1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

34

3-8}3Οὐκ ἔστι τοῦτο ἐναντίον τῷ Λουκᾷ καὶ ὅτι μόνος Πέτρος ἀπῆλθεν εἰς τὸ μνημεῖον· ὅτε γὰρ μετὰ τὸ ἰδεῖν τὰ ὀθόνια ἀπῆλθεν, ἦλθον ὕστερον αἱ περὶ Ἰωάνναν λέγουσαι, ὅτι ἀνέστη ὁ κύριος καὶ ἔδραμεν μόνος πάλιν εἰς τὸ μνη μεῖον ὁ Πέτρος

ἐλπίζων ἴσως καὶ αὐτός τινα ὀπτασίαν ὁρᾶν. 612 {3Jο , 5-9}3Γνώρισμα ἦν τοῦτο τῆς ἀναστάσεως· εἰ γὰρ ἐκλάπη ὑπὸ ἐχθρῶν, οὐκ ἂν εἴων τὰ ἱμάτια διὰ κέρδος, εἰ δὲ φίλοι ἦσαν, οὐκ ἠνείχοντο γυμνὸν ἐνυβρίσαι τὸ σῶμα· εἰ γὰρ ἦσαν οἱ μαθηταὶ ἁρπάσαντες, ἔφυγον διὰ τοὺς φυλάσσοντας στρατιώτας καὶ Ἰουδαίους καὶ οὐκ ἂν ἵσταντο ἀποδύοντες τὸ σῶμα καὶ ἰδίᾳ τιθέντες τὰ ὀθόνια, ἰδίᾳ δὲ τὸ σουδάριον. δείκνυσι δέ, ὅτι οὐδὲ ἱματίων λοιπὸν χρεία τῷ εἰς ἀφθαρσίαν μεταχωρήσαντι σώματι. οὐκ εἶδον αὐτὸν ἀναστάντα, ἀπὸ δὲ τῆς τῶν ἱματίων συλλογῆς ἐννοοῦσι τὴν ἀνάστασιν καὶ πιστεύουσι τοῦτο βοώσης τῆς ἁγίας γραφῆς. ὅτε ὤφθη ὁ ἄγγελος, πτοηθέντες οἱ φύλακες ἔφυγον καὶ διὰ τοῦτο οἱ περὶ τὸν Πέτρον ἦλθον εἰς τὸν

τάφον ἀδεῶς. 613 {3Jο , 8-9}3Συνῆκαν καὶ ἐπίστευσαν τῷ τῆς ἀναστάσεως λόγῳ, ὃν πρῴην ἠγνόουν. πρὸ τῆς πείρας οὐκ ᾔδεισαν οἱ μαθηταὶ τὸν περὶ ἀναστάσεως λόγον.

614 {3Jο , 10-12}3Οἱ μαθηταὶ καὶ πρὸς ἑαυτοὺς ἔφυγον δι' οἰκονομίαν θεοῦ, ἵνα μή τι πάθωσι πρὸ τοῦ κηρύγματος, ἡ δὲ Μαριὰμ οὐδὲν ἐννοήσασα τέλειον ἔμεινε δακρύουσα ἐν τῷ μνημείῳ οὐ μόνον ὅτι τεθνήκει, ἀλλ' ὅτι καὶ ᾤετο μετατεθεῖ σθαι

τὸ τοῦ κυρίου σῶμα. 615 {3Jο , 11-13}3Ἵνα ἐπὶ πλεῖον δακρύσῃ, παρέκυψεν εἰς τὸ μνημεῖον, πρὸς ἣν ψυχα γωγικῶς οἱ ἄγγελοι διαλεγόμενοί φασι τί κλαίεις προτρεπόμενοι αὐτὴν εἰς τὸ ἐρωτῆσαί τι καὶ μαθεῖν περὶ τῆς ἀναστάσεως, δι' ἣν καὶ

