1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

10

ἔσται, ἀριθμηθή σονται καὶ οὗτοι εἰς τοὺς ἐν τοῖς μνήμασιν· οἱ γὰρ πράττοντες τὰ ἀγαθὰ καὶ φαῦλα, οὐ τὰ σώματα τὰ ἐν τοῖς μνημείοις ἐστίν. ὥστε οὐδὲν κωλύει παρα δέξασθαι καὶ τὰ σώματα πυρὶ ἢ ἄλλως ἀναλωθέντα, οὕτω παραδέξασθαι. 168 {3Jο 5, 28}3Ὡς ὑμεῖς οἱ Ἰουδαῖοι διὰ τὸ οἰκεῖον θέλημα πάντα παρανόμως διδάσκοντες καὶ

ποιοῦντες. 169 {3Jο 5, 28-29}3∆ι' ἀμφοτέρων οὖν τοῦ τε φόβου καὶ τῆς τιμῆς προτρέπεται εἰς σωτηρίαν τὸν ἄνθρωπον. 170 {3Jο 5, 28-29}3Ὥστε οὐκ ἀρκεῖ ἡ πίστις μόνη σῶσαι, εἰ μὴ καὶ ἔργα τις ἔχει ἀγαθά. 171 {3Jο 5, 30}3Συγκαταβάσει πάλιν κέχρηται διὰ τοὺς ἀπίστους. ἀντὶ τοῦ οὐδὲν γίνεται παρ' ἐμοῦ ὧν οὐ θέλει ὁ πατήρ, ἐπειδὴ οὐκ ἔστιν ἐν τῇ τριάδι ἄλλο καὶ ἄλλο θέλημα, ἀλλ' ἕν, ἀσθένειαν ὁ λόγος σχηματίζεται. ἔχει δὲ οὐχ οὕτω κατ' ἀλή θειαν, ἐπείπερ ἴσος ἐστὶ τῷ πατρί, εἰ καὶ ὡς ἄνθρωπος «ὑπὸ νόμον» γεγονὼς λαλεῖ. 172 {3Jο 5, 30}3Οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν, ὡς ὑμεῖς οἱ Ἰουδαῖοι διὰ τὸ οἰκεῖον θέλημα πάντα παρανόμως διδάσκοντες καὶ

ποιοῦντες. 173 {3Jο 5, 32-34}3Εἰπὼν ὅτι ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀλη θής ἐστιν ἡ μαρτυρία αὐτοῦ, ἵνα δείξῃ, ὅτι περὶ Ἰωάννου τοῦτό φησιν ἐπήγαγεν· ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκεν τῇ ἀληθείᾳ. εἶτα ἐκ τοῦ περιόντος αὐτοὺς ἐπιστομίζων ἔτι πρὸς τὴν ὑπόνοιαν αὐτῶν διαλεγόμενος μελλόντων λέγειν· εἰ παρὰ ἀνθρώπου μαρτυρίαν οὐ λαμβάνεις, τί τὴν Ἰωάννου μαρτυρίαν εἰς μέσον ἄγεις, ἔδειξεν, ὅτι οὐδὲ ἡ Ἰωάννου μαρτυρία ἀνθρώπου μαρτυρία ἦν, ἀλλὰ τοῦ θεοῦ. παρὰ γὰρ ἐκείνου μαθὼν ἔλεγεν ἅπερ ἔλεγεν. διὸ ἐπήγαγεν· ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω. 174 {3Jο 5, 33}3Ἀνύποπτός ἐστιν ἡ μαρτυρία Ἰωάννου· οὐ γὰρ αὐτόκλητος προσέδραμεν τῇ μαρτυρίᾳ. μεμαρτύρηκεν τῇ ἀληθείᾳ, τοῦτ' ἔστιν ἐμοὶ τῷ Χριστῷ, ὅς ἐστιν ἀλήθεια. 175 {3Jο 5, 35}3Λύχνος ἐστὶν ὁ Ἰωάννης πρὸς τὴν τοῦ Χριστοῦ πολιτείαν, ὅς ἐστιν ἥλιος φαίνει μὲν ὁ Ἰωάννης, καλύπτεται δὲ τῇ ὑπερβολῇ τῆς δόξης τοῦ φωτὸς τοῦ ἡλιακοῦ· οὕτω γὰρ καὶ ὁ ἥλιος καὶ ἡ σελήνη ἐν τῇ παλιγγενεσίᾳ φαίνουσι μέν, ὑπὸ δὲ τῆς δόξης τοῦ φωτὸς τῶν ἁγίων τοσοῦτον κατακρατούμενοι ὡς δοκεῖν μηδὲ ὅλως λάμπειν. λύχνον δὲ εἶπεν τὸν Ἰωάννην ὡς οὐκ οἴκοθεν ἔχοντα τὸ φῶς, ἀλλ' ἀπὸ τῆς τοῦ πνεύματος χάριτος καὶ ὅτι ἡλίου ἀνατείλαντος περιττὴ ἡ τοῦ λύχνου χρεία. 176 {3Jο 5, 36}3Τὴν τοῦ πατρὸς εὐδοκίαν καὶ σύνεσιν δόσιν λέγει ἢ τοῦτό φησι διὰ τὸ τῆς

