1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

14

οὐδὲν ἕτερόν ἐστιν ἢ προσωπολημψία. 253 {3Jο 7, 25}3Ἐλέγχει ὁ ὄχλος τοὺς Ἰουδαίους θέλοντας αὐτὸν ἀποκτεῖναι καὶ ἀρνου μένους μέν, ψευδομένους δέ, τὸν δὲ Χριστὸν ἀληθεύοντα περὶ αὐτοῦ. 254 {3Jο 7, 26-27}3Καλῶς λέγετε, ὅτι ὅταν ἔλθῃ ὁ Χριστός, αὐτὸν οὐδεὶς γινώσκει πόθεν ἐστίν· ὁ γὰρ ἀληθινὸς θεός, ἐξ οὗ εἰμι, φησίν, ἠγνόηται ὑμῖν καὶ οὐδὲν ἀπεικός, εἰ ἀγνοεῖτέ με, ὅτι ἐγώ εἰμι ὁ Χριστός, οὐκ

εἰδότες τὸν ἐξ οὗ εἰμι. 255 {3Jο 7, 26-27}3Ἐκεῖνοι μὲν περὶ τῶν Ἱεροσολυμιτῶν ἔλεγον τὸ μήποτε ἔγνωσαν, ὅτι αὐτός ἐστιν ὁ Χριστός, αὐτοὶ δὲ τὸ ἐναντίον δοξάζοντες ἔλεγον· τοῦτον οἴδαμεν, ὅτι ἐκ γῆς ἐστι καὶ «υἱός» ἐστι «τοῦ τέκτονος», τὸν δὲ Χριστόν, φασίν, οὐκ οἴδαμεν. 256 {3Jο 7, 29}3Ἐμοὶ μόνῳ θεατός ἐστιν, ἐπείπερ θεός εἰμι κατὰ φύσιν καὶ οὐ τῆς γεν νητῆς φύσεως, οἵτινες ἐννοίαις μόνον κατὰ τὸ δυνατὸν γινώσκουσι τὸν πατέρα. ὁ δὲ υἱὸς αὐτοῦ ὅλον ἐν ἑαυτῷ θεωρεῖ τὸν γεννήσαντα καὶ τὴν τοῦ τεκόντος οὐσίαν ἐν τῇ οἰκείᾳ φύσει ζωγραφεῖ καὶ οὕτως οἶδεν αὐτὸν ὡς οὐκ ἔστιν εἰπεῖν· ἀνέκφραστα γὰρ τὰ περὶ θεοῦ. 257 {3Jο 7, 30}3∆ιὰ τούτου μανθάνομεν, ὅτι ἑκὼν ἔπαθε καὶ οὐκ ἐκ πλεονεξίας Ἰουδαϊκῆς συλληφθείς. ὥραν δὲ λέγει τὴν εὔκαιρον τῶν πραγμάτων ἔκβασιν. 258 {3Jο 7, 32}3∆ι' ὧν ἐγόγγυζον φαίνονται ἀποδεχόμενοι τὸν Χριστὸν καὶ θέλοντες ἀπὸ τῶν ἡγουμένων ἀποσχίσαι. ὅπερ αἰσθανόμενοι οἱ ἡγούμενοι ἔπεμψαν συλλα βέσθαι αὐτὸν διὰ τοῦτο μόνον, ὅτι ἐπιστεύετο εἶναι ὁ Χριστός, ἵνα αὐτὸν ἀνέλωσιν. 259 {3Jο 7, 37}3Ὅτε πάντες συνέτρεχον καὶ ἔμελλον ἀναχωρεῖν οἴκοι, τότε διδάσκει, ἵνα σχῶσιν ἐφόδιον τοὺς αὐτοῦ λόγους. 260 {3Jο 7, 37}3Οὐδένα βίᾳ ἐφέλκομαι, ἀλλὰ τὸν ἔχοντα προθυμίαν πολλήν. διὰ δὲ τοῦτο οὕτως εἶπεν ὅπως διδάξῃ, ὅτι ὀφείλουσιν οἱ τῇ πίστει προστρέχοντες τὸν τῶν διψώντων ἔρωτα ἔχειν, οἵτινες ὅταν πίωσιν ἀναπαύονται. 261 {3Jο 7, 37}3Ἐπειδὴ ὁ νόμος κλητὴν ἁγίαν καλεῖ τὴν ἑβδόμην, ἔθει παλαιῷ καὶ ὁ εὐαγγελιστὴς ἀκολουθήσας μεγάλην αὐτὴν εἶπε. 262 {3Jο 7, 38}3Οἱ πιστοὶ ἀμοιβὴν τῆς πίστεως λήψονται τὰ ἄφθονα ἀγαθὰ καὶ τοσαύτην ἕξουσιν ἐκ τοῦ ἁγίου πνεύματος δωρεὰν ὡς μὴ μόνον αὐτοὺς εὐφραίνεσθαι, ἀλλὰ καὶ ἑτέροις μεταδιδόναι τῆς τοῦ πνεύματος χάριτος ὡς μηκέτι μηδὲ ἐκεί νους διψᾶν τῆς ἀληθείας τὴν γνῶσιν. 263 {3Jο 7, 39}3Οὐκ ἐπὶ τὴν ὑπόστασιν ἀναφέρει τὸν λόγον, ἀλλ' ἐπὶ τὴν τοῦ πνεύματος ἐνέργειαν, ἥτις γέγονε μετὰ τὴν τοῦ Χριστοῦ ἀνάστασιν.

