1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

32

ἑκὼν ὁ κύριος ἔπασχεν, ἐξ ὧν εἰδὼς προεῖπεν, ὅτι ἤμελλε τοῖς ἔθνεσι παραδοθῆναι ἐπὶ τὸ σταυρωθῆναι. 588 {3Jο 18, 31}3Ὡς ἐκπεσόντες τῆς ἀρχῆς-ἦσαν γὰρ ὑπὸ Ῥωμαίους-εἶπον τοῦτο. ἤτοι οὐκ ἔξεστι σταυρῶσαι αὐτόν· οὕτω γὰρ ἤθελον, ἵνα καὶ τὸν τρόπον τῆς αὐτοῦ τελευτῆς ἐκπομπεύσωσιν. ἢ ὅτι βασιλέα ἑαυτὸν λέγει καὶ ἔστι δημόσιον τὸ ἔγκλημα καὶ σοὶ ἀνῆκε θανατῶσαι αὐτόν. 589 {3ςο 18, 35}3Ταῦτα λέγει βουλόμενος αὐτὸν ἀπαλλάξαι. 590 {3Jο 18, 36}3Οἱ ἄγγελοι ἡσύχαζον τοῦ βασιλέως αὐτῶν ὑβριζομένου ἐννοοῦντες τὴν οἰκονομίαν τῆς τοῦ Χριστοῦ παρουσίας. 591 {3Jο 18, 36}3Λύει τὴν ἀγωνίαν Πιλάτου πείθων, ὅτι οὐκ ἔστιν ἀντάρτης, ἀλλὰ βασιλεὺς οὐρανοῦ καὶ γῆς. διὸ ἀναπολόγητος ὁ Πιλᾶτος οὐχ ὡς βλάσφημον αὐτὸν φονεύσας, ἀλλὰ πρὸς χάριν Ἰουδαίων. 592 {3Jο 18, 37}3Ἐγὼ διὰ τοῦτο γέγονα ἄνθρωπος καὶ ἐγεννήθην ἐκ Μαρίας, ἵνα τὸ ψεῦδος καὶ τὸν διάβολον ἐκ τοῦ κόσμου ἀπελάσας

