώπησιν ἢ τὸ γνωρισθῆναι τοῦ πατρὸς τὴν δύναμιν διὰ τοῦ υἱοῦ αὐτοῦ, εἰ ὡς ἄνθρωπος λαλεῖ· δι' ὧν γὰρ οἱ ἅγιοι κατορθοῦσιν, ὁ θεὸς δοξάζεται. 562 {3Jο 17, 10}3Οὐδέν ἐστι τοῦ πατρός, ὃ μή ἐστι τοῦ υἱοῦ καὶ τὸ ἀνάπαλιν. διὰ τὴν ἐμοῦ καὶ σοῦ ἰσότητα δοξάζομαι παρὰ παντός. 563 {3Jο 17, 11}3Οἰκονομικῶς ὡς ἄνθρωπος λαλεῖ δεδόσθαι αὐτῷ τὸ τοῦ θεοῦ ὄνομα φύσει ἔχων αὐτὸ ὡς θεὸς καὶ υἱός. 564 {3Jο 17, 12}3Οὐκ ἀνάγκῃ εἷλκεν αὐτούς. διὸ καὶ Ἰούδας δι' ἑκούσιον δυστροπίαν ἀπώλετο, οὐ μόνον Ἰούδας, ἀλλὰ καὶ ἄλλοι πολλοὶ ἀπώλοντο, οὐ παρὰ τῷ Χριστῷ· ὅσον γὰρ τὸ ἐπ' αὐτῷ, οὐδεὶς ἀπώλετο. υἱὸς ἀπωλείας ἐκλήθη ὡς περιμένων καθά τινα γέννησιν τὴν τῆς ἀπωλείας ἡμέραν. 565 {3Jο 17, 12}3Κατ' ἰδίωμα ἡ γραφὴ ὡς αἰτιολογίαν τίθησι τὰ ἐκ τῆς ἐκβάσεως συμ βαίνοντα. ἔδει τὸν Ἰούδαν μαθόντα τὸ προδιαγορευθὲν μὴ προδοῦναι τὸνΧριστόν. εἰ δέ τις εἴποι, πῶς φυλάσσοντος τοῦ Χριστοῦ ἀπώλετο, λεκτέον, ὅτι οὐ τοὺς φαύλους φυλάσσει, ἀλλ' ἐᾷ αὐτεξουσίους ὃ θέλουσι πράττειν, τοὺς δὲ ἀγαθοὺς φυλάσσει καὶ δυναμοῖ διὰ τὸ μὴ ἀρκεῖν τὴν τοῦ ἀνθρώπου προαίρεσιν φυλάσσειν αὐτόν. 566 {3Jο 17, 13}3Ταῦτα λέγει, ἵνα μὴ ἀθυμῶσιν, ἀλλὰ μᾶλλον χαρῶσιν, ὅτι πρὸς τὸν πατέρα ὑπάγει. 567 {3Jο 17, 14}3Ὅταν λέγῃ «ἐκ τοῦ κόσμου» εἰσίν, τὴν φύσιν λέγει. ὅταν δὲ λέγῃ, ὅτι οὐκ εἰσίν, διὰ τὸ ἀπόνηρον λέγει ὡς καὶ αὐτὸς ἦν. τὸ δὲ καθὼς ὧδε οὐκ ἔστι ἀκριβείας ἀπαραλλάκτου. ὃ δὲ λέγει, τοῦτό ἐστιν· οὐρανοπολῖται γεγόνασι καὶ οὐδὲν ἔχουσι πρὸς τὴν γῆν κοινόν· πολὺ γὰρ τὸ τῶν φύσεων διάφορον, ὅτι μὲν γάρ ἐστι θεὸς φύσει, οἱ δὲ ἄνθρωποι. 568 {3Jο 17, 17}3Ἐπειδὴ ὅμοιον ἤμελλον ποιεῖν οἱ μαθηταί, οὗ ἐποίησεν ὁ Χριστός, δεῖσθαι αὐτούς, φησίν, τοῦ διὰ πνεύματος ἁγιασμοῦ, ἵνα δυνηθῶσι διαδραμεῖν τὴν οἰκουμένην μὴ ἐμποδιζόμενοι ὑπὸ τοῦ πονηροῦ. 569 {3Jο 17, 17-18}3Οὐ μόνοις τοῖς μαθηταῖς, ἀλλὰ καὶ πᾶσι τοῖς πιστοῖς αἰτεῖ ὁ Χριστὸς τὴν διὰ τοῦ ἁγίου πνεύματος δοθῆναι χάριν τὴν εἰς θείαν εἰκόνα τὸν ἄνθρωπον ἀναμορφοῦσαν. αὕτη δὲ ἡ ἕνωσις οὐ κατ' οὐσίαν γίνεται ἢ καθ' ὑπόστασιν, ἀλλὰ κατὰ τὴν τῆς πίστεως συμφωνίαν, καθ' ἣν ἔγνωσαν οἱ πιστοί, ὅτι ὁ υἱὸς εὐδοκίᾳ πατρὸς ἐσαρκώθη· τοῦτο γάρ ἐστι τὸ ἀποσταλῆναι. 570 {3Jο 17, 19}3Αἱ θυσίαι πᾶσαι ἅγιαι καλοῦνται ὡς θεῷ προσαγόμεναι. τὸ δὲ ἐν ἀληθείᾳ εἶπεν, ὅτι ἐν τύπῳ ἦν ὁ διὰ τοῦ προβάτου ἁγιασμὸς ἤτοι ὅτι καὶ αὐτούς σοι ἀνατίθημι προσφορὰν ἢ ὅτι τῆς κεφαλῆς θυομένης τοῦτο ἐγίνετο ἢ ὅτι καὶ αὐτοὶ παρίστων «τὰ σώματα» ἑαυτῶν «θυσίαν ζῶσαν» ἢ καὶ ὅτι χωρὶς θανάτου θυσίαν αὐτοὺς ἐποίει ὑπὲρ αὐτῶν σφαγιαζόμενος. 571 {3Jο 17, 21}3Ὅταν ἀξιωθῶσι τῆς ἑνότητος τῆς εἰρημένης, τότε γινώσκουσιν, ὅτι σύ με ἀπέστειλας. 572 {3Jο 17, 22}3∆όξαν λέγει τὴν τῶν σημείων