1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

6

87 {3Jο 3, 17}3Εἰ ἐπὶ τὸ κρῖναι τὸν κόσμον ἐληλύθει ὁ Χριστός, πάντας κατέκρινεν. ἀλλὰ προηγουμένως ἦλθεν ἐπὶ τὸ σῶσαι τὸν κόσμον. κρίνει δὲ κατὰ τὸ συμβεβηκὸς τοὺς ἀποστατήσαντας οὐχ ὡς ὁ Μωυσέως νόμος ἦλθε κατακρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι. 89 {3Jο 3, 18}3Σημειωτέον ὅτι καθολικῶς πᾶς ὁ μὴ πιστεύων εἰς τὸν Χριστὸν κατά κριτός ἐστι τῇ κολάσει ἀποδοθησόμενος. οὐκοῦν οὐδὲ ἄγονται οὗτοι εἰς κρίσιν ὡς ἤδη κατακριθέντες. οὕτω καὶ ἐπὶ τοῦ διαβόλου νοητέον, «ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται» οὐ μόνον, ὅτι αὐτὸς οὐκ ἐπίστευσεν, ἀλλὰ καὶ ἐπείρασε τὸν κύριον καὶ «εἰς τὸν Ἰούδαν εἰσῆλθεν» ἵνα παραδῷ αὐτὸν εἰς θάνατον. 91 {3Jο 3, 22}3Οὐκ αὐτὸς ἐβάπτιζεν, ἀλλ' οἱ μαθηταὶ αὐτοῦ, ἐπείπερ αὐτὸς ἐν πνεύματι ἐβάπτιζε καὶ οὔπω ἦν καιρὸς τῆς τοῦ πνεύματος δόσεως πρὸ τοῦ πάθους.τὸ εὐαγγελικὸν λοιπὸν παρεδίδου βάπτισμα, ὅπερ πολλὴν εἶχεν διαφορὰν πρὸς τὸ Ἰωάννου· ὁ γὰρ Χριστὸς διὰ τῆς τῶν ἀποστόλων χειρὸς ἐβάπτιζεν ὡς σαφῶς ἐν τοῖς ἑξῆς λέγει. 92 {3Jο 3, 23}3Οὔτε τὸ Ἰωάννου βάπτισμα οὔτε τὸ τῶν μαθητῶν παρεῖχε τὸ πνεῦμα ἅγιον, ἀλλ' ἵνα μὴ τὸν καθ' ἕκαστον περιϊόντες κηρύττωσι τὸν Χριστόν, συνέ στησαν τὸ βάπτισμα, ἵνα τοὺς προστρέχοντας ὄχλους ἀγάγωσι πρὸς τὸν Χριστόν. 93 {3Jο 3, 23}3Τὸ «ὕδωρ τοῦ ῥαντισμοῦ» τὸ ἔχον «τὴν σποδὸν τῆς δαμάλεως» καθα ρισμὸν ἐποίει ἀκουσίων ἁμαρτημάτων καὶ τοὺς ἀπὸ ἁφῆς νεκρῶν ἐκάθαιρεν· Ἰωάννου δὲ τὸ βάπτισμα τοῖς γνησίως μετανοοῦσι καὶ τῶν ἑκουσίων παρεῖ χεν ἄφεσιν, τὸ δὲ τοῦ Χριστοῦ πάντων τῶν ἁμαρτημάτων, ἀλλὰ καὶ πνεῦμα ἅγιον παρεῖχε καὶ υἱοθεσίας ἀξίαν. 94 {3Jο 3, 25}3Οἰκονομικῶς ζήτησις γέγονεν ἔτι ζῶντος Ἰωάννου, ἵνα διὰ τῆς φωνῆς αὐτοῦ ἡ τῶν βαπτισμάτων διαφορὰ φανῇ. 95 {3Jο 3, 29}3Νυμφίος ἐστὶν ὁ Χριστὸς καὶ ἡ ἐκκλησία νύμφη καὶ ὁ νυμφὼν ὁ τόπος τοῦ βαπτίσματος, ἔνθα γίνεται ἡ πνευματικὴ συνάφεια, ἐπειδὴ πάντα φαιδρὰ καὶ χαρᾶς ἀνάμεστα καὶ εὐφροσύνης. τί γὰρ μακαριώτερον τοῦ καθαρισθῆναι