βασιλεύουσαν ἀποδείξω πάντων τὴν θείαν φύσιν. 593 {3Jο 19, 7-8}3Οὐχ υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν, ἀλλ' ὡς θεοῦ υἱὸς ἄνθρωπον ἑαυτὸν ἐποίησεν ἀτρέπτως μείνας ὡς ἦν θεός· ὃ γὰρ εἶπον οἱ Ἰουδαῖοι, καὶ ἀδύνατον ἦν ὡς καὶ ἐκ τούτου δειχθῆναι αὐτῶν τὸ ἀσύστατον καὶ ψευδές. διὸ καὶ ὡς εἰδωλολάτρης κοῦφος ὁ Πιλᾶτος συναρπαγεὶς ἀδιακρίτως ἐφοβήθη. 594 {3Jο 19, 11}3Κἂν ἄρχων ᾖ, ἀλλ' οὖν μὴ εὑρίσκων κατ' ἐμοῦ πταῖσμα, οὐκ ἠδύνω μου καταψηφίσασθαι, εἰ μὴ ἑκὼν ἐγὼ εὐδοκίᾳ πατρὸς ἤγαγον ἐμαυτὸν εἰς τὸ παθεῖν. 595 {3Jο 19, 14}3Ἐν αὐτῇ γὰρ τῇ ἑορτῇ ἀπέκτειναν αὐτόν. 596 {3Jο 19, 14}3Τὴν ὥραν ἐπεσημήνατο ὁ εὐαγγελιστὴς διὰ τὴν ἀνάστασιν τὴν ἐν τῇ τρίτῃ γεγονυῖαν ἡμέρᾳ. ὁ καλλιγράφος ἀντὶ τοῦ γάμμα στοιχείου, ὅπερ σημαίνει τὸ τρίτην, ἔγραψε τὸ ἐπίσημον, ὃ καλοῦσιν οἱ Ἀλεξανδρεῖς Γαβέξ, ὃ δηλοῖ τὴν ἕκτην, πολλὴν ἔχοντα πρὸς ἑαυτὰ τὴν ὁμοιότητα. καὶ διὰ τοῦ γραφικοῦ σφάλματος γέγονεν ἡ διαφωνία· ἀντὶ γὰρ τρίτης ὥρας ἕκτην ἔγραψεν. 597 {3Jο 19, 18}3∆ιὰ τοῦ σταυρωθῆναι ἐν μέσῳ δύο λῃστῶν ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα «καὶ μετὰ ἀνόμων ἐλογίσθη». τύπος εἰσὶν οὗτοι τῶν δύο λαῶν τῶν ὄντων κατακρίτων διὰ τὰς αὐτῶν ἁμαρτίας ἢ ὅτι οἱ Χριστῷ κολλώμενοι ὀφείλουσι σταυροῦν ἑαυτοὺς ὡσανεὶ ἀποθνῄσκοντες τῇ πρώτῃ διαγωγῇ, ζῶντες δὲ ἐν καινότητι κατὰ τὸ εὐαγγέλιον. 598 {3Jο 19, 19}3Μὴ εὑρὼν τί εἴπῃ κατ' αὐτοῦ ὁ Πιλᾶτος ἔγραψε τοῦτο, ἵνα μὴ νομισθῇ καὶ αὐτὸς εἶναι λῃστής. βασιλέα αὐτὸν δημοσίᾳ ἀνηγόρευσε καὶ ὅτι οἱ Ἰουδαῖοι τὸν βασιλέα αὐτῶν ἀνεῖλον, διασύρων Ἰουδαίους ἔγραψεν. τοῦτό ἐστι «τὸ χειρόγραφον», ὃ προσήλωσε τῷ σταυρῷ ἡ κατὰ τοῦ Ἀδὰμ ἀπόφασις, ὅπερ ὁ διάβολος κατέχων πάντας ἀνθρώπους ἀπέφερεν εἰς θάνατον ὡς μηδενὸς ποιοῦντος ὁλοσχερῶς τὸ τῷ θεῷ δοκοῦν καὶ ὑπὲρ ἡμῶν ἐν τῷ ξύλῳ ἀποθανὼν ἠλευθέρωσεν ἡμᾶς. 599 {3Jο 19, 30}3Εἰς πέρας ἔφθασεν ἡ τῶν Ἰουδαίων δυσσέβεια καὶ ἑκὼν ὑπέμεινε τὸν κατὰ σάρκα θάνατον καὶ ἔκλινε τὴν κεφαλὴν διὰ τὸ ἐκλύεσθαι τοὺς τῆς σαρκὸς τόνους. 600 {3Jο 19, 30}3Τὴν κεφαλὴν ἔκλινεν· αὕτη γὰρ οὐ προσήλωτο καὶ τότε ἐξέπνευσεν· καὶ γὰρ τοῦ παντὸς ἦν κύριος, καίπερ τοῦ ἔθους ἔχοντος πρῶτον ἐκπνεῖν καὶ τότε τὴν κεφαλὴν κλίνειν. εἰς πέρας ἔφθασεν ἡ τῶν Ἰουδαίων δυσσέβεια καὶ ἑκὼν ὑπέμεινε τὸν κατὰ σάρκα θάνατον καὶ ἔκλινεν τὴν κεφαλὴν διὰ τὸ ἐκλελύσθαι τοὺς τῆς σαρκὸς τόνους. ἡ τελευτὴ δηλοῖ τὸν ἀπὸ τοῦ σώματος τῆς

ψυχῆς χωρισμόν. 601 {3Jο 19, 31-36}3Προσποιοῦνται τιμᾶν τὴν ἡμέραν καὶ αἰτοῦσι χάριν, ὥστε ταχύτερον ἀποθανεῖν τοὺς ἀνθρώπους. αἰτοῦσιν, ἵνα πληρωθῇ πάλιν ἄλλη γραφὴ ἡ λέγουσα ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ. 602 {3Jο 19, 34}3Ἀπιστῶν τις τῶν στρατιωτῶν, εἰ ἀπέθανεν, ἔνυξεν αὐτοῦ τὴν πλευράν. 603 {3Jο 19, 34}3Τὸ αἷμα δηλοῖ τὴν ἀπολύτρωσιν καὶ τὸ ὕδωρ τὸν ἁγιασμόν. δι' ὕδατος ἡ ἐκκλησία

ἀναγεννᾶται καὶ δι' αἵματος καὶ σαρκὸς τρέφεται. 604 {3Jο 19, 36-37}3Πιστοῦται ὁ