1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

4

γραφὴ ἐκ Βηθλέεμ ἔρχεσθαι; ἀλλ' ἐκεῖ μὲν ἐν Βηθλέεμ ἐτέχθη, τὴν δὲ Ναζαρὲθ ἐπεγράφετο πατρίδα ὡς ἐκεῖ τραφεὶς καὶ διάγων μέχρι τελείας ἡλικίας. 51 {3Jο 1, 47}3Μεγάλη δόξα καὶ καύχημα τὸ ἐξ αὐτῆς τῆς ἀληθείας, ὅ ἐστι Χριστός, μαρτυρίαν ἔχειν καθαρᾶς καρδίας, ἥτις ὁρᾷ θεὸν τῷ νῷ καὶ ποδηγεῖται πρὸς τὴν σωτήριον πίστιν ἀδόλως προστρέχειν τῷ Χριστῷ οὐχ ὡς Ἰουδαῖος ἢ ὡς Ἡρώδης. 52 {3Jο 1, 49}3Ὅλος ἕτοιμος ἦν ὁ Ναθαναήλ. διὸ ἐκ μόνου τούτου τοῦ ψιλοῦ ῥήματος πεισθεὶς ὡμολόγησεν αὐτὸν εἶναι τὸν Χριστόν, ὅς ἐστιν υἱὸς τοῦ θεοῦ φύσει καὶ ἀληθείᾳ καὶ βασιλεὺς τῶν ὄντως πιστῶν· ὡς ἔτι γὰρ ἀτελὴς οὐκ εἶπεν αὐτὸν βασιλέα τῆς κτίσεως, ἀλλὰ μόνον τοῦ Ἰσραὴλ κατὰ τὸ εἰρημένον· «καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ». 53 {3Jο 1, 51}3Ὁτὲ μὲν ἁπλῶς, ὁτὲ δὲ διπλασιαζομένως κέχρηται ὁ σωτὴρ τὸ βέβαιον τῶν λεγομένων παριστάς. ἔστι δὲ ἡ λέξις ἑβραϊκὴ δηλοῦσα τὸ γένοιτο οὕτως ὑμᾶς πιστοὺς εὑρεθῆναι ὡς ἰδεῖν τὸν οὐρανὸν ἀνεῳγότα καὶ τὰ ἑξῆς. οὐκ αἰσθητῶς δέ, φησίν, τὸν οὐρανὸν ἀνεῳγότα δυνατὸν ἰδεῖν, ἀλλὰ μόνον νοήσει σκοπούσῃ τοὺς προσερχομένους ἀγγέλους ἐπὶ τῷ διακονεῖν τῷ Ἰησοῦ. ἔστι δὲ τὸ ἀμὴν καὶ ἀντὶ τοῦ ὄντως καὶ ἀληθῶς λεγόμενον, ὃ καὶ κρεῖττον ἐνταῦθα. 54 {3Jο 1, 51}3Ἐπειδὴ μόνου τοῦ Ἰσραὴλ ὠνόμασεν ὁ Ναθαναὴλ τὸν Χριστὸν βασιλέα, παιδεύει αὐτὸν διὰ τούτου, ὅτι οὐκ ἦν ψιλὸς ἄνθρωπος ὁ Χριστός, ἐπεί πως αὐτῷ ὑπηρετοῦσιν ἄγγελοι. 55 {3Jο 1, 51}3∆είκνυσι διὰ τούτου, ὅτι οὐ δοκήσει, ἀλλ' ἀληθείᾳ γέγονεν ἄνθρωπος. ἐκΜαρίας σαρκωθεὶς ὡς μόνος ἀναμάρτητος ὢν ἔσῳζεν αὐτῷ τὸ «κατ' εἰκόνα» ὅπερ πρῶτος ἄνθρωπος εἶχεν ὁ «κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν» θεοῦ γεγονώς. 56 {3Jο 2, 2}3 56Ἦλθεν ὁ κύριος εἰς τὸν γάμον, ἵν' ἁγιάσῃ οὐ μόνον τοὺς ζῶντας, ἀλλὰ καὶ τοὺς μέλλοντας τεχθῆναι, δεικνύς, ὅτι αὐτὸς ἐξ ἀρχῆς τὸν γάμον ἐθέσπισεν δεδωκὼς τῷ Ἀδὰμ τὴν Εὔαν, καί τινας τῶν αἱρετικῶν καταισχύνῃ τῶν δια βαλλόντων τὸν γάμον. 