1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

11

3}3Καὶ γὰρ ὅτι ἐβούλετο μυστικόν τι τοῖς μαθηταῖς παραδοῦναι εἰς τὸ ὄρος ἀνῄει. 186 {3Jο 6, 6}3Πειράζει καὶ ὁ θεὸς πρὸς πίστιν τὸν ἀκροατὴν ἐκκαλούμενον, ἵνα δῷ

αὐτῷ μισθὸν ὑπὲρ τῆς πίστεως. 187 col 1 {3Jο 6, 8-9}3Ἵνα μὴ δόξωσιν, ὅτι διὰ οἰκείαν χρείαν ὁ Ἀνδρέας ἀποκρύπτει, ταῦτα εἶπεν, ὅτι ἔτι παιδάριον ἔχει πέντε ἄρτους κριθῆς καὶ δύο ἰχθύας.Ἵνα μὴ δόξῃ διά τινα οἰκείαν χρείαν ἀποκρύπτειν ἃ εἶχεν εἶπεν τοῦτο. 189 {3Jο 6, 10}3Μόνους τοὺς ἄνδρας ἀριθμεῖ κατὰ τὴν τοῦ νόμου συνήθειαν τοὺς μηδὲν νηπιῶδες ἔχοντας ἢ θηλυκόν, ἀλλὰ νεανικοῦ φρονήματος, οὓς καὶ τρέφει διὰ τοῦ στηρίζοντος καρδίαν ἄρτου καὶ ἐπιτέρψεως ἀναπλησθῆναι ποιεῖ. 190 {3Jο 6, 11}3∆ιὰ τοῦτο εὐχαριστεῖ, ἵνα μὴ δόξῃ ἀντίθεος εἶναι καὶ ἵνα διδάξῃ ἡμᾶς ἐν τῷ ἐσθίειν εὐχαριστεῖν, πλὴν καὶ ὡς ἄνθρωπος εὐχαριστεῖ, ἵνα λάθῃ ἕως τοῦ πάθους τὸν ἄρχοντα τοῦ νῦν αἰῶνος. 191 {3Jο 6, 13}3Τρέφει τοὺς πιστοὺς ὁ Χριστὸς διὰ τῶν πέντε ἄρτων τῶν κριθίνων, ὅπερ νοεῖται ἡ παχυτέρα τῆς πεντατεύχου διδασκαλία καὶ διὰ τῶν δύο ἰχθύων, ὅπερ ἐστὶν ἡ ἀποστολικὴ διδαχὴ τοῦ εὐαγγελικοῦ καὶ ἀποστολικοῦ κηρύγματος. 192 {3Jο 6, 13}3∆ιδάσκει διὰ τοῦ σημείου θαρρεῖν αὐτῷ καὶ μὴ ἀθυμεῖν ἐν στενοχωρίᾳ ἤτοι μὴ δειλιᾶν πρὸς φιλοξενίαν, ἀλλὰ πρὸς τὸ ἀγαθὸν εὐτόλμους εἶναι. 193 {3Jο 6, 27}3Οὐ κωλύει τὸ ἐργάζεσθαι, ἀλλὰ τὸ μεριμνᾶν καὶ φροντίζειν τῆς αὔριον, ἵνα τὴν αἵρεσιν προαναξηράνῃ τῶν Μεσσαλιανῶν καὶ Μανιχαίων τῶν μὴ ἐργο χείρῳ χρωμένων τινί. 194 {3Jο 6, 27}3Τὴν νοητὴν καὶ λογικὴν καὶ πνευματικὴν μένουσαν βρῶσιν λέγει· αὕτη γὰρ συμβάλλεται εἰς τὸ ἀπολαῦσαι ἡμᾶς τῶν μελλόντων ἀγαθῶν, ἣν ἡ εἰςΧριστὸν πίστις προξενεῖ. 195 {3Jο 6, 27}3Τὴν μυστικὴν μετάληψιν λέγει ἣν ὁ υἱὸς ἰὼν δέδωκε τὴν ἁγιάζουσαν ψυχὴν καὶ σῶμα συναναπλέξας τῷ θεοπρεπεῖ τὸ ἀνθρώπινον. 