264 {3Jο 7, 41-42}3Καλῶς μὲν ἔλεγον, ὅτι δεῖ ἐκ σπέρματος ∆αβὶδ εἶναι τὸν Χριστὸν καὶ ἀπὸ Βηθλέεμ. πλανῶνται δὲ διὰ τὴν Ναζαρέθ, ἐν ᾗ ἦν ἀνατεθραμμένος καίπερ γεννηθέντος αὐτοῦ ἐν Βηθλέεμ ἐκ τῆς παρθένου τῆς ἐκ ∆αβίδ. 265 {3Jο 8, 12}3∆είκνυσιν, ὅτι αὐτός ἐστι περὶ οὗ προανεφώνησεν «ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν» καὶ οὐχ εἷς τῶν προφητῶν, ἀλλὰ δεσπότης. 266 {3Jο 8, 12}3 266Ἑαυτὸν εἶπε τὸ φῶς, οὐ μήν, ὅτι ἐν ἐμοί ἐστι τὸ φῶς, ἵνα μή τις εἰς δυάδα υἱῶν διατέμνῃ τὸν ἕνα Χριστόν· εἷς γάρ ἐστιν ὁ Χριστὸς υἱὸς καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκὸς καὶ εἷς καὶ μόνος κατὰ ἀλήθειαν υἱὸς ὁ ἐκ θεοῦ καὶ πατρὸς καὶ ὅτε γέγονεν ἄνθρωπος οὐκ ἐν μέρει τιθεμένης τῆς ἀνθρώπου φύσεως· αὐτοῦ γὰρ ἴδιον τὸ σῶμα καὶ τὸ διατέμνειν τὸν Χριστὸν μετὰ τὴν σάρκωσιν εἰς δύο υἱοὺς ἢ εἰς δύο φύσεις (ταὐτὸν γάρ) ἐστὶν βλάσφημον. 267 {3Jο 8, 14}3Εἰ ᾔδεισαν, ὅτι θεοῦ ἦν υἱὸς καὶ ἀπ' οὐρανοῦ κατῆλθεν, οὐκ ἂν διὰ τὸ βλεπόμενον σῶμα ἐσκανδαλίζοντο. θεός εἰμι, φησίν, καὶ ἀξιοπίστως ἐμαυτῷ μαρτυρῶ, ὑμεῖς δὲ διὰ τοῦτό με οὐκ οἴδατε, ἐπειδὴ οὐδὲν θέλετε <πλὴν> τοῦ φαινομένου νοεῖν. οὐκ εἶπε δέ, ὅτι θεός εἰμι, ἀλλὰ πόθεν ἔρχομαι, ταπεινὰ μιγνὺς τῷ ὑψηλῷ. ὑμεῖς δέ, φησίν, οὐκ οἴδατε πόθεν ἔρχομαι καὶ ποῦ ὑπάγω· ἐθελοκάκουν γὰρ καὶ προσεποιοῦντο μὴ εἰδέναι. 268 {3Jο 8, 15}3Πρὸς τὸ φαινόμενον σῶμά μου ἀφορῶντες ἐσφαλμένως τὰ κατ' ἐμὲ κρί νετε. 269 {3Jο 8, 15}3Οὐ γὰρ ἐπὶ τούτοις ἦλθον, ἐπείπερ οὐκ ἔστι καιρὸς κρίσεως· εἰ γὰρ ἤθελον κρῖναι, ὑμεῖς τῶν