57 {3Jο 2, 4}3Τῇ δὲ μητρὶ ἐπιμέμφεται ὡς ἀκαίρως ὑπομνησάσῃ θεὸν ὑπομνήσεως μὴ δεόμενον, ἀντὶ τοῦ εἰπεῖν μὴ νόμιζέ με μόνον ἄνθρωπον εἶναι, ἀλλὰ καὶ θεόν. οὔπω δὲ ἦλθεν ὁ καιρὸς τῆς ἐμῆς φανερώσεως, οὐδέπω ἐγνωρίσθη τίς εἰμι. 58 {3Jο 2, 4}3Μέμφεται τὴν μητέρα πρὸς θαυματουργίαν αὐτὸν παρορμῶσαν παράκαιρον. 59 {3Jο 2, 6}3Ὁ μετρητὴς ποιεῖ ξέστας ἑκατὸν πεντήκοντα. 60 {3Jο 2, 9}3Ὁ δι' ὕδατος ποτίζων τὴν ἄμπελον καὶ ποιῶν αὐτὴν γεννᾶν οἶνον, αὐτός ἐστιν ὁ καὶ νῦν μεταβάλλων εἰς οἶνον τὸ ὕδωρ. 61 col 1 {3Jο 2, 11}3Τινὲς πρῶτον ἐν Κανὰ λέγουσι τοῦτο τὸ σημεῖον, ἀλλὰ οὐ πρῶτον πάντων.Τινὲς μέντοι πρῶτον σημεῖον τὸν ἐν Κανὰ λέγουσι γάμον, ἀλλὰ πρῶτον πάντων. 62 {3Jο 2, 11}3Παρήνοιγεν αὐτοῖς θύραν πίστεως διὰ τῶν θεοσημείων ἑαυτὸν ἀποκα λύπτων ἤτοι τὴν αὐτοῦ δόξαν καὶ δύναμιν. 64 {3Jο 2, 15}3Ἐξέβαλε τὰ κατὰ νόμον σφαγιαζόμενα, ἵνα τὰς πνευματικὰς ἀντεισα γάγῃ λατρείας. 65 {3Jο 2, 16}3Πατέρα δὲ ἴδιον καλεῖ ὁ Χριστὸς τὸν θεὸν ὡς αὐτὸς μόνος ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχων. 66 {3Jο 2, 16}3Οἶκος μέν ἐστιν ἐμπορίου ὁ τοῦ θεοῦ οἶκος, ἀλλ' οὐ τῶν σαρκικῶν τούτων καὶ «εἰς κοιλίαν» χωρούντων, ἀλλὰ τῶν τιμίων καὶ καλῶν μαργαριτῶν, οἵτινες κοσμοῦσι τὸ τῆς ψυχῆς πρόσωπον. οὗτοι δέ εἰσιν ἡ καθαρὰ πίστις καὶ αἱ λοιπαὶ ἀρεταί. 67 {3Jο 2, 18}3Ἀντὶ τοῦ εἰ ὡς υἱὸς ὢν τοῦ θεοῦ τὰ σαρκικὰ ἐκβάλλεις καὶ τὰ πνευματικὰ εἰσάγεις, πεῖσον ἡμᾶς διὰ σημείου, ὅτι ἐκ θεοῦ ἐπέμφθης. 68 {3Jο 2, }3Ὁ Ἔσδρας ἱστορεῖ τοὺς χρόνους, ὅτι ἀφ' οὗπερ ἤρχθη ὁ ναὸς θεμελιοῦσθαι ἕως τῆς τελειώσεως αὐτοῦ διέδραμον τετταράκοντα ἓξ ἐν τῷ μεταξὺ τῶν Ἰουδαίων ἐξ ἐπιβουλῆς τῶν ὁμορούντων αὐτοῖς ἐθνῶν κωλυομένων τῆς οἰκο δομῆς. ὁ δὲ Ἰώσηπός φησιν, ὅτι ἤρξατο ἡ οἰκοδομὴ τῷ πρώτῳ ἔτει Κύρου, ὃς ἐβασίλευσεν ἔτη τριάκοντα, μετ' αὐτὸν Καμβύσης ἔτη ἕξ, οἱ Μάγοι τέτταρα καὶ ∆αρεῖος δύο. καὶ τῷ ἐνάτῳ ἔτει ∆αρείου ἐτελειώθη ὁ ναός. 69 {3Jο 2,

23-24}3Τοῖς τοιούτοις οὐ δεῖ ἐγχειρίζειν βαθέα δόγματα ὡς ἤδη πιστοῖς γενο μένοις·