196 {3Jο 6, 27}3Τοῦτον ἐσφράγισεν, ὅ ἐστιν ἔχρισεν ἁγίῳ πνεύματι τὴν σάρκα τοῦ κυρίου τὴν ἀνθρωπίνην, οὐ τὴν θεότητα· πάντα γὰρ σχεδὸν τὰ τῆς οἰκονομίας ὀνόματα περὶ τὴν σάρκα εἴληπται. τοῦτο εἶπεν ἢ ὅτι μεμόρφωται φυσικῶς πρὸς τὸν πατέρα ἤτοι ἔχρισεν· κατασφραγίζονται γὰρ οἱ χριόμενοι. ἤτοι ἐσφράγισεν, ἐβεβαίωσεν ἤτοι ἀναντιρρήτως ἐξεκάλυψεν ὁ πατὴρ τὸν υἱὸν διὰ τῆς ἰδίας μαρτυρίας· ἐκμαγεῖον γάρ ἐστι καὶ σφραγὶς ὁ υἱὸς τῆς τοῦ πατρὸς οὐσίας ὁρώμενος ἀπαραλλάκτως ὡς ὁ πατήρ. 197 {3Jο 6, 29}3Εἰ καὶ ᾔδει ἐκείνους μηδὲν ὠφεληθησομένους, ἀλλὰ διὰ τὸ κοινωφελὲς τῆς διδαχῆς ἀπεκρίνατο. 198 {3Jο 6, 29}3Οὐχ ὁ ταῖς σκιαῖς δουλεύων τοῦ νόμου ποιεῖ τὸ τοῦ θεοῦ θέλημα, ἀλλ' ὁ εἰς τὸν Χριστὸν πιστεύων. 0 {3Jο 6, 32}3Οὐχ ὡς ψεύδους οὔσης τῆς τοῦ μάννα τροφῆς εἶπεν τοῦτο, ἀλλ' ὅτι ἐκεῖνο τύπος ἦν, οὐκ αὐτὸ ἡ ἀλήθεια. ὁ Χριστός ἐστι τὸ μάννα ὁ φύσει ζωὴ ὢν καὶ τὰ πάντα ζωογονῶν, ὅ ἐστιν ἄρτος ὡς τρέφων ψυχὴν καὶ σῶμα. 1 {3Jο 6, 32}3Ὧδε πάλιν τὸν ἄρτον, ὅ ἐστιν ἡ σάρξ, λέγει ἐξ οὐρανοῦ, οὐχ ὅτι ἐξ οὐρανοῦ ἦν, ἀλλ' ὅτι ἡνώθη τῷ ἐξ οὐρανοῦ κατεληλυθότι λόγῳ καὶ μετὰ τὴν ἕνωσιν ἀδιαφοροῦσιν οἱ ἅγιοι ὡς ἐπὶ ἑνὸς προσώπου καὶ μιᾶς ὑποστάσεως, εἰ καὶ τὴν διαφορὰν ἐπίστανται καὶ μετὰ τὴν ἕνωσιν σαρκός, ψυχῆς καὶ θεότητος. 2 {3Jο 6, 33}3Ἀπαλλάσσει γὰρ ἁμαρτίας καὶ ποιεῖ φίλους θεῷ καὶ «θείας φύσεως» κοι νωνοὺς καὶ τῆς γεέννης ἐλευθεροῖ καὶ τῆς βασιλείας ἀξιοῖ τοὺς ἀξίους καὶ ὡς δεῖ τῆς τοῦ θεοῦ λόγου σαρκὸς μετασχόντας· ὅλα γὰρ ταῦτα ζωή ἐστι τῆς ἀθανάτου ψυχῆς καὶ τροφή. 4 {Jςο 6, 35}3Ἄρτος ἐστὶ ζωῆς οὐχ ὡς σωματικὸν λιμὸν παραμυθούμενος, ἀλλ' ὅλον ἐξ ὅλου τὸ ζῷον εἰς ζωὴν ἀναπλάττων, δι' ὧν τῶν λόγων αὐτοῦ ἐμφορούμεθα τῶν πνευματικῶν, ὅ ἐστι ζωή. 5 {3Jο 6, 35}3Ὕδωρ καὶ ποτὸν ὧδε λέγει ἢ τὸν διὰ τοῦ πνεύματος ἁγιασμὸν ἢ αὐτὸ τὸ ἅγιον πνεῦμα. 6 {3Jο 6, 37}3Τὸ δὲ πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει. οὐ τὸ τυχὸν πρᾶγμα ἡ πίστις ἡ εἰς αὐτόν, ἀλλὰ τῆς ἄνωθεν δεῖται ῥοπῆς καὶ ψυχῆς τινος γενναίας καὶ θεόφρονος καὶ εὐγνώμονος δεχομένης πίστιν, τὴν τοῦ πατρὸς ἀποκάλυψιν. τὸ δὲ οὐ μὴ ἐκβάλλω ἔξω τοῦτό ἐστιν· οὐ μὴ ἀπολέσω, ἀλλὰ σώσω καὶ