ἀνθρωπότητος σχῆμα. 177 {3Jο 5, 37-38}3Οὔτε τοῖς προφήταις οὔτε τῇ ἄνωθεν ἐνεχθείσῃ φωνῇ οὔτε τῇ τῶν πραγμά των θαυματουργίᾳ ἐπιστεύσατε· ἁπλουστέρας γάρ ἐστι γνώσεως τὸ λέγειν, ὅτι τινὲς ἑωράκασιν θεόν. οὗτοί εἰσιν οἱ μήτε εἶδος τοῦ πατρὸς ἑωρακότες μήτε φωνὴν αὐτοῦ ἀκηκοότες οἱ μὴ πιστεύσαντες τῷ Χριστῷ, ὅς ἐστι λόγος τοῦ πατρὸς καὶ τὸ ἀληθὲς αὐτοῦ εἶδος. 178 {3Jο 5, 40}3Εἰ καὶ θέλει ὁ Χριστὸς πεισθῆναι τῇ αὐτοῦ διδασκαλίᾳ τοὺς Ἰουδαίους, ἀλλ' οὐ βιάζεται τὸ

αὐτεξούσιον. 179 {3Jο 5, 41-42}3Ὡς ἀπροσδεὴς ἐξ ἐμαυτοῦ ἔχω πληρεστάτην τὴν δόξαν καὶ τὴν τῶν ἀνθρώπων οὐ θέλω, ἀλλ' ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. 180 {3Jο 5, 42}3Τὸ δὲ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἔχετε εἶπεν δεικνὺς ὅτι οὐ δι' ἀγάπην τοῦ θεοῦ αὐτὸν ἐδίωκον, κἂν οὕτως ἐκεῖνοι προ εφασίζοντο. 181 {3Jο 5, 43}3Εἰ καὶ οἶδεν, ὅτι οὐ πείθονται καὶ δέχονται αὐτόν, ἀλλ' ὡς θεὸς τὸ ἑαυτοῦ ποιεῖ ἐλέγχων καὶ νουθετῶν αὐτούς. 182 {3Jο 5, 43}3Ὁ ἀντίχριστος τὴν τοῦ βίου δόξαν ἐπαγγέλλεται καὶ διὰ τοῦτο ἐκείνῳ πιστεύετε. 183 {3Jο 5, 45}3Ἔγγραφος κεῖται καθ' ὑμῶν κατηγορία τὰ Μωυσαϊκά, ὃς ἀπιστούμενος ἐξ ὑμῶν κατηγορήσει ὑμῶν. 184 {3Jο 6, 1}3Τῆς λίμνης φησὶ πέραν· ἔθος γὰρ τῇ γραφῇ «τὰ τῶν ὑδάτων συστήματα» «θαλάσσας» καλεῖν. 185 {3Jο 6,