λευχειμονοῦντες ἐφαίνοντο. 617 {3Jο , 12-13}3∆ιὰ φιλοστοργίαν μείνασα ἠξιώθη καὶ τῆς τῶν ἀγγέλων ὀπτασίας. 618 {3Jο , 14-15}3Ἐκείνοις μὲν ὤφθη θαυμασιώτερος, τῇ δὲ γυναικὶ ἐν ταπεινῷ τῷ σχήματι, ἵνα μὴ ἐκπλήξῃ. διὸ καὶ κηπουρὸν αὐτὸν εἶναι ᾠήθη. ὁρᾷ τὸν κύριον καὶ οὐκ ἐπέγνω ἢ διὰ τὴν σκοτίαν ἢ ὅτι θεοπρεπεῖ δυνάμει ἐκάλυψεν ἑαυτόν. κατ' οἰκονομίαν ἐστράφη καὶ εἶδε τὸν κύριον πλὴν οὐκ ἐπέγνω, ἵνα μὴ θορυβηθῇ ὡς φαντασίαν ὁρῶσα δαιμονιώδη· ἔτι γὰρ ὑπώπτευεν, ὅτι νεκρὸς ἦν. 619 {3Jο , 15}3Καταποθεῖσα ὑπὸ τῆς λύπης ἔτι ἀμφέβαλλεν περὶ τῆς ἀναστάσεως. 6 {3Jο , 16}3Μετά τινος ἤθους αὐτὴν ὁ κύριος ὀνομάζει, ἵνα καὶ οὕτως εἰς αἴσθησιν ἔλθῃ, ὅτι καὶ ἀνέστη καὶ παρῆν. 621 {3Jο , 17}3Ἐπειδὴ ὅσον τὸ κατά σε οὐκ εἰμὶ θεός, ἀλλὰ ψιλὸς ἄνθρωπος μέλλων πάλιν σὺν τοῖς ἀνθρώποις εἶναι κατὰ τὴν πρὸ τοῦ πάθους διαγωγὴν καὶ οὐκ οἴει με σὺν πατρὶ ἔσεσθαι, μή μου ἅπτου. 622 {3Jο , 17}3Ὡς ἐνδιαθετωτέρᾳ ταύτῃ χαρίζεται τὸ τοῦ εὐαγγελισμοῦ καύχημα ὡς πλείω τῶν ἄλλων ἀνακαμπτούσῃ ἐν τῷ τάφῳ καὶ τὸν τάφον περινοστούσῃ. 623 {3Jο , 17}3Ἐπειδὴ κατὰ τὴν οὐσίαν τῆς σαρκὸς ἀδελφὸς ἡμῶν ἐγένετο ὁ υἱός, ὡς φύσει θεὸς ὑπάρχων ὁ υἱὸς τοῦ πατρὸς λέγει αὐτοῦ πατέρα· τὸν θεόν, ὡς δὲ ἄνθρωπος καθ' ἡμᾶς θεὸν ἑαυτοῦ τὸν θεὸν ὀνομάζει. 624 {3Jο , 19}3Ἐπειδὴ κεκλεισμένων τῶν θυρῶν εἰσελθὼν ἐποίησε διστάσαι τοὺς μαθητάς, μή πως οὐκ ᾖ σῶμα τὸ φαινόμενον, ἀλλὰ τύπος ὢν μόνον, τὸν νοῦν σαφηνίζων ὁ Λουκᾶς εἶπεν· «ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει» καὶ ἔφαγε καὶ τὰ τῆς σαρκὸς ἔδειξε τραύματα. 625 {3Jο , 19}3∆ιὰ τούτου ἔδειξεν τὴν τῆς θεότητος ἰσχύν. ἡμέρας οὐκ ἐπέστη, ἵνα συναχθῶσι πάντες, καθ' ἣν ἡμέραν διελέχθη τῇ Μαριάμ, ὤφθη καὶ τοῖς μαθηταῖς θεοπρεπεῖ δυνάμει καὶ κεκλεισμένων τῶν θυρῶν παραδόξως καὶ ἀδοκήτως αὐτοῖς φανείς· θεὸς γὰρ ἦν, εἰ καὶ τὸ παχὺ τὸ σῶμα