ἁμαρτιῶν καὶ κολληθῆναι θεῷ καὶ «κοινωνὸν γενέσθαι θείας φύσεως» διὰ τῆς τοῦ ἁγίου πνεύματος μετουσίας· ταῦτα γὰρ ὁ «ἀρραβών», τὰ δὲ τελειότερα ἐν τῷ μέλλοντι, ὅτε πάλιν εἰσελθὼν ὁ νυμφίος εἰσάγει σὺν αὐτῷ τὰς παρθένους ψυχὰς καὶ κλείεται ἡ θύρα τοῦ νυμφῶνος καὶ μόνοι οἱ ὄντες ἔσω τῆς εὐφροσύνης ἀπολαύουσι καὶ οὐκέτι οὐδεὶς εἰσέρχεται ἐκεῖ. ἕως ὅπου οὖν σήμερον ὁ παρὼν αἰών, ἢ ὁ ἰδικὸς ἑκάστου θάνατος ἢ ἡ θύρα τοῦ νυμφῶνος ἀνέῳκται ταῖς βουλο μέναις ψυχαῖς νυμφευθῆναι Χριστῷ. 96 {3Jο 3, 29}3∆ιὰ τοῦ βαπτίσματος νυμφεύεται ὁ Χριστὸς τὴν ἐκκλησίαν ἀναγεννηθεῖσαν. ἡ δὲ συζυγία αὕτη ἡ πνευματικὴ διὰ τοῦ διδασκαλικοῦ λόγου συνάπτει θεῷ. παρθένος ἐστὶν ἁγνὴ ἡ νύμφη διὰ τὴν τῶν δογμάτων ὀρθότητα, ἡ αὐτὴ καὶ γυνή ἐστι τοῦ Χριστοῦ ὡς ἀγαθὰς γεννῶσα πράξεις οὐκ ἀφ' ἑαυτῆς, ἀλλὰ διὰ τοῦ ἐνσπείροντος ἐν αὐτῇ Χριστοῦ, ἧς οὐδεὶς τῶν γεννητῶν δύναται εἶναι νυμφίος, ἐπείπερ πρωτοτύπως οὐδεὶς αὐτῶν ἐστι δοτὴρ ἀγαθῶν. πᾶσα οὖν λογικὴ φύσις ἀγγέλων τε καὶ ἀνθρώπων νύμφη ἐστίν. 97 {3Jο 3, 30}3Οὔτε ὁ Χριστὸς αὔξει οὔτε Ἰωάννης ἐλαττοῦται, ἀλλὰ δίκην ἑωσφόρου ὁ Ἰωάννης ὑπὸ τοῦ νοητοῦ ἡλίου σκέπεται. 98 {3Jο 3, 30}3Ὁ Χριστὸς ὡς θεὸς ἐπὶ πλεῖον αὔξει φανερούμενος, ἐμὲ δὲ δεῖ μένειν ἐν οἷς εἰμι. 99 {3Jο 3, 31}3Εἰπὼν ἐρχόμενος οὐ μετάβασιν σημαίνει τὴν ἀπὸ τῶν ἄνω πρὸς τὰ κάτω, ἀλλ' ὅτι ἀεὶ μένων ἐν πατρὶ ἄνω συγκαταβάσεως σχέσει ἔρχεται πρὸς τούτους, ὧν ἐπάνω ἐστίν. ὅτε οὖν λέγει ἐρχόμενον, ὡς περὶ θεοῦ λέγει, ὅταν δὲ λέγει ἐλθόντα, ὡς περὶ ἀνθρώπου λαλεῖ, ἐπειδὴ θεός ἐστι καὶ ἄνθρωπος δ' αὐτός. ὁ ὢν ἐκ τῆς ῥίζης τοῦ πατρὸς ἔχει φυσικῶς τὴν τοῦ πατρὸς ὑπεροχὴν ἐπάνω πάντων ὢν τῶν πεποιημένων ὡς θεὸς αὐτῶν καὶ ποιητής. 100 {3Jο 3, 32}3Ἀνθρωπινώτερον λαλεῖ διὰ τὴν σάρκα· τῇ γὰρ φύσει παντέλειος ὢν πάντα ἀφ' ἑαυτοῦ οἶδεν. 101 {3Jο 3, 32}3Οὐχ ὡς μὴ πεισθέντων τινῶν τοῦτο εἶπεν, ἀλλ' ὡς ἀποθαυμαζόντων τὴν τῶν ἀπιστούντων ἀπόνοιαν. 102 {3Jο 3, 33}3Τὸ ἐσφράγισεν ἀντὶ τοῦ ἐπληροφορήθη καὶ ἔχει ἀπόδειξιν καὶ σφραγῖδα. 103 {3Jο 3, 34}3Ἀπεστάλθαι